Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.30.1-1.30.4

アカデメイアの諸祭壇とプラトンの墓およびコロノス

36 / 465 箇所 · ギリシア語

要旨

アカデメイア周辺にあるエロスやプロメテウスの祭壇、プラトンの墓にまつわる逸話、およびその近郊のコロノスについて解説する。

§1.30.1πρὸ δὲ τῆς ἐσόδου τῆς ἐς Ἀκαδημίαν ἐστὶ βωμὸς Ἔρωτος ἔχων ἐπίγραμμα ὡς Χάρμος Ἀθηναίων πρῶτος Ἔρωτι ἀναθείη. τὸν δὲ ἐν πόλει βωμὸν καλούμενον Ἀντέρωτος ἀνάθημα εἶναι λέγουσι μετοίκων, ὅτι Μέλης Ἀθηναῖος μέτοικον ἄνδρα Τιμαγόραν ἐρασθέντα ἀτιμάζων ἀφεῖναι κατὰ τῆς πέτρας αὑτὸν ἐκέλευσεν ἐς τὸ ὑψηλότατον αὐτῆς ἀνελθόντα· Τιμαγόρας δὲ ἄρα καὶ ψυχῆς εἶχεν ἀφειδῶς καὶ πάντα ὁμοίως κελεύοντι ἤθελε χαρίζεσθαι τῷ μειρακίῳ καὶ δὴ καὶ φέρων ἑαυτὸν ἀφῆκε· Μέλητα δέ, ὡς ἀποθανόντα εἶδε Τιμαγόραν, ἐς τοσοῦτο μετανοίας ἐλθεῖν ὡς πεσεῖν τε ἀπὸ τῆς πέτρας τῆς αὐτῆς καὶ οὕτως ἀφεὶς αὑτὸν ἐτελεύτησε. καὶ τὸ ἐντεῦθεν δαίμονα Ἀντέρωτα τὸν ἀλάστορα τὸν Τιμαγόρου κατέστη τοῖς μετοίκοις νομίζειν. §1.30.2ἐν Ἀκαδημίᾳ δέ ἐστι Προμηθέως βωμός, καὶ θέουσιν ἀπʼ αὐτοῦ πρὸς τὴν πόλιν ἔχοντες καιομένας λαμπάδας· τὸ δὲ ἀγώνισμα ὁμοῦ τῷ δρόμῳ φυλάξαι τὴν δᾷδα ἔτι καιομένην ἐστίν, ἀποσβεσθείσης δὲ οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ, δευτέρῳ δὲ ἀντʼ αὐτοῦ μέτεστιν· εἰ δὲ μηδὲ τούτῳ καίοιτο, ὁ τρίτος ἐστὶν ὁ κρατῶν· εἰ δὲ καὶ πᾶσιν ἀποσβεσθείη, οὐδείς ἐστιν ὅτῳ καταλείπεται ἡ νίκη. ἔστι δὲ Μουσῶν τε βωμὸς καὶ ἕτερος Ἑρμοῦ καὶ ἔνδον Ἀθηνᾶς, τὸν δὲ Ἡρακλέους ἐποίησαν· καὶ φυτόν ἐστιν ἐλαίας, δεύτερον τοῦτο λεγόμενον φανῆναι. §1.30.3Ἀκαδημίας δὲ οὐ πόρρω Πλάτωνος μνῆμά ἐστιν, ᾧ προεσήμαινεν ὁ θεὸς ἄριστον τὰ ἐς φιλοσοφίαν ἔσεσθαι· προεσήμαινε δὲ οὕτω. Σωκράτης τῇ προτέρᾳ νυκτὶ ἢ Πλάτων ἔμελλεν ἔσεσθαί οἱ μαθητὴς ἐσπτῆναί οἱ κύκνον ἐς τὸν κόλπον εἶδεν ὄνειρον· ἔστι δὲ κύκνῳ τῷ ὄρνιθι μουσικῆς δόξα, ὅτι Λιγύων τῶν Ἠριδανοῦ πέραν ὑπὲρ γῆς τῆς Κελτικῆς Κύκνον ἄνδρα μουσικὸν γενέσθαι βασιλέα φασί, τελευτήσαντα δὲ Ἀπόλλωνος γνώμῃ μεταβαλεῖν λέγουσιν αὐτὸν ἐς τὸν ὄρνιθα. ἐγὼ δὲ βασιλεῦσαι μὲν πείθομαι Λίγυσιν ἄνδρα μουσικόν, γενέσθαι δέ μοι ἄπιστον ὄρνιθα ἀπʼ ἀνδρός. §1.30.4κατὰ τοῦτο τῆς χώρας φαίνεται πύργος Τίμωνος, ὃς μόνος εἶδε μηδένα τρόπον εὐδαίμονα εἶναι γενέσθαι πλὴν τοὺς ἄλλους φεύγοντα ἀνθρώπους. δείκνυται δὲ καὶ χῶρος καλούμενος κολωνὸς ἵππιος, ἔνθα τῆς Ἀττικῆς πρῶτον ἐλθεῖν λέγουσιν Οἰδίποδα—διάφορα μὲν καὶ ταῦτα τῇ Ὁμήρου ποιήσει, λέγουσι δʼ οὖν—, καὶ βωμὸς Ποσειδῶνος Ἱππίου καὶ Ἀθηνᾶς Ἱππίας, ἡρῷον δὲ Πειρίθου καὶ Θησέως Οἰδίποδός τε καὶ Ἀδράστου. τὸ δὲ ἄλσος τοῦ Ποσειδῶνος καὶ τὸν ναὸν ἐνέπρησεν Ἀντίγονος ἐσβαλών, καὶ ἄλλοτε στρατιᾷ κακώσας Ἀθηναίοις τὴν γῆν.
アカデミアへの入り口の前にはエロスの祭壇があり、アテナイ人の中でハルモスが最初にエロスに祭壇を奉納したという碑文がある。また、市内にあってアンテロスの祭壇と呼ばれるものは、在留外国人(メトイコス)たちの奉献物であると言われている。というのも、アテナイ人のメレスが、自分に恋をした在留外国人の男ティマゴラスを軽蔑し、岩の最も高いところに登ってそこから身を投げるように命じたからである。ティマゴラスは実に命をも惜しまず、その若者が命じるすべてのことを同じように叶えてやりたいと望み、実際に身を投げて死んだ。メレスはティマゴラスが死んだのを見て、非常に激しい後悔に襲われ、同じ岩から身を投げ、このようにして自ら命を絶った。そしてこれ以来、在留外国人の間では、ティマゴラスの復讐の神であるアンテロスを神霊として崇拝する習慣が確立された。アカデミアにはプロメテウス의 祭壇があり、人々はそこから火のついた松明を持って市に向かって走る。その競技は、走ると同時に松明の火を消さずに保つことであり、もし火が消えてしまえば、最初の者にはもはや勝利はなく、代わりに2番目の者に勝利が与えられる。もしこの者の火も消えていれば、3番目の者が勝者となる。もし全員の火が消えてしまえば、勝利が残される者は誰もいない。また、ムーサたちの祭壇と、もう一つヘルメスの祭壇があり、内部にはアテナの祭壇がある。彼らはヘラクレスの祭壇も作った。そしてオリーブの木があり、これは2番目に出現したものと言われている。アカデミアから遠くないところにプラトンの墓があり、神は彼が哲学において最も優れた者になることをあらかじめ暗示していた。その暗示は次のようなものであった。ソクラテスは、プラトンが彼の弟子になることになっていた前夜、1羽の白鳥が自分の懐に飛び込んでくる夢を見た。白鳥という鳥には文芸の誉れがあるが、それは、エリダノス川の向こう、ケルトの地の上方に住むリグリア人の中で、音楽を愛する男ククノスが王となり、彼が死んだ後、アポロンの意向によってその鳥に変身したと人々が言っているからである。しかし、私はリグリア人を音楽を愛する男が支配したということは信じるが、人間から鳥が生まれたということは私には信じがたい。この地方のこの辺りにはティモンの塔が見えるが、彼は他の人間を避けること以外には、いかなる方法でも幸福になることはできないと考えた唯一の人物であった。また、「馬のコロノス」と呼ばれる場所も示されており、そこはオイディプスがアッティカで最初にやって来た場所であると言われている。もっとも、この話はホメロスの詩とは異なっているが、人々はとにかくそう言っている。そして、馬のポセイドンと馬のアテナの祭壇があり、ペイリトオス、テセウス、オイディプス、そしてアドラストスの英雄廟がある。ポセイドンの聖林と神殿は、侵入したアンティゴノスが火を放って焼き払い、彼は他の時にも軍隊を率いてアテナイ人の土地を荒廃させた。

語釈・文法注

  1. §1.30.1κατέστη τοῖς μετοίκοις νομίζειν — 「κατέστη」は「定着した、確立された」を意味する非人称表現であり、不定詞「νομίζειν」を伴って「在留外国人たちの間で〜を崇めることが習慣となった」という意味を形成する。
  2. §1.30.2ἀποσβεσθείσης δὲ οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ, δευτέρῳ δὲ ἀντʼ αὐτοῦ μέτεστιν — 独立属格構文「ἀποσβεσθείσης [της δᾷδος]」において名詞が省略されている。また、後半の非人称動詞「μέτεστι」が前半でも省略されて機能している(οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ [μέτεστιν])。
  3. §1.30.3τῇ προτέρᾳ νυκτὶ ἢ Πλάτων ἔμελλεν ἔσεσθαί οἱ μαθητὴς — 「τῇ προτέρᾳ νυκτὶ ἢ...」は比較の接続詞「ἤ」を用いて「〜する前夜」を表す。「ἔμελλεν ἔσεσθαι」は予定や運命(〜することになっていた)を表す構文である。
  4. §1.30.4διάφορα μὲν καὶ ταῦτα τῇ Ὁμήρου ποιήσει — 「διάφορα」は中性複数主格で形容詞の述語的用法であり、コピュラ動詞「ἐστιν」が省略されている。与格の「τῇ Ὁμήρου ποιήσει」は比較・相違の基準を示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.30.1-1.30.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.30.1-1.30.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。