§10.10.1τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦ Μαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας·
在木马下方的基座上,有一段铭文,写着这些雕像是利用马拉松战役战利品的什一税所奉纳的。
εἰσὶ δὲ Ἀθηνᾶ τε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶν στρατηγησάντων Μιλτιάδης· ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύς τε καὶ Κέκροψ καὶ Πανδίων, καὶ Λεώς τε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενος τῆς Φύλαντος, ἔτι δὲ Αἰγεύς τε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖς Ἀθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν· ὁ δὲ Μελάνθου Κόδρος καὶ Θησεὺς καὶ Νηλεύς, οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί.
这些雕像是阿雅娜、阿波罗和将领之一的米尔提亚德;在所谓的英雄中,有埃雷克修斯、凯克洛普斯、潘迪翁、雷奥斯,以及菲拉斯之女美达与赫拉克勒斯所生的安提奥科斯,此外还有埃勾斯,以及忒修斯诸子中的阿卡马斯。 这些人根据德尔斐的神谕,在雅典成为了各部落的名称;然而梅兰托斯之子科德鲁斯、忒修斯以及涅琉斯,他们则不再属于这些起名祖先之列。
§10.10.2τοὺς μὲν δὴ κατειλεγμένους Φειδίας ἐποίησε, καὶ ἀληθεῖ λόγῳ δεκάτη καὶ οὗτοι τῆς μάχης εἰσίν· Ἀντίγονον δὲ καὶ τὸν παῖδα Δημήτριον καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον χρόνῳ ὕστερον ἀπέστειλαν ἐς Δελφούς, τὸν μὲν Αἰγύπτιον καὶ εὐνοίᾳ τινὶ ἐς αὐτόν, τοὺς δὲ Μακεδόνας τῷ ἐς αὐτοὺς δέει.
已列举的这些雕像是菲迪亚斯制作的,真实地说,这些也是由于战役的什一税奉纳的;但安提戈诺斯、其子德米特里以及埃及人托勒密,是他们后来送往德尔斐的,对埃及人确实出于某种好意,而对马其顿人则是出于对他们的恐惧。
§10.10.3πλησίον δὲ τοῦ ἵππου καὶ ἄλλα ἀναθήματά ἐστιν Ἀργείων, οἱ ἡγεμόνες τῶν ἐς Θήβας ὁμοῦ Πολυνείκει στρατευσάντων, Ἄδραστός τε ὁ Ταλαοῦ καὶ Τυδεὺς Οἰνέως καὶ οἱ ἀπόγονοι Προίτου Καπανεὺς Ἱππόνου καὶ Ἐτέοκλος ὁ Ἴφιος, Πολυνείκης τε καὶ ὁ Ἱππομέδων ἀδελφῆς Ἀδράστου παῖς· Ἀμφιαράου δὲ καὶ ἅρμα ἐγγὺς πεποίηται καὶ ἐφεστηκὼς Βάτων ἐπὶ τῷ ἅρματι ἡνίοχός τε τῶν ἵππων καὶ τῷ Ἀμφιαράῳ καὶ ἄλλως προσήκων κατὰ οἰκειότητα· τελευταῖος δὲ Ἀλιθέρσης ἐστὶν αὐτῶν.
在木马附近还有阿格斯人的其他奉纳物,即与波吕尼克斯一同远征忒拜的领袖们:塔劳斯之子阿德拉斯托斯、奥伊奈乌斯之子泰德乌斯,以及普洛伊托斯的后代——希波诺俄斯之子卡帕纽斯和伊菲斯之子埃特奥克洛斯,还有波吕尼克斯和阿德拉斯托斯姐妹之子希波墨冬;其近旁还制作了安菲阿拉俄斯的战车,战车上立着巴通,他是马匹的御者,且在亲属关系上与安菲阿拉俄斯十分亲近;他们中的最后一位是阿里塞尔塞斯。
§10.10.4οὗτοι μὲν δὴ Ὑπατοδώρου καὶ Ἀριστογείτονός εἰσιν ἔργα, καὶ ἐποίησαν σφᾶς, ὡς αὐτοὶ Ἀργεῖοι λέγουσιν, ἀπὸ τῆς νίκης ἥντινα ἐν Οἰνόῃ τῇ Ἀργείᾳ αὐτοί τε καὶ Ἀθηναίων ἐπίκουροι Λακεδαιμονίους ἐνίκησαν.
这些确实是许帕托多罗斯和阿里斯托格伊通的作品,据阿格斯人自己说,他们制作这些是因为他们自己和雅典盟军在阿格斯领地的奥伊诺埃战战胜了拉刻代蒙人,出于那场胜利。
ἀπὸ δὲ τοῦ αὐτοῦ ἐμοὶ δοκεῖν ἔργου καὶ τοὺς Ἐπιγόνους ὑπὸ Ἑλλήνων καλουμένους ἀνέθεσαν οἱ Ἀργεῖοι· κεῖνται γὰρ δὴ εἰκόνες καὶ τούτων, Σθένελος καὶ Ἀλκμαίων, κατὰ ἡλικίαν ἐμοὶ δοκεῖν πρὸ Ἀμφιλόχου τετιμημένος, ἐπὶ δὲ αὐτοῖς Πρόμαχος καὶ Θέρσανδρος καὶ Αἰγιαλεύς τε καὶ Διομήδης· ἐν μέσῳ δὲ Διομήδους καὶ τοῦ Αἰγιαλέως ἐστὶν Εὐρύαλος.
依我之见,阿格斯人也是因为同样的战功,奉纳了被希腊人称为“后裔”的那些人(的雕像);因为这些人的雕像也陈列于此:斯内洛斯和阿尔克迈翁(在我看来因年龄而排在安菲洛科斯之前受到尊崇),而在他们之后的有普罗马科斯、特尔珊德、埃吉亚莱乌斯和狄奥墨得斯;在狄奥墨得斯和埃吉亚莱乌斯之间是欧律阿洛斯。
§10.10.5ἀπαντικρὺ δὲ αὐτῶν ἀνδριάντες εἰσὶν ἄλλοι· τούτους δὲ ἀνέθεσαν οἱ Ἀργεῖοι τοῦ οἰκισμοῦ τοῦ Μεσσηνίων Θηβαίοις καὶ Ἐπαμινώνδᾳ μετασχόντες.
在他们的对面是其他的立像;这些是阿格斯人因与忒拜人和伊帕密浓达共同参与了美塞尼亚人的重建而奉纳的。
ἡρώων δέ εἰσιν αἱ εἰκόνες, Δαναὸς μὲν βασιλέων ἰσχύσας τῶν ἐν Ἄργει μέγιστον, Ὑπερμήστρα δὲ ἅτε καθαρὰ χεῖρας μόνη τῶν ἀδελφῶν·
这些是英雄的雕像:在阿格斯诸王中最具威权的达那俄斯,以及她姐妹中唯一双手未沾鲜血而保持纯洁的超美。
παρὰ δὲ αὐτὴν καὶ ὁ Λυγκεὺς καὶ ἅπαν τὸ ἐφεξῆς αὐτῶν γένος τὸ ἐς Ἡρακλέα τε καὶ ἔτι πρότερον καθῆκον ἐς Περσέα.
在她身旁还有林叩斯,以及他们之后延续到赫拉克勒斯、甚至更早到珀耳修斯的所有后代。
§10.10.6Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὸ Μεσσαπίων εἰσίν, ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Ἀγελάδα δὲ ἔργα τοῦ Ἀργείου.
塔拉斯人的青铜马和被俘妇女雕像是由于战胜邻近塔拉斯人的蛮族梅萨皮亚人而奉纳的,是阿格斯人阿格拉达斯的作品。
Τάραντα δὲ ἀπῴκισαν μὲν Λακεδαιμόνιοι, οἰκιστὴς δὲ ἐγένετο Σπαρτιάτης Φάλανθος.
拉刻代蒙人殖民了塔拉斯,建城者是斯巴达人法兰托斯。
στελλομένῳ δὲ ἐς ἀποικίαν τῷ Φαλάνθῳ λόγιον ἦλθεν ἐκ Δελφῶν· ὑετοῦ αὐτὸν αἰσθόμενον ὑπὸ αἴθρᾳ, τηνικαῦτα καὶ χώραν κτήσεσθαι καὶ πόλιν.
在法兰托斯出发前往殖民地时,从德尔斐得到了神谕:当他在晴空下感到雨水时,那时他将获得土地和城市。
§10.10.7τὸ μὲν δὴ παραυτίκα οὔτε ἰδίᾳ τὸ μάντευμα ἐπισκεψάμενος οὔτε πρὸς τῶν ἐξηγητῶν τινα ἀνακοινώσας κατέσχε ταῖς ναυσὶν ἐς Ἰταλίαν· ὡς δέ οἱ νικῶντι τοὺς βαρβάρους οὐκ ἐγίνετο οὔτε τινὰ ἑλεῖν τῶν πόλεων οὔτε ἐπικρατῆσαι χώρας, ἐς ἀνάμνησιν ἀφικνεῖτο τοῦ χρησμοῦ, καὶ ἀδύνατα ἐνόμιζέν οἱ τὸν θεὸν χρῆσαι· μὴ γὰρ ἄν ποτε ἐν καθαρῷ καὶ αἰθρίῳ τῷ ἀέρι ὑσθῆναι.
当时他既没有自己仔细研读神谕,也没有咨询任何解释者,就率船队到达了意大利;但是,尽管他战胜了蛮族,却未能攻占任何城市或控制土地,他开始回忆起神谕,并认为神给了他不可能实现的内容:因为在澄澈晴朗的天空中绝不可能下雨。
καὶ αὐτὸν ἡ γυνὴ ἀθύμως ἔχοντα —ἠκολουθήκει γὰρ οἴκοθεν—τά τε ἄλλα ἐφιλοφρονεῖτο καὶ ἐς τὰ γόνατα ἐσθεμένη τὰ αὑτῆς τοῦ ἀνδρὸς τὴν κεφαλὴν ἐξέλεγε τοὺς φθεῖρας· καί πως ὑπὸ εὐνοίας δακρῦσαι παρίσταται τῇ γυναικὶ ὁρώσῃ τοῦ ἀνδρὸς ἐς οὐδὲν προχωροῦντα τὰ πράγματα.
在他沮丧时,他的妻子——她从家乡一同随行——在各方面安慰他,将丈夫的头枕在自己的膝盖上为他捉虱子;不知怎的,出于爱意,妻子看到丈夫的境遇毫无进展而落泪了。
§10.10.8προέχει δὲ ἀφειδέστερον τῶν δακρύων καὶ—ἔβρεχε γὰρ τοῦ Φαλάνθου τὴν κεφαλήν—συνίησί τε τῆς μαντείας—ὄνομα γὰρ δὴ ἦν Αἴθρα τῇ γυναικί—καὶ οὕτω τῇ ἐπιούσῃ νυκτὶ Τάραντα τῶν βαρβάρων εἷλε μεγίστην καὶ εὐδαιμονεστάτην τῶν ἐπὶ θαλάσσῃ πόλεων.
由于她泪如雨下——泪水浸湿了法兰托斯的头——他理解了神谕的内容(因为他妻子的名字正是叫“晴空”);于是,在随后的夜里,他从蛮族手中夺取了塔拉斯,那是海边最大且最富署的城市。
Τάραντα δὲ τὸν ἥρω Ποσειδῶνός φασι καὶ ἐπιχωρίας νύμφης παῖδα εἶναι, ἀπὸ δὲ τοῦ ἥρωος τεθῆναι τὰ ὀνόματα τῇ πόλει τε καὶ τῷ ποταμῷ· καλεῖται γὰρ δὴ Τάρας κατὰ τὰ αὐτὰ τῇ πόλει καὶ ὁ ποταμός.
人们说英雄塔拉斯是波塞冬与当地仙女之子,城市和河流的名字都得自这位英雄;因为事实上,那条河也与城市完全一样被称为塔拉斯。