§1.32.1ὄρη δὲ Ἀθηναίοις ἐστὶ Πεντελικὸν ἔνθα λιθοτομίαι, καὶ Πάρνης παρεχομένη θήραν συῶν ἀγρίων καὶ ἄρκτων, καὶ Ὑμηττὸς ὃς φύει νομὰς μελίσσαις ἐπιτηδειοτάτας πλὴν τῆς Ἀλαζώνων.
As for the mountains for the Athenians, there are Pentelikos, where there are quarries, and Parnes, which provides hunting of wild boars and bears, and Hymettos, which grows the most suitable pastures for bees, except for that of the Alazones.
Ἀλαζῶσι γὰρ συνήθεις ὁμοῦ τοῖς ἄλλοις ἐς νομὰς ἰοῦσιν εἰσὶν ἄφετοι καὶ μέλισσαι, οὐδὲ σφᾶς ἐς σίμβλους καθείρξαντες ἔχουσιν· αἱ δὲ ἐργάζονταί τε ὡς ἔτυχον τῆς χώρας καὶ συμφυὲς τὸ ἔργον αὐταῖς ἐστιν, ἰδίᾳ δὲ οὔτε κηρὸν οὔτε μέλι ἀπʼ αὐτοῦ ποιήσεις.
For among the Alazones, the bees also, being released, are accustomed to go out to the pastures along with the other animals, nor do they keep them shut up in hives; and they work in whatever part of the country they happen to be, and the work is natural to them, but you cannot make wax or honey from it individually.
τοῦτο μὲν τοιοῦτόν ἐστιν, Ἀθηναίοις δὲ τὰ ὄρη καὶ θεῶν ἀγάλματα ἔχει·
This indeed is so, but for the Athenians the mountains also have images of the gods.
§1.32.2Πεντελῆσι μὲν Ἀθηνᾶς, ἐν Ὑμηττῷ δὲ ἄγαλμά ἐστιν Ὑμηττίου Διός, βωμοὶ δὲ καὶ Ὀμβρίου Διὸς καὶ Ἀπόλλωνός εἰσι Προοψίου.
In Pentele there is one of Athena, and on Hymettos there is an image of Hymettian Zeus, and there are also altars of Zeus Ombrios and of Apollo Proopsios.
καὶ ἐν Πάρνηθι Παρνήθιος Ζεὺς χαλκοῦς ἐστι καὶ βωμὸς Σημαλέου Διός· ἔστι δὲ ἐν τῇ Πάρνηθι καὶ ἄλλος βωμός, θύουσι δὲ ἐπʼ αὐτοῦ τοτὲ μὲν Ὄμβριον τοτὲ δὲ Ἀπήμιον καλοῦντες Δία.
And on Parnes there is a bronze Parnethian Zeus and an altar of Zeus Semaleos; and there is also another altar on Parnes, and they sacrifice upon it, calling upon Zeus sometimes as Ombrios and sometimes as Apemios.
καὶ Ἀγχεσμὸς ὄρος ἐστὶν οὐ μέγα καὶ Διὸς ἄγαλμα Ἀγχεσμίου.
There is also Mt. Anchesmos, which is not large, and an image of Anchesmian Zeus.
§1.32.3πρὶν δὲ ἢ τῶν νήσων ἐς ἀφήγησιν τραπέσθαι, τὰ ἐς τοὺς δήμους ἔχοντα αὖθις ἐπέξειμι.
But before turning to the narrative of the islands, I will again go through the matters concerning the demes.
δῆμός ἐστι Μαραθὼν ἴσον τῆς πόλεως τῶν Ἀθηναίων ἀπέχων καὶ Καρύστου τῆς ἐν Εὐβοίᾳ· ταύτῃ τῆς Ἀττικῆς ἔσχον οἱ βάρβαροι καὶ μάχῃ τε ἐκρατήθησαν καί τινας ὡς ἀνήγοντο ἀπώλεσαν τῶν νεῶν.
There is a deme called Marathon, distant equally from the city of the Athenians and from Karystos in Euboea; at this place of Attica the barbarians landed, and they were defeated in battle and lost some of their ships as they were putting out to sea.
τάφος δὲ ἐν τῷ πεδίῳ Ἀθηναίων ἐστίν, ἐπὶ δὲ αὐτῷ στῆλαι τὰ ὀνόματα τῶν ἀποθανόντων κατὰ φυλὰς ἑκάστων ἔχουσαι, καὶ ἕτερος Πλαταιεῦσι Βοιωτῶν καὶ δούλοις· ἐμαχέσαντο γὰρ καὶ δοῦλοι τότε πρῶτον.
And there is a tomb of the Athenians in the plain, and upon it are stelae containing the names of those who died according to their respective tribes, and another for the Boeotian Plataeans and for the slaves; for then for the first time slaves also fought.
§1.32.4καὶ ἀνδρός ἐστιν ἰδίᾳ μνῆμα Μιλτιάδου τοῦ Κίμωνος, συμβάσης ὕστερόν οἱ τῆς τελευτῆς Πάρου τε ἁμαρτόντι καὶ διʼ αὐτὸ ἐς κρίσιν Ἀθηναίοις καταστάντι.
And there is a private monument of Miltiades the son of Cimon, his death having occurred to him later after he had failed at Paros and because of this had been brought to trial by the Athenians.
ἐνταῦθα ἀνὰ πᾶσαν νύκτα καὶ ἵππων χρεμετιζόντων καὶ ἀνδρῶν μαχομένων ἔστιν αἰσθέσθαι· καταστῆναι δὲ ἐς ἐναργῆ θέαν ἐπίτηδες μὲν οὐκ ἔστιν ὅτῳ συνήνεγκεν, ἀνηκόῳ δὲ ὄντι καὶ ἄλλως συμβὰν οὐκ ἔστιν ἐκ τῶν δαιμόνων ὀργή.
Here through every night one can perceive both horses neighing and men fighting; but as for standing there for a clear view, it has never turned out well for anyone who did so on purpose, but for one who hears it without intending to or in some other accidental way, there is no anger from the spirits.
σέβονται δὲ οἱ Μαραθώνιοι τούτους τε οἳ παρὰ τὴν μάχην ἀπέθανον ἥρωας ὀνομάζοντες καὶ Μαραθῶνα ἀφʼ οὗ τῷ δήμῳ τὸ ὄνομά ἐστι καὶ Ἡρακλέα, φάμενοι πρώτοις Ἑλλήνων σφίσιν Ἡρακλέα θεὸν νομισθῆναι.
And the Marathonians worship both those who died in the battle, calling them heroes, and Marathon, from whom the deme has its name, and Heracles, saying that Heracles was first regarded by them as a god among the Greeks.
§1.32.5συνέβη δὲ ὡς λέγουσιν ἄνδρα ἐν τῇ μάχῃ παρεῖναι τὸ εἶδος καὶ τὴν σκευὴν ἄγροικον· οὗτος τῶν βαρβάρων πολλοὺς καταφονεύσας ἀρότρῳ μετὰ τὸ ἔργον ἦν ἀφανής· ἐρομένοις δὲ Ἀθηναίοις ἄλλο μὲν ὁ θεὸς ἐς αὐτὸν ἔχρησεν οὐδέν, τιμᾶν δὲ Ἐχετλαῖον ἐκέλευσεν ἥρωα.
And it happened, as they say, that a man was present in the battle, rustic in appearance and equipment; having slaughtered many of the barbarians with a plow, he vanished after the action; and when the Athenians inquired, the god gave no other oracle concerning him, but ordered them to honor Echetlaeus as a hero.
πεποίηται δὲ καὶ τρόπαιον λίθου λευκοῦ.
And a trophy of white stone has also been made.
τοὺς δὲ Μήδους Ἀθηναῖοι μὲν θάψαι λέγουσιν ὡς πάντως ὅσιον ἀνθρώπου νεκρὸν γῇ κρύψαι, τάφον δὲ οὐδένα εὑρεῖν ἐδυνάμην· οὔτε γὰρ χῶμα οὔτε ἄλλο σημεῖον ἦν ἰδεῖν, ἐς ὄρυγμα δὲ φέροντες σφᾶς ὡς τύχοιεν ἐσέβαλον.
As for the Medes, the Athenians say that they buried them, since it is by all means a sacred duty to hide a human corpse in the earth, but I was unable to find any tomb; for there was neither a mound nor any other sign to be seen, but carrying them to a pit, they threw them in as they happened.
§1.32.6ἔστι δὲ ἐν τῷ Μαραθῶνι πηγὴ καλουμένη Μακαρία, καὶ τοιάδε ἐς αὐτὴν λέγουσιν.
And there is in Marathon a spring called Macaria, and they say the following about it.
Ἡρακλῆς ὡς ἐκ Τίρυνθος ἔφευγεν Εὐρυσθέα, παρὰ Κήυκα φίλον ὄντα μετοικίζεται βασιλεύοντα Τραχῖνος.
When Heracles was fleeing Eurystheus from Tiryns, he migrated to Ceyx who was his friend and who ruled over Trachis.
ἐπεὶ δὲ ἀπελθόντος ἐξ ἀνθρώπων Ἡρακλέους ἐξῄτει τοὺς παῖδας Εὐρυσθεύς, ἐς Ἀθήνας πέμπει σφᾶς ὁ Τραχίνιος ἀσθένειάν τε λέγων τὴν αὑτοῦ καὶ Θησέα οὐκ ἀδύνατον εἶναι τιμωρεῖν· ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται πρῶτον τότε Πελοποννησίοις ποιοῦσι πόλεμον πρὸς Ἀθηναίους, Θησέως σφᾶς οὐκ ἐκδόντος αἰτοῦντι Εὐρυσθεῖ.
But when, after Heracles had departed from men, Eurystheus demanded his children, the Trachinian sent them to Athens, mentioning his own weakness and saying that Theseus was not unable to help them; and the children, having arrived as suppliants, then for the first time caused a war between the Peloponnesians and the Athenians, since Theseus did not surrender them to Eurystheus when he demanded them.
λέγουσι δὲ Ἀθηναίοις γενέσθαι χρησμὸν τῶν παίδων ἀποθανεῖν χρῆναι τῶν Ἡρακλέους τινὰ ἐθελοντήν, ἐπεὶ ἄλλως γε οὐκ εἶναι νίκην σφίσιν· ἐνταῦθα Μακαρία Δηιανείρας καὶ Ἡρακλέους θυγάτηρ ἀποσφάξασα ἑαυτὴν ἔδωκεν Ἀθηναίοις τε κρατῆσαι τῷ πολέμῳ καὶ τῇ πηγῇ τὸ ὄνομα ἀφʼ αὑτῆς.
And they say that an oracle came to the Athenians that one of the children of Heracles must die voluntarily, since otherwise there could be no victory for them; thereupon Macaria, the daughter of Deianira and Heracles, slaughtered herself and gave both victory in the war to the Athenians and her own name to the spring.
§1.32.7ἔστι δὲ ἐν τῷ Μαραθῶνι λίμνη τὰ πολλὰ ἑλώδης· ἐς ταύτην ἀπειρίᾳ τῶν ὁδῶν φεύγοντες ἐσπίπτουσιν οἱ βάρβαροι, καί σφισι τὸν φόνον τὸν πολὺν ἐπὶ τούτῳ συμβῆναι λέγουσιν· ὑπὲρ δὲ τὴν λίμνην φάτναι εἰσὶ λίθου τῶν ἵππων τῶν Ἀρταφέρνους καὶ σημεῖα ἐν πέτραις σκηνῆς.
And there is in Marathon a lake which is for the most part marshy; into this, through ignorance of the roads, the barbarians fell while fleeing, and they say that the great slaughter occurred to them because of this; and above the lake are stone mangers of the horses of Artaphernes and marks of a tent on the rocks.
ῥεῖ δὲ καὶ ποταμὸς ἐκ τῆς λίμνης, τὰ μὲν πρὸς αὐτῇ τῇ λίμνῃ βοσκήμασιν ὕδωρ ἐπιτήδειον παρεχόμενος, κατὰ δὲ τὴν ἐκβολὴν τὴν ἐς τὸ πέλαγος ἁλμυρὸς ἤδη γίνεται καὶ ἰχθύων τῶν θαλασσίων πλήρης.
And a river also flows out of the lake, providing water suitable for cattle near the lake itself, but near its outlet into the sea it becomes already salty and full of sea fish.
ὀλίγον δὲ ἀπωτέρω τοῦ πεδίου Πανός ἐστιν ὄρος καὶ σπήλαιον θέας ἄξιον· ἔσοδος μὲν ἐς αὐτὸ στενή, παρελθοῦσι δέ εἰσιν οἶκοι καὶ λουτρὰ καὶ καλούμενον Πανὸς αἰπόλιον, πέτραι τὰ πολλὰ αἰξὶν εἰκασμέναι.
A little further from the plain is a mountain of Pan and a cave worth seeing; the entrance into it is narrow, but to those who have entered there are rooms and baths and what is called "Pan's flock of goats," which are for the most part rocks resembling goats.