Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.30.1-1.30.4

阿卡德梅亚的诸祭坛与柏拉图之墓及科洛诺斯

第 36 段,共 465 段 · 希腊语

内容简介

记述了阿卡德米亚周边的各种祭坛、围绕柏拉图之墓的轶事以及附近的科洛诺斯地区。

§1.30.1πρὸ δὲ τῆς ἐσόδου τῆς ἐς Ἀκαδημίαν ἐστὶ βωμὸς Ἔρωτος ἔχων ἐπίγραμμα ὡς Χάρμος Ἀθηναίων πρῶτος Ἔρωτι ἀναθείη.
在进入阿卡德米亚的入口前,有一座厄洛斯的祭坛,上面的铭文写着,查尔姆斯是雅典人中第一个向厄洛斯奉献祭坛的人。
τὸν δὲ ἐν πόλει βωμὸν καλούμενον Ἀντέρωτος ἀνάθημα εἶναι λέγουσι μετοίκων, ὅτι Μέλης Ἀθηναῖος μέτοικον ἄνδρα Τιμαγόραν ἐρασθέντα ἀτιμάζων ἀφεῖναι κατὰ τῆς πέτρας αὑτὸν ἐκέλευσεν ἐς τὸ ὑψηλότατον αὐτῆς ἀνελθόντα· Τιμαγόρας δὲ ἄρα καὶ ψυχῆς εἶχεν ἀφειδῶς καὶ πάντα ὁμοίως κελεύοντι ἤθελε χαρίζεσθαι τῷ μειρακίῳ καὶ δὴ καὶ φέρων ἑαυτὸν ἀφῆκε· Μέλητα δέ, ὡς ἀποθανόντα εἶδε Τιμαγόραν, ἐς τοσοῦτο μετανοίας ἐλθεῖν ὡς πεσεῖν τε ἀπὸ τῆς πέτρας τῆς αὐτῆς καὶ οὕτως ἀφεὶς αὑτὸν ἐτελεύτησε.
而在城内被称为安忒洛斯的祭坛,人们说是外邦居留者(麦提克)的奉献,因为雅典人梅莱斯轻视爱上他的外邦居留者提马戈拉斯,命令他爬到岩石的最高处投身下去;提马戈拉斯果真不惜生命,并且凡事都想满足这青年对他的要求,于是真的抱身投了下去;而梅莱斯看到提马戈拉斯死了,悔恨到如此地步,以至于也从同一块岩石上坠落,就这样投身而死。
καὶ τὸ ἐντεῦθεν δαίμονα Ἀντέρωτα τὸν ἀλάστορα τὸν Τιμαγόρου κατέστη τοῖς μετοίκοις νομίζειν.
从此以后,在外邦居留者中,便确立了将作为提马戈拉斯复仇之神的安忒洛斯尊为神灵崇拜的习俗。
§1.30.2ἐν Ἀκαδημίᾳ δέ ἐστι Προμηθέως βωμός, καὶ θέουσιν ἀπʼ αὐτοῦ πρὸς τὴν πόλιν ἔχοντες καιομένας λαμπάδας· τὸ δὲ ἀγώνισμα ὁμοῦ τῷ δρόμῳ φυλάξαι τὴν δᾷδα ἔτι καιομένην ἐστίν, ἀποσβεσθείσης δὲ οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ, δευτέρῳ δὲ ἀντʼ αὐτοῦ μέτεστιν· εἰ δὲ μηδὲ τούτῳ καίοιτο, ὁ τρίτος ἐστὶν ὁ κρατῶν· εἰ δὲ καὶ πᾶσιν ἀποσβεσθείη, οὐδείς ἐστιν ὅτῳ καταλείπεται ἡ νίκη.
在阿卡德米亚有普罗米修斯的祭坛,人们手里拿着点燃的火炬从那里跑向城里;而这项竞赛的规则是在奔跑的同时,还要保持火炬依然燃烧,如果火熄灭了,第一名便不再拥有胜利,而是由第二名取而代之;如果第二名的火也没燃着,则是第三名获胜;如果所有人的火都熄灭了,那就没有任何人能获得胜利。
ἔστι δὲ Μουσῶν τε βωμὸς καὶ ἕτερος Ἑρμοῦ καὶ ἔνδον Ἀθηνᾶς, τὸν δὲ Ἡρακλέους ἐποίησαν· καὶ φυτόν ἐστιν ἐλαίας, δεύτερον τοῦτο λεγόμενον φανῆναι.
此外,还有一座缪斯女神的祭坛,另一座是赫耳墨斯的,在里面有一座雅典娜的祭坛,他们也建造了赫拉克勒斯的祭坛;还有一棵橄榄树,据说这是第二棵显现出来的橄榄树。
§1.30.3Ἀκαδημίας δὲ οὐ πόρρω Πλάτωνος μνῆμά ἐστιν, ᾧ προεσήμαινεν ὁ θεὸς ἄριστον τὰ ἐς φιλοσοφίαν ἔσεσθαι· προεσήμαινε δὲ οὕτω.
距离阿卡德米亚不远有柏拉图的墓,神曾预示他将在哲学上成为最杰出的人;预示的方式如下。
Σωκράτης τῇ προτέρᾳ νυκτὶ ἢ Πλάτων ἔμελλεν ἔσεσθαί οἱ μαθητὴς ἐσπτῆναί οἱ κύκνον ἐς τὸν κόλπον εἶδεν ὄνειρον·
在柏拉图即将成为他弟子的前一天晚上,苏格拉底梦见一只天鹅飞进了他的怀里。
ἔστι δὲ κύκνῳ τῷ ὄρνιθι μουσικῆς δόξα, ὅτι Λιγύων τῶν Ἠριδανοῦ πέραν ὑπὲρ γῆς τῆς Κελτικῆς Κύκνον ἄνδρα μουσικὸν γενέσθαι βασιλέα φασί, τελευτήσαντα δὲ Ἀπόλλωνος γνώμῃ μεταβαλεῖν λέγουσιν αὐτὸν ἐς τὸν ὄρνιθα.
天鹅这种鸟有音乐(文艺)的美名,因为人们说,在埃里达诺斯河对岸、凯尔特土地之上的利古里亚人中,曾有一位热爱音乐的男子库克诺斯当了国王,并说他死后根据阿波罗的意旨变成了这种鸟。
ἐγὼ δὲ βασιλεῦσαι μὲν πείθομαι Λίγυσιν ἄνδρα μουσικόν, γενέσθαι δέ μοι ἄπιστον ὄρνιθα ἀπʼ ἀνδρός.
但我虽然相信曾有一位热爱音乐的男子统治过利古里亚人,但人变成鸟对我来说却是不可信的。
§1.30.4κατὰ τοῦτο τῆς χώρας φαίνεται πύργος Τίμωνος, ὃς μόνος εἶδε μηδένα τρόπον εὐδαίμονα εἶναι γενέσθαι πλὴν τοὺς ἄλλους φεύγοντα ἀνθρώπους.
在这个地区的这一带,可以看到蒂蒙的塔,他是唯一认为除了避开其他人类之外,没有任何办法能够获得幸福的人。
δείκνυται δὲ καὶ χῶρος καλούμενος κολωνὸς ἵππιος, ἔνθα τῆς Ἀττικῆς πρῶτον ἐλθεῖν λέγουσιν Οἰδίποδα—διάφορα μὲν καὶ ταῦτα τῇ Ὁμήρου ποιήσει, λέγουσι δʼ οὖν—, καὶ βωμὸς Ποσειδῶνος Ἱππίου καὶ Ἀθηνᾶς Ἱππίας, ἡρῷον δὲ Πειρίθου καὶ Θησέως Οἰδίποδός τε καὶ Ἀδράστου.
这里还展示了一个被称为“马之科洛诺斯”的地方,人们说这是俄狄浦斯来到阿提卡时的首站——虽然这与荷马的诗作不同,但人们总归是这样说的——,此外还有马之波塞冬和马之雅典娜的祭坛,以及庇里托俄斯、忒修斯、俄狄浦斯和阿德拉斯托斯的英雄庙。
τὸ δὲ ἄλσος τοῦ Ποσειδῶνος καὶ τὸν ναὸν ἐνέπρησεν Ἀντίγονος ἐσβαλών, καὶ ἄλλοτε στρατιᾷ κακώσας Ἀθηναίοις τὴν γῆν.
波塞冬的圣林和神殿曾被入侵的安提柯放火焚烧,他在其他时候也曾率军践踏雅典人的土地。

词汇与语法注释

  1. §1.30.1κατέστη τοῖς μετοίκοις νομίζειν — “κατέστη”是表示“确立、成为习惯”的无人称表达,接不定式“νομίζειν”,意为“在外邦居留者中确立了崇拜……的习俗”。
  2. §1.30.2ἀποσβεσθείσης δὲ οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ, δευτέρῳ δὲ ἀντʼ αὐτοῦ μέτεστιν — 在独立属格结构“ἀποσβεσθείσης [της δᾷδος]”中省略了名词。后半句的无人称动词“μέτεστι”在前半句中也被省略并起作用,即“οὐδὲν ἔτι τῆς νίκης τῷ πρώτῳ [μέτεστιν]”。
  3. §1.30.3τῇ προτέρᾳ νυκτὶ ἢ Πλάτων ἔμελλεν ἔσεσθαί οἱ μαθητὴς — “τῇ προτέρᾳ νυκτὶ ἢ...”利用比较连词“ἤ”,意为“在……的前一天晚上”。“ἔμελλεν ἔσεσθαι”表示预定或注定发生的事,意为“注定要成为/即将成为”。
  4. §1.30.4διάφορα μὲν καὶ ταῦτα τῇ Ὁμήρου ποιήσει — “διάφορα”为中性复数主格,作形容词表语,省略了系动词“ἐστιν”。与格“τῇ Ὁμήρου ποιήσει”表示比较和相异的基准。

引用这一段

保萨尼亚斯, 希腊志 §1.30.1-1.30.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.30.1-1.30.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。