Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.32.1-1.32.7

アッティカの山々とマラトンの戦跡

38 / 465 箇所 · ギリシア語

要旨

アッティカ地方の主要な山々とそこに祀られている神々の像、そして著名なデーモスであるマラトンの戦跡、英雄崇拝、マカリアの泉の伝説やパンの洞窟について説明している。

§1.32.1ὄρη δὲ Ἀθηναίοις ἐστὶ Πεντελικὸν ἔνθα λιθοτομίαι, καὶ Πάρνης παρεχομένη θήραν συῶν ἀγρίων καὶ ἄρκτων, καὶ Ὑμηττὸς ὃς φύει νομὰς μελίσσαις ἐπιτηδειοτάτας πλὴν τῆς Ἀλαζώνων. Ἀλαζῶσι γὰρ συνήθεις ὁμοῦ τοῖς ἄλλοις ἐς νομὰς ἰοῦσιν εἰσὶν ἄφετοι καὶ μέλισσαι, οὐδὲ σφᾶς ἐς σίμβλους καθείρξαντες ἔχουσιν· αἱ δὲ ἐργάζονταί τε ὡς ἔτυχον τῆς χώρας καὶ συμφυὲς τὸ ἔργον αὐταῖς ἐστιν, ἰδίᾳ δὲ οὔτε κηρὸν οὔτε μέλι ἀπʼ αὐτοῦ ποιήσεις. τοῦτο μὲν τοιοῦτόν ἐστιν, Ἀθηναίοις δὲ τὰ ὄρη καὶ θεῶν ἀγάλματα ἔχει· §1.32.2Πεντελῆσι μὲν Ἀθηνᾶς, ἐν Ὑμηττῷ δὲ ἄγαλμά ἐστιν Ὑμηττίου Διός, βωμοὶ δὲ καὶ Ὀμβρίου Διὸς καὶ Ἀπόλλωνός εἰσι Προοψίου. καὶ ἐν Πάρνηθι Παρνήθιος Ζεὺς χαλκοῦς ἐστι καὶ βωμὸς Σημαλέου Διός· ἔστι δὲ ἐν τῇ Πάρνηθι καὶ ἄλλος βωμός, θύουσι δὲ ἐπʼ αὐτοῦ τοτὲ μὲν Ὄμβριον τοτὲ δὲ Ἀπήμιον καλοῦντες Δία. καὶ Ἀγχεσμὸς ὄρος ἐστὶν οὐ μέγα καὶ Διὸς ἄγαλμα Ἀγχεσμίου. §1.32.3πρὶν δὲ ἢ τῶν νήσων ἐς ἀφήγησιν τραπέσθαι, τὰ ἐς τοὺς δήμους ἔχοντα αὖθις ἐπέξειμι. δῆμός ἐστι Μαραθὼν ἴσον τῆς πόλεως τῶν Ἀθηναίων ἀπέχων καὶ Καρύστου τῆς ἐν Εὐβοίᾳ· ταύτῃ τῆς Ἀττικῆς ἔσχον οἱ βάρβαροι καὶ μάχῃ τε ἐκρατήθησαν καί τινας ὡς ἀνήγοντο ἀπώλεσαν τῶν νεῶν. τάφος δὲ ἐν τῷ πεδίῳ Ἀθηναίων ἐστίν, ἐπὶ δὲ αὐτῷ στῆλαι τὰ ὀνόματα τῶν ἀποθανόντων κατὰ φυλὰς ἑκάστων ἔχουσαι, καὶ ἕτερος Πλαταιεῦσι Βοιωτῶν καὶ δούλοις· ἐμαχέσαντο γὰρ καὶ δοῦλοι τότε πρῶτον. §1.32.4καὶ ἀνδρός ἐστιν ἰδίᾳ μνῆμα Μιλτιάδου τοῦ Κίμωνος, συμβάσης ὕστερόν οἱ τῆς τελευτῆς Πάρου τε ἁμαρτόντι καὶ διʼ αὐτὸ ἐς κρίσιν Ἀθηναίοις καταστάντι. ἐνταῦθα ἀνὰ πᾶσαν νύκτα καὶ ἵππων χρεμετιζόντων καὶ ἀνδρῶν μαχομένων ἔστιν αἰσθέσθαι· καταστῆναι δὲ ἐς ἐναργῆ θέαν ἐπίτηδες μὲν οὐκ ἔστιν ὅτῳ συνήνεγκεν, ἀνηκόῳ δὲ ὄντι καὶ ἄλλως συμβὰν οὐκ ἔστιν ἐκ τῶν δαιμόνων ὀργή. σέβονται δὲ οἱ Μαραθώνιοι τούτους τε οἳ παρὰ τὴν μάχην ἀπέθανον ἥρωας ὀνομάζοντες καὶ Μαραθῶνα ἀφʼ οὗ τῷ δήμῳ τὸ ὄνομά ἐστι καὶ Ἡρακλέα, φάμενοι πρώτοις Ἑλλήνων σφίσιν Ἡρακλέα θεὸν νομισθῆναι. §1.32.5συνέβη δὲ ὡς λέγουσιν ἄνδρα ἐν τῇ μάχῃ παρεῖναι τὸ εἶδος καὶ τὴν σκευὴν ἄγροικον· οὗτος τῶν βαρβάρων πολλοὺς καταφονεύσας ἀρότρῳ μετὰ τὸ ἔργον ἦν ἀφανής· ἐρομένοις δὲ Ἀθηναίοις ἄλλο μὲν ὁ θεὸς ἐς αὐτὸν ἔχρησεν οὐδέν, τιμᾶν δὲ Ἐχετλαῖον ἐκέλευσεν ἥρωα. πεποίηται δὲ καὶ τρόπαιον λίθου λευκοῦ. τοὺς δὲ Μήδους Ἀθηναῖοι μὲν θάψαι λέγουσιν ὡς πάντως ὅσιον ἀνθρώπου νεκρὸν γῇ κρύψαι, τάφον δὲ οὐδένα εὑρεῖν ἐδυνάμην· οὔτε γὰρ χῶμα οὔτε ἄλλο σημεῖον ἦν ἰδεῖν, ἐς ὄρυγμα δὲ φέροντες σφᾶς ὡς τύχοιεν ἐσέβαλον. §1.32.6ἔστι δὲ ἐν τῷ Μαραθῶνι πηγὴ καλουμένη Μακαρία, καὶ τοιάδε ἐς αὐτὴν λέγουσιν. Ἡρακλῆς ὡς ἐκ Τίρυνθος ἔφευγεν Εὐρυσθέα, παρὰ Κήυκα φίλον ὄντα μετοικίζεται βασιλεύοντα Τραχῖνος. ἐπεὶ δὲ ἀπελθόντος ἐξ ἀνθρώπων Ἡρακλέους ἐξῄτει τοὺς παῖδας Εὐρυσθεύς, ἐς Ἀθήνας πέμπει σφᾶς ὁ Τραχίνιος ἀσθένειάν τε λέγων τὴν αὑτοῦ καὶ Θησέα οὐκ ἀδύνατον εἶναι τιμωρεῖν· ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται πρῶτον τότε Πελοποννησίοις ποιοῦσι πόλεμον πρὸς Ἀθηναίους, Θησέως σφᾶς οὐκ ἐκδόντος αἰτοῦντι Εὐρυσθεῖ. λέγουσι δὲ Ἀθηναίοις γενέσθαι χρησμὸν τῶν παίδων ἀποθανεῖν χρῆναι τῶν Ἡρακλέους τινὰ ἐθελοντήν, ἐπεὶ ἄλλως γε οὐκ εἶναι νίκην σφίσιν· ἐνταῦθα Μακαρία Δηιανείρας καὶ Ἡρακλέους θυγάτηρ ἀποσφάξασα ἑαυτὴν ἔδωκεν Ἀθηναίοις τε κρατῆσαι τῷ πολέμῳ καὶ τῇ πηγῇ τὸ ὄνομα ἀφʼ αὑτῆς. §1.32.7ἔστι δὲ ἐν τῷ Μαραθῶνι λίμνη τὰ πολλὰ ἑλώδης· ἐς ταύτην ἀπειρίᾳ τῶν ὁδῶν φεύγοντες ἐσπίπτουσιν οἱ βάρβαροι, καί σφισι τὸν φόνον τὸν πολὺν ἐπὶ τούτῳ συμβῆναι λέγουσιν· ὑπὲρ δὲ τὴν λίμνην φάτναι εἰσὶ λίθου τῶν ἵππων τῶν Ἀρταφέρνους καὶ σημεῖα ἐν πέτραις σκηνῆς. ῥεῖ δὲ καὶ ποταμὸς ἐκ τῆς λίμνης, τὰ μὲν πρὸς αὐτῇ τῇ λίμνῃ βοσκήμασιν ὕδωρ ἐπιτήδειον παρεχόμενος, κατὰ δὲ τὴν ἐκβολὴν τὴν ἐς τὸ πέλαγος ἁλμυρὸς ἤδη γίνεται καὶ ἰχθύων τῶν θαλασσίων πλήρης. ὀλίγον δὲ ἀπωτέρω τοῦ πεδίου Πανός ἐστιν ὄρος καὶ σπήλαιον θέας ἄξιον· ἔσοδος μὲν ἐς αὐτὸ στενή, παρελθοῦσι δέ εἰσιν οἶκοι καὶ λουτρὰ καὶ καλούμενον Πανὸς αἰπόλιον, πέτραι τὰ πολλὰ αἰξὶν εἰκασμέναι.
アテナイ人にとって、山々には、石切場のあるペンテリコン山、野豚や熊の狩りを提供するパルネス山、そしてアラゾネス人の土地を除けば蜜蜂にとって最も適した牧草を育てるヒュメトス山がある。というのも、アラゾネス人の間では、放し飼いにされた蜜蜂も他の家畜と一緒に牧草地へ行くのが常であり、人々はそれらを巣箱に閉じ込めて飼うことをしないからである。蜜蜂はその土地のいたるところで思いのままに働き、その仕事は彼女たちにとって自然なものであるが、そこから個別に蜜蝋や蜂蜜を得ることはできない。これはこのようなものであるが、アテナイ人にとって、山々には神々の像もある。ペンテレにはアテナの像があり、ヒュメトス山にはヒュメトスのゼウスの像があり、また雨を降らせるゼウスとプロオプシオス・アポロンの祭壇もある。またパルネス山には青銅のパルネスのゼウス像と、セマレオス・ゼウスの祭壇がある。パルネス山にはもう一つの祭壇もあり、人々はその上で、ある時は雨を降らせるゼウス、またある時は災いを払うゼウスと呼んで犠牲を捧げる。また、アンケスモスという大きくない山があり、アンケスモスのゼウスの像がある。しかし、島々の記述に移る前に、デモス(区)に関する事柄を再び詳しく説明しよう。マラトンというデモスがあり、これはアテナイ人の市街からも、エウボイアのカリュストスからも等しい距離にある。アッティカのこの場所に異民族たちが上陸したが、彼らは戦闘で敗北し、船を出して退却する際にいくつかの船を失った。そして平原にはアテナイ人の墓があり、その上にはそれぞれの部族ごとに戦死者の名前を記した碑が立っており、またボイオティアのプラタイアイ人と奴隷たちのための別の墓もある。というのも、この時初めて奴隷たちも共に戦ったからである。また、キモンの子ミルティアデスの個人の墓もあるが、彼の死は、彼がパロス島での攻略に失敗し、そのためにアテナイ人によって裁判にかけられた後、のちに起こったものである。ここでは夜ごと、馬のいななきと戦う男たちの声を感知することができる。はっきりと見るためにわざわざそこにとどまることは、誰にとっても良い結果をもたらさなかったが、意図せず耳にしたり、あるいは偶然に遭遇した者に対しては、神霊たちの怒りは及ばない。マラトンの住民たちは、この戦闘で亡くなった人々を「英雄」と呼んで崇拝し、またデモスの名前の由来となったマラトンと、ヘラクレスを崇拝しており、ギリシア人の中で自分たちが最も早くヘラクレスを神として認めたと主張している。人々の言うところによれば、戦闘中に、容姿も装備も田舎者風の一人の男が現れたという。この男は、鋤で多くの異民族を殺戮した後、戦闘が終わると姿を消した。アテナイ人が神託に尋ねたところ、神は彼について他には何も神託を与えなかったが、エケトライオスを英雄として崇めるようにと命じた。また、白い大理石で戦勝記念碑も作られている。ペルシア人については、アテナイ人は、人間の死体を土に隠すことは何としても神聖な義務であるとして彼らを埋葬したと言っているが、私は墓を一つも見つけることができなかった。というのも、土丘も他の目印も見ることはできず、彼らは死体を穴に運んで、手当たり次第に投げ入れたからである。マラトンにはマカリアと呼ばれる泉があり、それについて次のように言われている。ヘラクレスがティリュンスからエウリュステウスを逃れて旅立ったとき、彼は友人でありトラキスの王であるケユクスのもとへ移り住んだ。しかし、ヘラクレスが人間界を去った後、エウリュステウスがその子供たちを引き渡すよう要求すると、トラキス王は自らの無力さを告げ、テセウスなら彼らを助けることができると言って、彼らをアテナイへと送った。嘆願者として到着した子供たちは、その時初めてペロポネソス人とアテナイ人との間に戦争を引き起こすことになった。テセウスが、子供たちを要求するエウリュステウスに彼らを引き渡さなかったからである。そして、アテナイ人には、ヘラクレスの子供たちのうちの誰かが自発的に死ななければならず、そうでなければ彼らに勝利はないという神託が下ったと伝えられている。そこで、デイアネイラとヘラクレスの娘マカリアが自ら命を絶ち、アテナイ人に戦争の勝利をもたらすとともに、泉に自分の名から取った名前を残した。マラトンには、大部分が沼地である湖がある。この湖に、道に不案内なために逃亡中の異民族たちが落ち込み、このために彼らに多大な殺戮が起こったと言われている。湖の上方には、アルタプレネスの馬たちのための石造りの飼い葉桶があり、岩には天幕の跡がある。また、湖から川が流れ出ており、湖に近いところでは家畜に適した水を提供しているが、海への流出口の近くではすでに塩気を帯び、海の魚で満ちている。平原から少し離れたところにパンの山と、一見に値する洞窟がある。そこへの入り口は狭いが、中に入ると部屋や浴場があり、また「パンの山羊の群れ」と呼ばれるものがあるが、これは大部分が山羊に似た岩である。

語釈・文法注

  1. 1.32.1τῆς Ἀλαζώνων — 冠詞 `τῆς` は先行する女性単数名詞 `νομῆς`(牧草地、またはその土地)を指しており、「アラゾネス人の[牧草地]を除いて」を意味する。この省略によって、ヒュメットス山とアラゾネスの地における放牧環境の対比が緊密に示されている。
  2. 1.32.4οὐκ ἔστιν ὅτῳ συνήνεγκεν — 非人称の `ἔστιν` と関係代名詞与格 `ὅτῳ`(= ᾧτινι)の組み合わせで「〜する者はいない」を意味し、動詞 `συνήνεγκεν`(`συμφέρω`「益となる、うまくいく」のアオリスト)を伴って「それが益となった者は誰一人いない(誰にとっても良い結果にならなかった)」となる。主格不定詞句 `καταστῆναι δὲ ἐς ἐναργῆ θέαν` が文全体の論理的な主語。
  3. 1.32.6ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται — 主格分詞 `ἀφικόμενοι` とその主語 `οἱ παῖδες`(子供たち)は、主節の動詞 `ποιοῦσι` の主語(ペロポネソス人)と一致しない(一種のアナコルトン、あるいは緩い主格絶対分詞)。意味的には「子供たちが哀訴者として到着したことが原因となり、ペロポネソス人は戦争を起こした」という因果関係を緊密に繋いでいる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.32.1-1.32.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.32.1-1.32.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。