Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.32.1-1.32.7

阿提卡的山脉与马拉松战迹

第 38 段,共 465 段 · 希腊语

内容简介

作者介绍了阿提卡地区的主要山脉及其神像,随后详细阐述了著名德摩斯马拉松的战迹、英雄崇拜、马卡里亚泉的传说以及潘神之洞窟。

§1.32.1ὄρη δὲ Ἀθηναίοις ἐστὶ Πεντελικὸν ἔνθα λιθοτομίαι, καὶ Πάρνης παρεχομένη θήραν συῶν ἀγρίων καὶ ἄρκτων, καὶ Ὑμηττὸς ὃς φύει νομὰς μελίσσαις ἐπιτηδειοτάτας πλὴν τῆς Ἀλαζώνων.
对于雅典人来说,山脉有产石料的彭特利孔山、提供野猪和熊狩猎的帕尔内斯山,以及生长着最适宜蜜蜂牧草的许墨托斯山(除了阿拉佐内斯人的地方)。
Ἀλαζῶσι γὰρ συνήθεις ὁμοῦ τοῖς ἄλλοις ἐς νομὰς ἰοῦσιν εἰσὶν ἄφετοι καὶ μέλισσαι, οὐδὲ σφᾶς ἐς σίμβλους καθείρξαντες ἔχουσιν· αἱ δὲ ἐργάζονταί τε ὡς ἔτυχον τῆς χώρας καὶ συμφυὲς τὸ ἔργον αὐταῖς ἐστιν, ἰδίᾳ δὲ οὔτε κηρὸν οὔτε μέλι ἀπʼ αὐτοῦ ποιήσεις.
因为在阿拉佐内斯人那里,放养的蜜蜂也习惯于与其他牲畜一起前往牧地,人们并不把它们关在蜂箱里;它们在土地的任何地方随意工作,这种工作对它们来说是天生的,但你无法单独从中制出蜂蜡或蜂蜜。
τοῦτο μὲν τοιοῦτόν ἐστιν, Ἀθηναίοις δὲ τὰ ὄρη καὶ θεῶν ἀγάλματα ἔχει·
这确实是如此。 另一方面,对雅典人来说,这些山脉也拥有神明雕像。
§1.32.2Πεντελῆσι μὲν Ἀθηνᾶς, ἐν Ὑμηττῷ δὲ ἄγαλμά ἐστιν Ὑμηττίου Διός, βωμοὶ δὲ καὶ Ὀμβρίου Διὸς καὶ Ἀπόλλωνός εἰσι Προοψίου.
在彭特莱有一座雅典娜像,在许墨托斯山有一座许墨托斯宙斯像,还有雨神宙斯和前见阿波罗的祭坛。
καὶ ἐν Πάρνηθι Παρνήθιος Ζεὺς χαλκοῦς ἐστι καὶ βωμὸς Σημαλέου Διός· ἔστι δὲ ἐν τῇ Πάρνηθι καὶ ἄλλος βωμός, θύουσι δὲ ἐπʼ αὐτοῦ τοτὲ μὲν Ὄμβριον τοτὲ δὲ Ἀπήμιον καλοῦντες Δία.
在帕尔内斯山有一尊青铜的帕尔内修斯宙斯像和一座示兆宙斯的祭坛;帕尔内斯山还有另一座祭坛,人们在其上献祭,时而称宙斯为雨神,时而称其为驱灾神。
καὶ Ἀγχεσμὸς ὄρος ἐστὶν οὐ μέγα καὶ Διὸς ἄγαλμα Ἀγχεσμίου.
还有一座不大的安刻斯摩斯山,以及一座安刻斯摩斯宙斯像。
§1.32.3πρὶν δὲ ἢ τῶν νήσων ἐς ἀφήγησιν τραπέσθαι, τὰ ἐς τοὺς δήμους ἔχοντα αὖθις ἐπέξειμι.
但在转向海岛的叙述之前,我将再次详细阐述关于德摩斯的事项。
δῆμός ἐστι Μαραθὼν ἴσον τῆς πόλεως τῶν Ἀθηναίων ἀπέχων καὶ Καρύστου τῆς ἐν Εὐβοίᾳ·
有一个名为马拉松的德摩斯,它与雅典人的城市以及优波亚的卡律斯托斯距离相等。
ταύτῃ τῆς Ἀττικῆς ἔσχον οἱ βάρβαροι καὶ μάχῃ τε ἐκρατήθησαν καί τινας ὡς ἀνήγοντο ἀπώλεσαν τῶν νεῶν.
异族人在阿提卡的这个地方登陆,在战斗中被击败,并在开船撤退时损失了一些船只。
τάφος δὲ ἐν τῷ πεδίῳ Ἀθηναίων ἐστίν, ἐπὶ δὲ αὐτῷ στῆλαι τὰ ὀνόματα τῶν ἀποθανόντων κατὰ φυλὰς ἑκάστων ἔχουσαι, καὶ ἕτερος Πλαταιεῦσι Βοιωτῶν καὶ δούλοις· ἐμαχέσαντο γὰρ καὶ δοῦλοι τότε πρῶτον.
平原上有雅典人的墓,墓上有碑,按各自的部落记录着死者的名字,还有另一座属于波奥蒂亚普拉泰亚人与奴隶的墓;因为当时奴隶们也首次一同参战。
§1.32.4καὶ ἀνδρός ἐστιν ἰδίᾳ μνῆμα Μιλτιάδου τοῦ Κίμωνος, συμβάσης ὕστερόν οἱ τῆς τελευτῆς Πάρου τε ἁμαρτόντι καὶ διʼ αὐτὸ ἐς κρίσιν Ἀθηναίοις καταστάντι.
此外,还有基蒙之子米尔蒂亚德斯的个人墓,他的去世发生在后来他攻打帕罗斯失败并因此被雅典人控告受审之后。
ἐνταῦθα ἀνὰ πᾶσαν νύκτα καὶ ἵππων χρεμετιζόντων καὶ ἀνδρῶν μαχομένων ἔστιν αἰσθέσθαι· καταστῆναι δὲ ἐς ἐναργῆ θέαν ἐπίτηδες μὲν οὐκ ἔστιν ὅτῳ συνήνεγκεν, ἀνηκόῳ δὲ ὄντι καὶ ἄλλως συμβὰν οὐκ ἔστιν ἐκ τῶν δαιμόνων ὀργή.
在这里,每当夜幕降临,人们便能听到战马嘶鸣和男子战斗的声音;故意为了看个清楚而留在那里对任何人都没有好处,但对于无意中听到或以其他方式偶然遇到的人来说,并不会引起神灵的愤怒。
σέβονται δὲ οἱ Μαραθώνιοι τούτους τε οἳ παρὰ τὴν μάχην ἀπέθανον ἥρωας ὀνομάζοντες καὶ Μαραθῶνα ἀφʼ οὗ τῷ δήμῳ τὸ ὄνομά ἐστι καὶ Ἡρακλέα, φάμενοι πρώτοις Ἑλλήνων σφίσιν Ἡρακλέα θεὸν νομισθῆναι.
马拉松人崇敬这些在战斗中牺牲的人,称他们为“英雄”,并崇敬马拉松(德摩斯的名字便来源于他)和赫拉克勒斯,声称他们在希腊人中最早将赫拉克勒斯视为神明。
§1.32.5συνέβη δὲ ὡς λέγουσιν ἄνδρα ἐν τῇ μάχῃ παρεῖναι τὸ εἶδος καὶ τὴν σκευὴν ἄγροικον·
据人们说,战斗中出现了一个人,其相貌和装备都像个乡下人。
οὗτος τῶν βαρβάρων πολλοὺς καταφονεύσας ἀρότρῳ μετὰ τὸ ἔργον ἦν ἀφανής·
他用犁杀死了许多异族人,战后便消失了。
ἐρομένοις δὲ Ἀθηναίοις ἄλλο μὲν ὁ θεὸς ἐς αὐτὸν ἔχρησεν οὐδέν, τιμᾶν δὲ Ἐχετλαῖον ἐκέλευσεν ἥρωα.
雅典人询问神谕时,神对他的身份未作其他神示,只命令他们将“埃刻特莱奥斯”作为英雄来祭祀。
πεποίηται δὲ καὶ τρόπαιον λίθου λευκοῦ.
此外,还用白石建造了一座战胜纪念碑。
τοὺς δὲ Μήδους Ἀθηναῖοι μὲν θάψαι λέγουσιν ὡς πάντως ὅσιον ἀνθρώπου νεκρὸν γῇ κρύψαι, τάφον δὲ οὐδένα εὑρεῖν ἐδυνάμην· οὔτε γὰρ χῶμα οὔτε ἄλλο σημεῖον ἦν ἰδεῖν, ἐς ὄρυγμα δὲ φέροντες σφᾶς ὡς τύχοιεν ἐσέβαλον.
至于波斯人,雅典人说他们将其埋葬了,因为无论如何,将人类的尸体藏入土中是神圣的义务,但我没能找到任何墓冢;因为既看不到土丘,也看不到其他标记,他们只是把尸体运到坑里,随手扔了进去。
§1.32.6ἔστι δὲ ἐν τῷ Μαραθῶνι πηγὴ καλουμένη Μακαρία, καὶ τοιάδε ἐς αὐτὴν λέγουσιν.
马拉松有一口被称为马卡里亚的泉水,关于它有这样的传说。
Ἡρακλῆς ὡς ἐκ Τίρυνθος ἔφευγεν Εὐρυσθέα, παρὰ Κήυκα φίλον ὄντα μετοικίζεται βασιλεύοντα Τραχῖνος.
当赫拉克勒斯为了逃避欧律斯透斯而离开蒂林斯时,他迁往他的朋友、统治特拉基斯的刻宇克斯那里。
ἐπεὶ δὲ ἀπελθόντος ἐξ ἀνθρώπων Ἡρακλέους ἐξῄτει τοὺς παῖδας Εὐρυσθεύς, ἐς Ἀθήνας πέμπει σφᾶς ὁ Τραχίνιος ἀσθένειάν τε λέγων τὴν αὑτοῦ καὶ Θησέα οὐκ ἀδύνατον εἶναι τιμωρεῖν· ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται πρῶτον τότε Πελοποννησίοις ποιοῦσι πόλεμον πρὸς Ἀθηναίους, Θησέως σφᾶς οὐκ ἐκδόντος αἰτοῦντι Εὐρυσθεῖ.
然而,在赫拉克勒斯离开人世后,欧律斯透斯要求交出他的孩子们,特拉基斯人因自己无力保护而将他们送往雅典,并说忒修斯有能力提供帮助;孩子们作为寻求庇护者到达,这随后引发了伯罗奔尼撒人与雅典人的第一次战争,因为忒修斯没有把他们交给索要他们的欧律斯透斯。
λέγουσι δὲ Ἀθηναίοις γενέσθαι χρησμὸν τῶν παίδων ἀποθανεῖν χρῆναι τῶν Ἡρακλέους τινὰ ἐθελοντήν, ἐπεὶ ἄλλως γε οὐκ εἶναι νίκην σφίσιν·
据说雅典人得到了神谕,说赫拉克勒斯的孩子中必须有一人自愿死去,否则他们绝无胜算。
ἐνταῦθα Μακαρία Δηιανείρας καὶ Ἡρακλέους θυγάτηρ ἀποσφάξασα ἑαυτὴν ἔδωκεν Ἀθηναίοις τε κρατῆσαι τῷ πολέμῳ καὶ τῇ πηγῇ τὸ ὄνομα ἀφʼ αὑτῆς.
于是,德阿涅拉与赫拉克勒斯的女儿马卡利亚自刎献身,既使雅典人赢得了战争,也将自己的名字留给了这口泉。
§1.32.7ἔστι δὲ ἐν τῷ Μαραθῶνι λίμνη τὰ πολλὰ ἑλώδης·
马拉松有一个大部分是沼泽的湖。
ἐς ταύτην ἀπειρίᾳ τῶν ὁδῶν φεύγοντες ἐσπίπτουσιν οἱ βάρβαροι, καί σφισι τὸν φόνον τὸν πολὺν ἐπὶ τούτῳ συμβῆναι λέγουσιν·
异族人因为不熟悉道路,在逃跑时陷入其中,据说他们的大量伤亡也因此发生。
ὑπὲρ δὲ τὴν λίμνην φάτναι εἰσὶ λίθου τῶν ἵππων τῶν Ἀρταφέρνους καὶ σημεῖα ἐν πέτραις σκηνῆς.
湖的上方有石制的阿塔弗雷内斯马匹的饲料槽,以及岩石上帐篷的痕迹。
ῥεῖ δὲ καὶ ποταμὸς ἐκ τῆς λίμνης, τὰ μὲν πρὸς αὐτῇ τῇ λίμνῃ βοσκήμασιν ὕδωρ ἐπιτήδειον παρεχόμενος, κατὰ δὲ τὴν ἐκβολὴν τὴν ἐς τὸ πέλαγος ἁλμυρὸς ἤδη γίνεται καὶ ἰχθύων τῶν θαλασσίων πλήρης.
还有一条河从湖中流出,在靠近湖的地方提供了适合牲畜饮用的水,但在入海口处它已经变咸,并充满了海鱼。
ὀλίγον δὲ ἀπωτέρω τοῦ πεδίου Πανός ἐστιν ὄρος καὶ σπήλαιον θέας ἄξιον· ἔσοδος μὲν ἐς αὐτὸ στενή, παρελθοῦσι δέ εἰσιν οἶκοι καὶ λουτρὰ καὶ καλούμενον Πανὸς αἰπόλιον, πέτραι τὰ πολλὰ αἰξὶν εἰκασμέναι.
距离平原稍远的地方有潘神之山和一个值得一观的洞窟;洞口虽然狭窄,但进去之后有房间、浴室和被称为“潘神的山羊群”的景观,这些大部分是形状像山羊的岩石。

词汇与语法注释

  1. 1.32.1τῆς Ἀλαζώνων — 冠词 `τῆς` 指代前文的阴性单数名词 `νομῆς`(牧草地,或土地),意为“除了阿拉佐内斯人的[牧草地]之外”。这一省略紧凑地对比了许墨托斯山与阿拉佐内斯土地上的放牧环境。
  2. 1.32.4οὐκ ἔστιν ὅτῳ συνήνεγκεν — 非人称的 `ἔστιν` 与关系代词与格 `ὅτῳ`(= ᾧτινι)结合,表示“没有一个人……”,伴随动词 `συνήνεγκεν`(`συμφέρω`“有益、结果良好”的不定过去时),意为“这对任何人都毫无益处(没有好结果)”。主格不定式短语 `καταστῆναι δὲ ἐς ἐναργῆ θέαν` 是整句的逻辑主语。
  3. 1.32.6ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται — 主格分词 `ἀφικόμενοι` 及其主语 `οἱ παῖδες`(孩子们)与主句动词 `ποιοῦσι` 的主语(伯罗奔尼撒人)在语法上不一致,这是一种破格(anacoluthon)或松散的主格绝对结构。但在语义上,它紧密地连接了因果关系(孩子们作为哀求者到来导致伯罗奔尼撒人发动战争)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.32.1-1.32.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.32.1-1.32.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。