Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.11.1-10.11.6

デルフォイの諸宝庫とアテナイ人の柱廊

425 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、デルフォイにあるシキュオン人、シフノス人、リパラ人、テーバイ人、アテナイ人などの宝庫とその奉納物の由来、およびアテナイ人の柱廊について叙述している。

§10.11.1πλησίον δὲ τοῦ ἀναθήματος τοῦ Ταραντίνων Σικυωνίων ἐστὶ θησαυρός·
タラス人の奉納物の近くには、シキュオン人の宝庫がある。
χρήματα δὲ οὔτε ἐνταῦθα ἴδοις ἂν οὔτε ἐν ἄλλῳ τῶν θησαυρῶν.
金品は、ここにも、他のどの宝庫にも見られないであろう。
Κνίδιοι δὲ ἐκόμισαν ἀγάλματα ἐς Δελφοὺς Τριόπαν οἰκιστὴν τῆς Κνίδου παρεστῶτα ἵππῳ καὶ Λητὼ καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν ἀφιέντας τῶν βελῶν ἐπὶ Τιτυόν·
クニドス人は、クニドスの植民指導者であり馬の傍らに立つトリオパス、および、ティテュオスに向けて矢を放っているレト、アポロン、アルテミスの像をデルフォイへと運んできた。
ὁ δὲ καὶ τετρωμένος ἐστὶν ἤδη τὸ σῶμα.
ティテュオスは、すでに体(のあちこち)を傷つけられている。
§10.11.2ταῦτα ἕστηκε παρὰ τὸν Σικυωνίων θησαυρόν·
これらはシキュオン人の宝庫の傍らに立っている。
ἐποιήθη δὲ καὶ ὑπὸ Σιφνίων ἐπὶ αἰτίᾳ τοιᾷδε θησαυρός.
また、シフノス人によっても、次のような理由で宝庫が作られた。
Σιφνίοις ἡ νῆσος χρυσοῦ μέταλλα ἤνεγκε, καὶ αὐτοὺς τῶν προσιόντων ἐκέλευσεν ὁ θεὸς ἀποφέρειν δεκάτην ἐς Δελφούς·
シフノス人にとって、彼らの島は金鉱をもたらした。 そして神は彼らに、収入の10分の1をデルフォイに納めるよう命じた。
οἱ δὲ τὸν θησαυρὸν ᾠκοδομήσαντο καὶ ἀπέφερον τὴν δεκάτην.
そこで彼らは宝庫を建設し、10分の1を納めていた。
ὡς δὲ ὑπὸ ἀπληστίας ἐξέλιπον τὴν φοράν, ἐπικλύσασα ἡ θάλασσα ἀφανῆ τὰ μέταλλά σφισιν ἐποίησεν.
しかし、貪欲さのために彼らがその納付を怠るようになると、海が押し寄せて、彼らの鉱山を(水没させて)見えなくしてしまった。
§10.11.3ἀνέθεσαν δὲ καὶ ἀνδριάντας Λιπαραῖοι ναυμαχίᾳ κρατήσαντες Τυρρηνῶν.
また、リパラ人たちもティレニア人に海戦で勝利して、立像を奉納した。
οἱ δὲ Λιπαραῖοι οὗτοι Κνιδίων μὲν ἦσαν ἄποικοι, τῆς δὲ ἀποικίας ἡγεμόνα γενέσθαι φασὶν ἄνδρα Κνίδιον·
このリパラ人たちはクニドス人の入植者であったが、その植民の指導者となったのはクニドス人の男であったと言われている。
ὄνομα δὲ εἶναί οἱ Πένταθλον Ἀντίοχος ὁ Ξενοφάνους Συρακούσιος ἐν τῇ Σικελιώτιδι συγγραφῇ φησι.
クセノファネスの子であるシラクサのアンティオコスは、その『シケリア史』の中で、彼の名はペンタトロスであったと言っている。
λέγει δὲ καὶ ὡς ἐπὶ Παχύνῳ τῇ ἄκρᾳ τῇ ἐν Σικελίᾳ κτίσαντες πόλιν αὐτοὶ μὲν ἐκπίπτουσιν ὑπὸ Ἐλύμων καὶ Φοινίκων πολέμῳ πιεσθέντες, τὰς νήσους δὲ ἔσχον ἐρήμους ἔτι ἢ ἀναστήσαντες τοὺς ἐνοικοῦντας, ἃς κατὰ τὰ τὰ ἔπη τὰ Ὁμήρεια Αἰόλου καὶ ἐς ἡμᾶς ἔτι ὀνομάζουσι.
彼はまた、彼らがシケリアのパキュノス岬に都市を創建したが、エリモス人とフェニキア人に戦争で圧迫されて追放され、当時まだ無人であったか、あるいは住民を追い出して、それらの島々を手に入れたとも述べている。 それらの島々は、ホメロスの詩によればアイオロスの島々であり、私たちの時代にいたるまでなおそう呼ばれている。
§10.11.4τούτων Λιπάραν μὲν κτίσαντες πόλιν ἐνταῦθα οἰκοῦσιν, Ἱέραν δὲ καὶ Στρογγύλην καὶ Διδύμας γεωργοῦσι διαβαίνοντες ναυσὶν ἐς αὐτάς.
これらの島々のうち、彼らはリパラ(の街)を建設してそこに住んでおり、ヒエラ、ストロンギュレ、ディデュマイは、船でそれらに渡って耕作している。
ἐν δὲ τῇ Στρογγύλῃ καὶ πῦρ δῆλόν ἐστιν ἀνιὸν ἐκ τῆς γῆς·
ストロンギュレにおいては、地中から火が立ち上っているのも明らかに見える。
καὶ ἐν Ἱέρᾳ δὲ πῦρ τε αὐτόματον ἐπὶ ἄκρας ἀνακαίεται τῆς νήσου καὶ ἐπὶ θαλάσσῃ λουτρά ἐστιν ἐπιτήδεια, εἰ δέξεταί σε ἠπίως τὸ ὕδωρ, ἐπεὶ ἄλλως γε χαλεπὸν ὑπὸ ζεστότητός ἐστιν ἐμβαίνεσθαι.
ヒエラにおいても、島の岬のところで自然に火が燃え上がっており、また海辺には適した浴場がある。 ただし、水があなたを穏やかに受け入れてくれればの話であって、そうでなければ、熱さのためにそこに入り込むのは困難である。
§10.11.5οἱ δὲ θησαυροὶ Θηβαίων ἀπὸ ἔργου τῶν ἐς πόλεμον, καὶ Ἀθηναίων ἐστὶν ὡσαύτως·
テーバイ人の宝庫は戦争における戦功によるものであり、アテナイ人のものも同様である。
Κνιδίους δὲ οὐκ οἶδα εἰ ἐπὶ νίκῃ τινὶ ἢ ἐς ἐπίδειξιν εὐδαιμονίας ᾠκοδομήσαντο, ἐπεὶ Θηβαίοις γε ἀπὸ ἔργου τοῦ ἐν Λεύκτροις καὶ Ἀθηναίοις ἀπὸ τῶν ἐς Μαραθῶνα ἀποβάντων ὁμοῦ Δάτιδί εἰσιν οἱ θησαυροί.
しかし、クニドス人については、何らかの勝利によるものか、あるいは富の顕示のために(宝庫を)建設したのか、私は知らない。 というのも、テーバイ人にとってはレウクトラの戦功によるものであり、アテナイ人にとってはダティスとともにマラトンに上陸した者たちに対する宝庫だからである。
Κλεωναῖοι δὲ ἐπιέσθησαν μὲν κατὰ τὸ αὐτὸ Ἀθηναίοις ὑπὸ νόσου τῆς λοιμώδους, κατὰ δὲ μάντευμα ἐκ Δελφῶν ἔθυσαν τράγον ἀνίσχοντι ἔτι τῷ ἡλίῳ, καὶ—εὕραντο γὰρ λύσιν τοῦ κακοῦ—τράγον χαλκοῦν ἀποπέμπουσι τᾷ Ἀπόλλωνι.
クレオナイ人はアテナイ人と同時に疫病に苦しめられたが、デルフォイからの神託に従って、まだ太陽が昇りつつあるときに山羊を犠牲に捧げ、そして――災いの解決策を見出したので――青銅の山羊をアポロンに送った。
Ποτιδαιατῶν δὲ τῶν ἐν Θρᾴκῃ καὶ Συρακουσίων, τῶν μέν ἐστιν ὁ θησαυρὸς ἀπὸ τοῦ Ἀττικοῦ τοῦ μεγάλου πταίσματος, Ποτιδαιᾶται δὲ εὐσεβείας τῆς ἐς τὸν θεὸν ἐποίησαν.
トラキアのポテイダイア人とシラクサ人のうち、後者(シラクサ人)の宝庫はアッティカの大敗北によるものであり、ポテイダイア人は神に対する敬虔さから(宝庫を)作った。
§10.11.6ᾠκοδόμησαν δὲ καὶ Ἀθηναῖοι στοὰν ἀπὸ χρημάτων ἃ ἐν τῷ πολέμῳ σφίσιν ἐγένετο ἀπό τε Πελοποννησίων καὶ ὅσαι Πελοποννησίοις ἦσαν τοῦ Ἑλληνικοῦ σύμμαχοι.
アテナイ人もまた、戦争において、ペロポネソス人およびギリシア人のうちペロポネソス人の同盟者であった者たちから得た資金から、柱廊を建設した。
ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖ·
そこには船の舳先飾りや青銅の盾も奉納されている。
τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτοῖς ἀριθμεῖ τὰς πόλεις ἀφʼ ὧν οἱ Ἀθηναῖοι τὰ ἀκροθίνια ἀπέστειλαν, τήν τε Ἠλείων καὶ Λακεδαιμονίων Σικυῶνά τε καὶ Μέγαρα καὶ Πελληνέας Ἀχαιῶν Ἀμβρακίαν τε καὶ Λευκάδα καὶ αὐτὴν Κόρινθον·
それらに刻まれた碑文は、アテナイ人が戦利品を送った都市を列挙している。 すなわち、エリス、ラケダイモン、シキュオン、メガラ、アカイア人のペレネ、アンブラキア、レウカス、そしてコリントス自体である。
γενέσθαι δὲ ἀπὸ τῶν ναυμαχιῶν τούτων καὶ θυσίαν Θησεῖ καὶ τῷ Ποσειδῶνι ἐπὶ τῷ ὀνομαζομένῳ Ῥίῳ.
また、これらの海戦から、いわゆるリオンにおいてテセウスとポセイドンへの犠牲の捧げ物もなされた。
καί μοι φαίνεται τὸ ἐπίγραμμα ἐς Φορμίωνα τὸν Ἀσωπίχου ἔχειν καὶ ἐς τοῦ Φορμίωνος τὰ ἔργα.
そして、私にはその碑文が、アソピコスの子フォルミオン、およびフォルミオンの戦功について言及しているように思われる。

語釈・文法注

  1. §10.11.1χρήματα δὲ οὔτε ἐνταῦθα ἴδοις ἂν οὔτε ἐν ἄλλῳ — 希求法に小辞 ἄν を伴う潜在の表現(ἴδοις ἂν)であり、「〜を見ることができるだろう」という控えめな可能性を表す。
  2. §10.11.3ὄνομα δὲ εἶναί οἱ Πένταθλον — 対格不定詞 εἶναι は、主節の動詞 φησί(アンティオコスが言っている)に導かれる間接話法。与格 οἱ は指示代名詞 αὐτῷ の代わりとして機能する「所有の与格」であり、全体で「彼の名はペンタトロスであった」という意味をなす。
  3. §10.11.4εἰ δέξεταί σε ἠπίως τὸ ὕδωρ — 条件小辞 εἰ に直説法未来(δέξεται)が続く構文。これは単なる仮定ではなく、「もし本当に水があなたを穏やかに受け入れてくれるならば」という、現実的かつ警戒を含んだ留保・条件を表している。
  4. §10.11.5τῶν μὲν ἐστιν ὁ θησαυρὸς ἀπὸ τοῦ Ἀττικοῦ τοῦ μεγάλου πταίσματος — 前文の属格名詞句 Ποτιδαιατῶν... καὶ Συρακουσίων から、τῶν μέν が後者の「シラクサ人(の宝庫)」を指す。対照を示す μέν... δέ 構文において、先行する名詞の順序(ポテイダイア人、シラクサ人)とは逆に、τῶν μέν が直前の語(後者)を、後続の Ποτιδαιᾶται δέ が前者を受ける変則的な対比構造になっている。
  5. §10.11.6ὅσαι Πελοποννησίοις ἦσαν τοῦ Ἑλληνικοῦ σύμμαχοι — 関係代名詞 ὅσαι は「〜である限りのすべての者たち」を意味し、先行詞(χρημάτων またはこれに類する戦利品・敵対した都市)の含みを関係節内に同化している。また、属格 τοῦ Ἑλληνικοῦ は「ギリシア人の(同盟者)」という部分属格として σύμμαχοι にかかる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.11.1-10.11.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.11.1-10.11.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。