Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.10.1-10.10.8

アテナイ人の奉納像とパラントスのタラス建設

424 / 465 箇所 · ギリシア語

要旨

デルポイの木馬の下に奉納されたアテナとアテナイの英雄たちの彫像について記述し、アルゴス人による様々な記念碑とともに、スパルタのパラントスが神託の予言を独特な方法で実現して植民都市タラスを建設した歴史を説明する。

§10.10.1τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦ Μαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας·
木馬の下にある台座には、マラトンの戦功の10分の1の戦利品から、これらの像が奉納されたという碑文がある。
εἰσὶ δὲ Ἀθηνᾶ τε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶν στρατηγησάντων Μιλτιάδης·
それらはアテナ、アポロン、そして将軍たちのうちの一人であるミルティアデスである。
ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύς τε καὶ Κέκροψ καὶ Πανδίων, καὶ Λεώς τε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενος τῆς Φύλαντος, ἔτι δὲ Αἰγεύς τε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖς Ἀθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν·
また、いわゆる英雄たちのうちからは、エレクテウス、ケクロプス、パンディオン、レオス、そしてピュラスの娘メダがヘラクラスとの間にもうけたアンティオコス、さらにアイゲウス、そしてテセウスの子らのうちのアカマス(の像がある)。 これらは、デルフォイからの神託に従ってアテナイの部族にその名を与えた者たちである。
ὁ δὲ Μελάνθου Κόδρος καὶ Θησεὺς καὶ Νηλεύς, οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί.
しかし、メラントスの子コドロス、テセウス、ネレウス、これらはもはや名祖の者たちではない。
§10.10.2τοὺς μὲν δὴ κατειλεγμένους Φειδίας ἐποίησε, καὶ ἀληθεῖ λόγῳ δεκάτη καὶ οὗτοι τῆς μάχης εἰσίν·
今列挙した者たちをフェイディアスが製作したのであり、真実を言えばこれらもまた戦いの10分の1の奉納物である。
Ἀντίγονον δὲ καὶ τὸν παῖδα Δημήτριον καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον χρόνῳ ὕστερον ἀπέστειλαν ἐς Δελφούς, τὸν μὲν Αἰγύπτιον καὶ εὐνοίᾳ τινὶ ἐς αὐτόν, τοὺς δὲ Μακεδόνας τῷ ἐς αὐτοὺς δέει.
しかし、アンティゴノスとその息子デメトリオス、そしてエジプトのプトレマイオスについては、後になってデルフォイへと送られた。 エジプト人に対してはある種の好意からであり、マケドニア人たちに対しては彼らへの恐れからであった。
§10.10.3πλησίον δὲ τοῦ ἵππου καὶ ἄλλα ἀναθήματά ἐστιν Ἀργείων, οἱ ἡγεμόνες τῶν ἐς Θήβας ὁμοῦ Πολυνείκει στρατευσάντων, Ἄδραστός τε ὁ Ταλαοῦ καὶ Τυδεὺς Οἰνέως καὶ οἱ ἀπόγονοι Προίτου Καπανεὺς Ἱππόνου καὶ Ἐτέοκλος ὁ Ἴφιος, Πολυνείκης τε καὶ ὁ Ἱππομέδων ἀδελφῆς Ἀδράστου παῖς·
馬の近くにはアルゴス人の別の奉納物があり、それはポリュネイケスとともにテーバイへと遠征した指導者たちである。 すなわち、タラオスの子アドラストス、オイネウスの子テュデウス、プロイトスの子孫であるヒッポノオスの子カパネウス、イフィスの子エテオクロス、ポリュネイケス、そしてアドラストスの姉妹の子であるヒッポメドンである。
Ἀμφιαράου δὲ καὶ ἅρμα ἐγγὺς πεποίηται καὶ ἐφεστηκὼς Βάτων ἐπὶ τῷ ἅρματι ἡνίοχός τε τῶν ἵππων καὶ τῷ Ἀμφιαράῳ καὶ ἄλλως προσήκων κατὰ οἰκειότητα·
アムフィアラオスの近くには戦車も製作されており、その戦車の上に立ち、馬の御者を務めているのはバトンであって、彼はアムフィアラオスの親族でもあった。
τελευταῖος δὲ Ἀλιθέρσης ἐστὶν αὐτῶν.
彼らの最後の像はアリテルセスである。
§10.10.4οὗτοι μὲν δὴ Ὑπατοδώρου καὶ Ἀριστογείτονός εἰσιν ἔργα, καὶ ἐποίησαν σφᾶς, ὡς αὐτοὶ Ἀργεῖοι λέγουσιν, ἀπὸ τῆς νίκης ἥντινα ἐν Οἰνόῃ τῇ Ἀργείᾳ αὐτοί τε καὶ Ἀθηναίων ἐπίκουροι Λακεδαιμονίους ἐνίκησαν.
これらはヒュパトドロスとアリストゲイトンの作品であり、アルゴス人自身が言うには、彼らとアテナイの援軍が、アルゴス領のオイノエにおいてラケダイモン人に勝利を収めた、その勝利から彼らを製作したのである。
ἀπὸ δὲ τοῦ αὐτοῦ ἐμοὶ δοκεῖν ἔργου καὶ τοὺς Ἐπιγόνους ὑπὸ Ἑλλήνων καλουμένους ἀνέθεσαν οἱ Ἀργεῖοι·
私の見解では、同じ戦功から、アルゴス人はギリシア人にエピゴノイと呼ばれている者たちをも奉納した。
κεῖνται γὰρ δὴ εἰκόνες καὶ τούτων, Σθένελος καὶ Ἀλκμαίων, κατὰ ἡλικίαν ἐμοὶ δοκεῖν πρὸ Ἀμφιλόχου τετιμημένος, ἐπὶ δὲ αὐτοῖς Πρόμαχος καὶ Θέρσανδρος καὶ Αἰγιαλεύς τε καὶ Διομήδης·
というのも、彼らの像も置かれているからである。 すなわち、ステネロス、(私の見解では)年齢の順からアムフィロコスより先んじて栄誉を授けられたアルクマイオン、さらに彼らに加えてプロマコス、テルサンドロス、アイギアレウス、ディオメデスである。
ἐν μέσῳ δὲ Διομήδους καὶ τοῦ Αἰγιαλέως ἐστὶν Εὐρύαλος.
そしてディオメデスとアイギアレウスの間にはエウリュアロスがある。
§10.10.5ἀπαντικρὺ δὲ αὐτῶν ἀνδριάντες εἰσὶν ἄλλοι·
それらの向かい側には別の立像がある。
τούτους δὲ ἀνέθεσαν οἱ Ἀργεῖοι τοῦ οἰκισμοῦ τοῦ Μεσσηνίων Θηβαίοις καὶ Ἐπαμινώνδᾳ μετασχόντες.
これらはアルゴス人が、メッセニア人の再建国にテーバイ人およびエパメイノンダスとともに加わったことによって奉納したものである。
ἡρώων δέ εἰσιν αἱ εἰκόνες, Δαναὸς μὲν βασιλέων ἰσχύσας τῶν ἐν Ἄργει μέγιστον, Ὑπερμήστρα δὲ ἅτε καθαρὰ χεῖρας μόνη τῶν ἀδελφῶν·
これらは英雄たちの像であり、アルゴスの王たちの中で最も大きな権力を振るったダナオス、彼女の姉妹たちの中で唯一手が清らかであったヒュペルムネストラ(の像がある)。
παρὰ δὲ αὐτὴν καὶ ὁ Λυγκεὺς καὶ ἅπαν τὸ ἐφεξῆς αὐτῶν γένος τὸ ἐς Ἡρακλέα τε καὶ ἔτι πρότερον καθῆκον ἐς Περσέα.
彼女の傍らにはリュンケウス、そして彼らに続くすべての一族、すなわちヘラクラスに至り、さらに遡ってペルセウスにまで達する血統の者たちがいる。
§10.10.6Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὸ Μεσσαπίων εἰσίν, ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Ἀγελάδα δὲ ἔργα τοῦ Ἀργείου.
タラス人の青銅の馬と捕虜となった女性たちの像は、タラス人の隣人である野蛮人のメッサピア人に対するものであり、アルゴスのアゲラダスの作品である。
Τάραντα δὲ ἀπῴκισαν μὲν Λακεδαιμόνιοι, οἰκιστὴς δὲ ἐγένετο Σπαρτιάτης Φάλανθος.
タラスにはラケダイモン人が植民し、植民指導者となったのはスパルタ人のファラントスであった。
στελλομένῳ δὲ ἐς ἀποικίαν τῷ Φαλάνθῳ λόγιον ἦλθεν ἐκ Δελφῶν·
植民地へと出発しようとしていたファラントスに、デルフォイから神託が下った。
ὑετοῦ αὐτὸν αἰσθόμενον ὑπὸ αἴθρᾳ, τηνικαῦτα καὶ χώραν κτήσεσθαι καὶ πόλιν.
彼が晴天(アイトラ)の下で雨を感じたとき、そのときに領土と都市を手に入れるであろう、と。
§10.10.7τὸ μὲν δὴ παραυτίκα οὔτε ἰδίᾳ τὸ μάντευμα ἐπισκεψάμενος οὔτε πρὸς τῶν ἐξηγητῶν τινα ἀνακοινώσας κατέσχε ταῖς ναυσὶν ἐς Ἰταλίαν·
そこで彼は、その時は自分自身で神託を検討することも、解釈者の誰かに相談することもなく、船でイタリアに到着した。
ὡς δέ οἱ νικῶντι τοὺς βαρβάρους οὐκ ἐγίνετο οὔτε τινὰ ἑλεῖν τῶν πόλεων οὔτε ἐπικρατῆσαι χώρας, ἐς ἀνάμνησιν ἀφικνεῖτο τοῦ χρησμοῦ, καὶ ἀδύνατα ἐνόμιζέν οἱ τὸν θεὸν χρῆσαι·
しかし、彼が野蛮人に勝利しても、どの都市をも占領できず、領土を支配することもできなかったので、彼は神託を思い返すようになり、神が自分に不可能なことを告げたのだと考えた。
μὴ γὰρ ἄν ποτε ἐν καθαρῷ καὶ αἰθρίῳ τῷ ἀέρι ὑσθῆναι.
澄んで晴れ渡った空気の中で雨が降ることなど決してあり得ないからである。
καὶ αὐτὸν ἡ γυνὴ ἀθύμως ἔχοντα —ἠκολουθήκει γὰρ οἴκοθεν—τά τε ἄλλα ἐφιλοφρονεῖτο καὶ ἐς τὰ γόνατα ἐσθεμένη τὰ αὑτῆς τοῦ ἀνδρὸς τὴν κεφαλὴν ἐξέλεγε τοὺς φθεῖρας·
落胆している彼を、故郷から同行していた妻が色々となぐさめ、夫の頭を自分の膝の上にのせてシラミを取ってやった。
καί πως ὑπὸ εὐνοίας δακρῦσαι παρίσταται τῇ γυναικὶ ὁρώσῃ τοῦ ἀνδρὸς ἐς οὐδὲν προχωροῦντα τὰ πράγματα.
そしてどういうわけか、夫の事態が何ら進展しないのを見て、妻は愛情から涙を流すことになった。
§10.10.8προέχει δὲ ἀφειδέστερον τῶν δακρύων καὶ—ἔβρεχε γὰρ τοῦ Φαλάνθου τὴν κεφαλήν—συνίησί τε τῆς μαντείας—ὄνομα γὰρ δὴ ἦν Αἴθρα τῇ γυναικί—καὶ οὕτω τῇ ἐπιούσῃ νυκτὶ Τάραντα τῶν βαρβάρων εἷλε μεγίστην καὶ εὐδαιμονεστάτην τῶν ἐπὶ θαλάσσῃ πόλεων.
彼女が惜しみなく涙を流し――それによってファラントスの頭が濡れたため――、彼は神託を理解した。 というのも、妻の名はまさにアイトラであったからである。 そしてこうして、翌日の夜、彼は野蛮人から海辺の都市の中で最大かつ最も豊かなタラスを奪い取った。
Τάραντα δὲ τὸν ἥρω Ποσειδῶνός φασι καὶ ἐπιχωρίας νύμφης παῖδα εἶναι, ἀπὸ δὲ τοῦ ἥρωος τεθῆναι τὰ ὀνόματα τῇ πόλει τε καὶ τῷ ποταμῷ·
人々は、英雄タラスをポセイドンと現地のニンフの子であると言い、この英雄から都市と川の双方に名前が付けられたと言っている。
καλεῖται γὰρ δὴ Τάρας κατὰ τὰ αὐτὰ τῇ πόλει καὶ ὁ ποταμός.
というのも、その川もまた、都市と全く同じようにタラスと呼ばれているからである。

語釈・文法注

  1. 10.10.4ἐμοὶ δοκεῖν — 絶対不定詞と呼ばれる慣用的な表現であり、「私の見解では」「私に思われるところでは」という意味で、文全体の判断を和らげる挿入句として機能している。
  2. 10.10.6κτήσεσθαι — 先行する λόγιον(神託)の内容を説明する間接話法における未来不定詞。意味上の主語は対格の αὐτόν であり、それに係る分詞 αἰσθόμενον も対格をとる。主節の動詞(ここでは ἦλθεν λόγιον に含まれる伝達のニュアンス)に依存している。
  3. 10.10.7ὑσθῆναι — ἄν を伴う不定詞(アオリスト受動)で、ἐνόμιζεν に従属する間接話法において、直接話法での潜在(ἄν +希求法、すなわち「決して降ることはないだろう」)を表す。否定辞が οὐ ではなく μή になっているのは、主節の思考の動詞 ενόμιζεν の影響によるものである。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.10.1-10.10.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.10.1-10.10.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。