Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.31.1-1.31.6

アッティカの小デーモスの聖所と祭祀

37 / 465 箇所 · ギリシア語

要旨

アッティカ地方の様々な小デーモス(区)に存在する神殿、祭壇、墓などの聖所と、それぞれの地における独特の信仰や地名の由来が記述される。

§1.31.1δῆμοι δὲ οἱ μικροὶ τῆς Ἀττικῆς, ὡς ἔτυχεν ἕκαστος οἰκισθείς, τάδε ἐς μνήμην παρείχοντο·
アッティカの小さなデーモス(区)は、それぞれがたまたま創建された歴史に応じて、記憶に残るものとして以下のものを有している。
Ἀλιμουσίοις μὲν Θεσμοφόρου Δήμητρος καὶ Κόρης ἐστὶν ἱερόν, ἐν Ζωστῆρι δὲ ἐπὶ θαλάσσης καὶ βωμὸς Ἀθηνᾶς καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς.
ハリムースの住民には、テスモポロス・デメテルとコレの神殿があり、ゾーステールには、海辺にアテナ、アポロン、アルテミス、レトの祭壇がある。
τεκεῖν μὲν οὖν Λητὼ τοὺς παῖδας ἐνταῦθα οὔ φασι, λύσασθαι δὲ τὸν ζωστῆρα ὡς τεξομένην, καὶ τῷ χωρίῳ διὰ τοῦτο γενέσθαι τὸ ὄνομα.
人々は、レトがこの地で子供たちを産んだとは言わないが、出産を控えて帯(ゾーステール)を解いたのだと言い、このためにその場所にその名がついたという。
Προσπαλτίοις δέ ἐστι καὶ τούτοις Κόρης καὶ Δήμητρος ἱερόν, Ἀναγυρασίοις δὲ Μητρὸς θεῶν ἱερόν·
プロスパルタの住民にも、彼ら同様にコレとデメテルの神殿があり、アナギュルースの住民には神々の母の神殿がある。
Κεφαλῆσι δὲ οἱ Διόσκουροι νομίζονται μάλιστα, Μεγάλους γὰρ σφᾶς οἱ ταύτῃ θεοὺς ὀνομάζουσιν.
ケファレーでは、ディオスクロイが特に崇拝されており、この地の住民は彼らを「大いなる神々」と呼んでいる。
§1.31.2ἐν δὲ Πρασιεῦσιν Ἀπόλλωνός ἐστι ναός·
プラシアイにはアポロンの神殿がある。
ἐνταῦθα τὰς Ὑπερβορέων ἀπαρχὰς ἰέναι λέγεται, παραδιδόναι δὲ αὐτὰς Ὑπερβορέους μὲν Ἀριμασποῖς, Ἀριμασποὺς δʼ Ἰσσηδόσι, παρὰ δὲ τούτων Σκύθας ἐς Σινώπην κομίζειν, ἐντεῦθεν δὲ φέρεσθαι διὰ Ἑλλήνων ἐς Πρασιάς, Ἀθηναίους δὲ εἶναι τοὺς ἐς Δῆλον ἄγοντας·
ここへヒュペルボレオス人の初穂が届くと言われている。 ヒュペルボレオス人はそれをアリマスポス人に、アリマスポス人はイッセドネス人に引き渡し、彼らからスキタイ人がシノペへと運び、そこからギリシア人たちを経てプラシアイへと運ばれ、アテナイ人がそれをデロス島へと運ぶのだという。
τὰς δὲ ἀπαρχὰς κεκρύφθαι μὲν ἐν καλάμῃ πυρῶν, γινώσκεσθαι δὲ ὑπʼ οὐδένων.
その初穂は小麦の茎に隠されており、中身が何であるかは誰にも知られていないという。
ἔστι δὲ μνῆμα ἐπὶ Πρασιαῖς Ἐρυσίχθονος, ὡς ἐκομίζετο ὀπίσω μετὰ τὴν θεωρίαν ἐκ Δήλου, γενομένης οἱ κατὰ τὸν πλοῦν τῆς τελευτῆς.
プラシアイの近くにはエルシクトンの墓がある。 彼はデロス島への神聖な使節派遣からの帰途、航海中に死が訪れたためである。
§1.31.3Κραναὸν δὲ τὸν βασιλεύσαντα Ἀθηναίων ὅτι μὲν ἐξέβαλεν Ἀμφικτύων κηδεστὴν ὄντα, ἔτι πρότερον εἴρηταί μοι·
アテナイの王であったクラナオスを、アムピクテュオンが自らの義父であったにもかかわらず追放したことは、すでに以前に私が述べた。
φυγόντα δὲ αὐτὸν σὺν τοῖς στασιώταις ἐς τὸν δῆμον τὸν Λαμπτρέα ἀποθανεῖν τε αὐτοῦ καὶ ταφῆναί φασι, καὶ ἔστι καὶ ἐς ἐμὲ ἐν τοῖς Λαμπτρεῦσι Κραναοῦ μνῆμα.
しかし、彼が自らの党派の者たちとともにランプトライのデーモスへと逃れ、そこで死んで葬られたと人々は言っている。 そして私の時代にいたるまで、ランプトライの住民の中にクラナオスの墓が存在している。
Ἴωνος δὲ τοῦ Ξούθου —καὶ γὰρ οὗτος ᾤκησε παρὰ Ἀθηναίοις καὶ Ἀθηναίων ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Ἐλευσινίους ἐπολεμάρχησε —τάφος ἐν Ποταμοῖς ἐστι τῆς χώρας.
クスートスの子イオン――彼もまたアテナイ人のもとに居住し、エレウシス人との戦争の際にはアテナイ人の軍司令官を務めたが――の墓は、この地方のポタモイにある。
§1.31.4ταῦτα μὲν δὴ οὕτω λέγεται, Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις τοῖς μὲν Ἀπόλλωνος Διονυσοδότου καὶ Ἀρτέμιδος Σελασφόρου βωμοὶ Διονύσου τε Ἀνθίου καὶ νυμφῶν Ἰσμηνίδων καὶ Γῆς, ἣν Μεγάλην θεὸν ὀνομάζουσι·
これらはそのように言われている。 他方、プリュアの住民とミュリヌースの住民においては―― 前者には、ディオニュソドトス・アポロンとセラスポロス・アルテミスの祭壇、およびアンティオス・ディオニュソス、イスメニスのニンフたち、そして彼女を「偉大な女神」と呼ぶ大地の神の祭壇がある。
ναὸς δὲ ἕτερος ἔχει βωμοὺς Δήμητρος Ἀνησιδώρας καὶ Διὸς Κτησίου καὶ Τιθρωνῆς Ἀθηνᾶς καὶ Κόρης Πρωτογόνης καὶ Σεμνῶν ὀνομαζομένων θεῶν·
別の神殿には、アネシドラ・デメテル、クテシオス・ゼウス、ティトロネ・アテナ、プロトゴネ・コレ、および「厳かな」と呼ばれる女神たちの祭壇がある。
τὸ δὲ ἐν Μυρρινοῦντι ξόανόν ἐστι Κολαινίδος.
ミュリヌースにある木彫神像はコライニスの神像である。
Ἀθμονεῖς δὲ τιμῶσιν Ἀμαρυσίαν Ἄρτεμιν·
アトモノンの住民は、アマリュスィア・アルテミスを崇拝している。
§1.31.5πυνθανόμενος δὲ σαφὲς οὐδὲν ἐς αὐτὰς ἐπισταμένους τοὺς ἐξηγητὰς εὗρον, αὐτὸς δὲ συμβάλλομαι τῇδε.
私はこれらについて尋ねてみたが、案内人たちが確かなことを何も知らないのが分かったので、自分自身でこのように推測する。
ἔστιν Ἀμάρυνθος ἐν Εὐβοίᾳ·
エウボイアにアマリュントスという地がある。
καὶ γὰρ οἱ ταύτῃ τιμῶσιν Ἀμαρυσίαν, ἑορτὴν δὲ καὶ Ἀθηναῖοι τῆς Ἀμαρυσίας ἄγουσιν οὐδέν τι Εὐβοέων ἀφανέστερον·
そこの住民もアマリュスィアを崇拝しており、アテナイ人もまた、エウボイア人たちに劣らず華やかにアマリュスィアの祭を催す。
ταύτῃ μὲν γενέσθαι τὸ ὄνομα ἐπὶ τούτῳ παρὰ Ἀθμονεῦσιν ἡγοῦμαι, τὴν δὲ ἐν Μυρρινοῦντι Κολαινίδα ἀπὸ Κολαίνου καλεῖσθαι.
この理由に基づいて、アトモノンの住民においてその名が生じたのだと私は考えている。 他方、ミュリヌースにおけるコライニスは、コライノスにちなんで呼ばれているのだと考える。
γέγραπται δʼ ἤδη μοι τῶν ἐν τοῖς δήμοις φάναι πολλοὺς ὡς καὶ πρὸ τῆς ἀρχῆς ἐβασιλεύοντο τῆς Κέκροπος·
諸デーモスの住民の多くが、ケクロプスの支配以前にも王たちによって統治されていたと主張していることを、私はすでに書いた。
ἔστι δὲ ὁ Κόλαινος ἀνδρὸς ὄνομα πρότερον ἢ Κέκροψ ἐβασίλευσεν —ὡς οἱ Μυρρινούσιοι λέγουσιν—ἄρξαντος.
そして、コライノスとは、ケクロプスが王となる以前に支配した人物の名前である――ミュリヌースの住民が言うには――。
§1.31.6ἔστι δὲ Ἀχαρναὶ δῆμος·
アカルナイというデーモスがある。
οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα.
ここの住民は諸神のうち、アギュイエウス・アポロンとヘラクレスを崇拝している。
καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας·
また、ヒュギエイア・アテナの祭壇もある。
τὴν δʼ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες.
さらに彼らは、ヒッピア・アテナ、およびメルポメノス・ディオニュソス、そしてキッソス(ツタ)の神を同一の神として呼び、ツタという植物がこの地で最初に現れたと言っている。

語釈・文法注

  1. 1.31.1ὡς ἔτυχεν ἕκαστος οἰκισθείς — 「それぞれが(どのように)たまたま創建されたかに応じて」の意。先行する δῆμοι οἱ μικροὶ への連鎖として、各区がアテナイという都市国家に統合される以前に、独自の歴史と神話的起源を持って自然発生的に形成されたことを示唆している。
  2. 1.31.2ἀπαρχὰς ἰέναι λέγεται — 対格不定詞句が連続する長文の起点。主動詞 λέγεται に対する主語(主格)として τὰς Ὑπερβορέων ἀπαρχάς があり、それに続く不定詞(ἰέναι, παραδιδόναι, κομίζειν, φέρεσθαι)がすべてこの間接話法(伝聞)の支配下にある。初穂の伝播経路を段階的に追う構造。
  3. 1.31.3Κραναὸν δὲ τὸν βασιλεύσαντα ... ὅτι μὲν ἐξέβαλεν — 先取り(prolepsis)の構文。文頭の対格「クラナオス」は、後ろの ὅτι 節の主語となるべき名詞が主節の目的語(先取り)の形をとって文頭に配置されたもの。
  4. 1.31.4τοῖς μὲν ... ναὸς δὲ ἕτερος — 文頭の与格 `Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις` のうち、`τοῖς μὲν`(前者=プリュアの住民には)が受けて対応する。後半の `ναὸς δὲ ἕτερος`(もう一つの神殿は)という主語の変化により、`Μυρρινούσιοι`(後者)への直接の文脈的対比が途中で変形し、区ごとの詳細な祭壇記述へと移行している。
  5. 1.31.5των ἐν τοῖς δήμοις φάναι πολλοὺς — 動詞 γέγραπται の主語となる ὡς 節の内部で、対格不定詞(πολλοὺς ... φάναι)が用いられている間接話法。さらにその不定詞 φάναι の目的語(内容)として ὡς 節(ὡς ... ἐβασιλεύοντο)が続くという、重層的な従属構造を持つ。
  6. 1.31.6τὴν δʼ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν — `ὀνομάζουσι` の目的語の構成において、`τὴν δʼ Ἱππίαν Ἀθηνᾶν`(ヒッピア・アテナと[呼ぶ])と、`Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν`(メルポメノス・ディオニュソスと、同一の神としてのキッソスを[呼ぶ])が結びついている。後者ではディオニュソスとキッソスが「同一の神」として同定されている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.31.1-1.31.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.31.1-1.31.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。