§1.33.1Μαραθῶνος δὲ ἀπέχει τῇ μὲν Βραυρών, ἔνθα Ἰφιγένειαν τὴν Ἀγαμέμνονος ἐκ Ταύρων φεύγουσαν τὸ ἄγαλμα ἀγομένην τὸ Ἀρτέμιδος ἀποβῆναι λέγουσι, καταλιποῦσαν δὲ τὸ ἄγαλμα ταύτῃ καὶ ἐς Ἀθήνας καὶ ὕστερον ἐς Ἄργος ἀφικέσθαι·
マラトンから一方の方向にはブラウロンが離れており、そこには、アガメムノンの娘イピゲネイアがタウロイ人の土地から逃れる際、アルテミスの神像を携えて上陸したと言い伝えられている。 そして彼女はその神像をそこに残し、アテナイへ、のちにアルゴスへと赴いたという。
ξόανον μὲν δὴ καὶ αὐτόθι ἐστὶν Ἀρτέμιδος ἀρχαῖον, τὸ δὲ ἐκ τῶν βαρβάρων οἵτινες κατὰ γνώμην ἔχουσι τὴν ἐμήν, ἐν ἑτέρῳ λόγῳ δηλώσω·
実のところ、そこにもアルテミスの古い木像があるが、異族のものであるその神像のうち、私の意見においてそれ(真のもの)に該当するものがどれであるかについては、別の箇所で明らかにする。
§1.33.2Μαραθῶνος δὲ σταδίους μάλιστα ἑξήκοντα ἀπέχει Ῥαμνοῦς τὴν παρὰ θάλασσαν ἰοῦσιν ἐς Ὠρωπόν.
また、オロポスへと海沿いに進む者にとって、ラムヌスはマラトンからおよそ六十スタディオン離れている。
καὶ αἱ μὲν οἰκήσεις ἐπὶ θαλάσσῃ τοῖς ἀνθρώποις εἰσί, μικρὸν δὲ ἀπὸ θαλάσσης ἄνω Νεμέσεώς ἐστιν ἱερόν, ἣ θεῶν μάλιστα ἀνθρώποις ὑβρισταῖς ἐστιν ἀπαραίτητος.
そして、人々の住居は海沿いにあるが、海から少し上がったところにネメシスの聖域があり、彼女は諸神の中で最も、傲慢な人間に対して容赦のない神である。
δοκεῖ δὲ καὶ τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα τῶν βαρβάρων ἀπαντῆσαι μήνιμα ἐκ τῆς θεοῦ ταύτης·
マラトンに上陸した異族たちにも、この女神からの怒りが降りかかったと思われる。
καταφρονήσαντες γὰρ μηδέν σφισιν ἐμποδὼν εἶναι τὰς Ἀθήνας ἑλεῖν, λίθον Πάριον ὡς ἐπʼ ἐξειργασμένοις ἦγον ἐς τροπαίου ποίησιν.
なぜなら彼らは、アテナイを占領するのに何も障害はないと侮り、すでに万事仕上がったかのように、戦勝記念碑を作るためにパロス島の大理石を持参していたからである。
§1.33.3τοῦτον Φειδίας τὸν λίθον εἰργάσατο ἄγαλμα μὲν εἶναι Νεμέσεως, τῇ κεφαλῇ δὲ ἔπεστι τῆς θεοῦ στέφανος ἐλάφους ἔχων καὶ Νίκης ἀγάλματα οὐ μεγάλα·
ペイディアスはこの大理石を加工してネメシスの像とした。 その女神の頭には、鹿たちと、大きくはない勝利の女神の像があしらわれた冠が載っている。
ταῖς δὲ χερσὶν ἔχει τῇ μὲν κλάδον μηλέας, τῆ δεξιᾷ δὲ φιάλην, Αἰθίοπες δὲ ἐπὶ τῇ φιάλῃ πεποίηνται.
そして両手には、一方にリンゴの木の枝を、右手には杯を持っており、その杯の上にはエチオピア人たちが象られている。
συμβαλέσθαι δὲ τὸ ἐς τοὺς Αἰθίοπας οὔτε αὐτὸς εἶχον οὔτε ἀπεδεχόμην τῶν συνιέναι πειθομένων, οἳ πεποιῆσθαι σφᾶς ἐπὶ τῇ φιάλῃ φασὶ διὰ ποταμὸν Ὠκεανόν·
なぜエチオピア人たちなのかということについて、私自身も理由を推し量る(解釈する)ことができなかったし、それを理解していると自負する者たちの説も受け入れられなかった。 彼らは、オケアノス大河のゆえに彼らが杯の上に作られたのだと主張する。
οἰκεῖν γὰρ Αἰθίοπας ἐπʼ αὐτῷ, Νεμέσει δὲ εἶναι πατέρα Ὠκεανόν.
すなわち、エチオピア人はその川のほとりに住んでおり、ネメシスの父はオケアノスだからというのである。
§1.33.4Ὠκεανῷ γὰρ οὐ ποταμῷ, θαλάσσῃ δὲ ἐσχάτῃ τῆς ὑπὸ ἀνθρώπων πλεομένης προσοικοῦσιν Ἴβηρες καὶ Κελτοί, καὶ νῆσον Ὠκεανὸς ἔχει τὴν Βρεττανῶν·
というのも、川ではなく、人間によって航海される最果ての海であるオケアノスの傍らには、イベリア人とケルト人が住んでおり、またオケアノスはブリタニア人の島を抱えているからである。
Αἰθιόπων δὲ τῶν ὑπὲρ Συήνης ἐπὶ θάλασσαν ἔσχατοι τὴν Ἐρυθρὰν κατοικοῦσιν Ἰχθυοφάγοι, καὶ ὁ κόλπος ὃν περιοικοῦσιν Ἰχθυοφάγων ὀνομάζεται.
他方、スエネの彼方にいるエチオピア人のうち、紅海沿いの最果てに住んでいるのは魚食人であり、彼らが周囲に住んでいる湾は魚食人の湾と呼ばれている。
οἱ δὲ δικαιότατοι Μερόην πόλιν καὶ πεδίον Αἰθιοπικὸν καλούμενον οἰκοῦσιν·
また、最も正しい人々は、メロエという都市と、エチオピア平原と呼ばれる場所に住んでいる。
οὗτοι καὶ τὴν ἡλίου τράπεζάν εἰσιν οἱ δεικνύντες, οὐδέ σφισιν ἔστιν οὔτε θάλασσα οὔτε ποταμὸς ἄλλος γε ἢ Νεῖλος.
彼らこそが太陽の食卓を指し示す者たちであり、彼らの地には海もなく、ナイル川以外に川はない。
§1.33.5εἰσὶ δὲ καὶ ἄλλοι πρόσοικοι Μαύροις Αἰθίοπες ἄχρι Νασαμώνων παρήκοντες.
また、マウロイ人に隣接し、ナサモネス人の地まで広がっている他のエチオピア人たちもいる。
Νασαμῶνες γάρ, οὓς Ἄτλαντας Ἡρόδοτος, οἱ δὲ μέτρα φάμενοι γῆς εἰδέναι Λιξίτας καλοῦσι, Λιβύων οἱ ἔσχατοι πρὸς Ἄτλαντι οἰκοῦσι σπείροντες μὲν οὐδέν, ἀπὸ δὲ ἀμπέλων ζῶντες ἀγρίων.
というのも、ヘロドトスがアトラス人と呼び、土地の測量を知っていると主張する人々がリクシタイ人と呼ぶナサモネス人は、アトラス山の近くに住むリビア人の最果ての人々であり、何も種を蒔かず、野生のブドウによって暮らしているからである。
ποταμὸς δὲ οὐδὲ τούτοις τοῖς Αἰθίοψιν οὐδὲ τοῖς Νασαμῶσίν ἐστιν οὐδείς·
また、これらのエチオピア人にもナサモネス人にも、川は全く存在しない。
τὸ γὰρ πρὸς τῷ Ἄτλαντι ὕδωρ, τρισί παρεχόμενον ἀρχὰς ῥεύμασιν, οὐδὲν τῶν ῥευμάτων ποιεῖ ποταμόν, ἀλλὰ πᾶν ὁμοίως αὐτίκα ἔχει συλλαβοῦσα ἡ ψάμμος.
なぜなら、アトラス山の近くにある水は、三つの流れに源泉を与えているものの、それらの流れのどれも川とはならず、砂がそれらすべてを直ちに同様に飲み込んでしまうからである。
οὕτως Αἰθίοπες ποταμῷ γε οὐδενὶ προσοικοῦσιν Ὠκεανῷ.
このようにして、エチオピア人はオケアノスといういかなる川の近くにも住んではいないのである。
§1.33.6τὸ δὲ ὕδωρ τὸ ἐκ τοῦ Ἄτλαντος θολερόν τέ ἐστι καὶ πρὸς τῇ πηγῇ κροκόδειλοι διπήχεων ἦσαν οὐκ ἐλάσσους, προσιόντων δὲ τῶν ἀνθρώπων κατεδύοντο ἐς τὴν πηγήν.
アトラス山から出る水は濁っており、その源泉の近くには二ペキュスを下回らない大きさのワニがいて、人間が近づくと源泉の中に潜っていった。
παρίστατο δὲ οὐκ ὀλίγοις τὸ ὕδωρ τοῦτο ἀναφαινόμενον αὖθις ἐκ τῆς ψάμμου ποιεῖν τὸν Νεῖλον Αἰγυπτίοις.
多くの人々にとって、この水が砂の中から再び現れて、エジプト人のためのナイル川を形成しているのではないかという考えが生じた。
ὁ δὲ Ἄτλας ὄρος ὑψηλὸν μέν ἐστιν οὕτως ὥστε καὶ λέγεται ταῖς κορυφαῖς ψαύειν τοῦ οὐρανοῦ, ἄβατον δὲ ὑπὸ ὕδατος καὶ δένδρων ἃ διὰ παντὸς πέφυκε·
一方、アトラス山は非常に高い山であり、その山頂は天に触れていると言われるほどであるが、いたるところに生い茂る木々と水のために立ち入ることはできない。
τὰ μὲν δὴ πρὸς τοὺς Νασαμῶνας αὐτοῦ γινώσκεται, τὰ δὲ ἐς τὸ πέλαγος οὐδένα πω παραπλεύσαντα ἴσμεν.
その山のうちナサモネス人に面した部分は知られているが、海に面した部分については、これまでに航海した者を私たちは誰も知らない。
§1.33.7τάδε μὲν ἐς τοσοῦτον εἰρήσθω·
これらのことについてはこれくらいにしておこう。
πτερὰ δʼ ἔχον οὔτε τοῦτο τὸ ἄγαλμα Νεμέσεως οὔτε ἄλλο πεποίηται τῶν ἀρχαίων, ἐπεὶ μηδὲ Σμυρναίοις τὰ ἁγιώτατα ξόανα ἔχει πτερά·
このネメシスの像も、古代の他の像も、翼を持つようには作られていない。 スミュルナの人々にとって最も神聖な木像でさえ翼を持っていないからである。
οἱ δὲ ὕστερον—ἐπιφαίνεσθαι γὰρ τὴν θεὸν μάλιστα ἐπὶ τῷ ἐρᾶν ἐθέλουσιν—ἐπὶ τούτῳ Νεμέσει πτερὰ ὥσπερ Ἔρωτι ποιοῦσι.
しかし後世の人々は、女神が特に恋愛に関して姿を現すことを望むため、そのためにネメシスにエロスのような翼をつけるのである。
νῦν δὲ ἤδη δίειμι ὁπόσα ἐπὶ τῷ βάθρῳ τοῦ ἀγάλματός ἐστιν εἰργασμένα, τοσόνδε ἐς τὸ σαφὲς προδηλώσας.
さて、明確にするためにこれだけのことをあらかじめ明らかにした上で、私は今やその像の台座に彫られているすべてのものを詳しく説明しよう。
Ἑλένῃ Νέμεσιν μητέρα εἶναι λέγουσιν Ἕλληνες, Λήδαν δὲ μαστὸν ἐπισχεῖν αὐτῇ καὶ θρέψαι·
ギリシア人たちは、ヘレネの母はネメシスであり、レダは彼女に乳を与えて育てたのだと言っている。
πατέρα δὲ καὶ οὗτοι καὶ πάντες κατὰ ταὐτὰ Ἑλένης Δία καὶ οὐ Τυνδάρεων εἶναι νομίζουσι.
そして、彼らもまた他のすべての人々と同様に、ヘレネの父はゼウスであり、テュンダレオスではないと考えている。
§1.33.8ταῦτα ἀκηκοὼς Φειδίας πεποίηκεν Ἑλένην ὑπὸ Λήδας ἀγομένην παρὰ τὴν Νέμεσιν, πεποίηκε δὲ Τυνδάρεών τε καὶ τοὺς παῖδας καὶ ἄνδρα σὺν ἵππῳ παρεστηκότα Ἱππέα ὄνομα·
ペイディアスはこれらの伝承を聞いて、レダによってネメシスのところへ連れて行かれるヘレネを制作し、さらにテュンダレオスとその息子たち、そして馬を伴って立っている「ヒッペウス」という名の男を制作した。
ἔστι δὲ Ἀγαμέμνων καὶ Μενέλαος καὶ Πύρρος ὁ Ἀχιλλέως, πρῶτος οὗτος Ἑρμιόνην τὴν Ἑλένης γυναῖκα λαβών·
また、アガメムノン、メネラオス、そしてアキレウスの息子ピュロスがいる。 このピュロスは、ヘレネの娘ヘルミオネを最初に妻とした人物である。
Ὀρέστης δὲ διὰ τὸ ἐς τὴν μητέρα τόλμημα παρείθη, παραμεινάσης τε ἐς ἅπαν Ἑρμιόνης αὐτῷ καὶ τεκούσης παῖδα.
オレステスは、母親に対する大罪のために省かれたが、ヘルミオネは最後まで彼に寄り添い、子供を産んだ。
ἑξῆς δὲ ἐπὶ τῷ βάθρῳ καὶ Ἔποχος καλούμενος καὶ νεανίας ἐστὶν ἕτερος·
さらに台座の上には、エポコスと呼ばれる者と、もう一人の若者が並んでいる。
ἐς τούτους ἄλλο μὲν ἤκουσα οὐδέν, ἀδελφοὺς δὲ εἶναι σφᾶς Οἰνόης, ἀφʼ ἧς ἐστι τὸ ὄνομα τῷ δήμῳ.
彼らについては、私は他に何も聞いていないが、デモスの名前の由来となったオイノエの兄弟であるという。