§1.29.9Ἀθηναίοις δὲ οὐκ ἀνεκτὰ ἐφαίνετο περιυβρίσθαι, καὶ ὡς ἐκομίζοντο ὀπίσω συμμαχίαν ἐποιήσαντο Ἀργείοις Λακεδαιμονίων ἐχθροῖς τὸν ἅπαντα οὖσι χρόνον.
アテナイ人にとって侮辱されることは耐え難いことと思われ、彼らが引き返してくるとすぐに、常にラケダイモン人の敵であったアルゴス人たちと同盟を結んだ。
ὕστερον δὲ μελλούσης Ἀθηναίων ἐν Τανάγρᾳ γίνεσθαι πρὸς Βοιωτοὺς καὶ Λακεδαιμονίους μάχης, ἀφίκοντο Ἀθηναίοις Ἀργεῖοι βοηθοῦντες·
後に、タナグラにおいてアテナイ人とボイオティア人・ラケダイモン人との間で戦いが起ころうとしていたとき、アルゴス人たちが援助のためにアテナイ人のもとにやって来た。
καὶ παραυτίκα μὲν ἔχοντας πλέον τοὺς Ἀργείους νὺξ ἐπελθοῦσα ἀφείλετο τὸ σαφὲς τῆς νίκης, ἐς δὲ τὴν ὑστεραίαν ὑπῆρξε κρατῆσαι Λακεδαιμονίοις Θεσσαλῶν προδόντων Ἀθηναίους.
そして、その場では優勢であったアルゴス人たちから、夜が訪れたことによって確実な勝利が奪われたが、翌日には、テッサリア人たちがアテナイ人を裏切ったために、ラケダイモン人たちが勝利を収めることになった。
§1.29.10καταλέξαι δέ μοι καὶ τούσδε ἐπῆλθεν, Ἀπολλόδωρον ξένων ἡγεμόνα, ὃς Ἀθηναῖος μὲν ἦν, ἐκπεμφθεὶς δὲ ὑπὸ Ἀρσίτου σατράπου τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας διεφύλαξε Περινθίοις τὴν πόλιν ἐσβεβληκότος ἐς τὴν Περινθίαν Φιλίππου στρατῷ·
私にはこれらの人々も列挙することが心に浮かんだ。 傭兵の指揮官アポロドロスである。 彼はアテナイ人であったが、ヘレスポントスに臨むフリュギアのサトラップであるアルシテスによって派遣され、フィリッポスが軍隊を率いてペリントス領に侵入した際に、ペリントス人のためにその都市を守り抜いた。
οὗτός τε οὖν ἐνταῦθα τέθαπται καὶ Εὔβουλος ὁ Σπινθάρου καὶ ἄνδρες οἷς ἀγαθοῖς οὖσιν οὐκ ἐπηκολούθησε τύχη χρηστή, τοῖς μὲν ἐπιθεμένοις τυραννοῦντι Λαχάρει, οἱ δὲ τοῦ Πειραιῶς κατάληψιν ἐβούλευσαν Μακεδόνων φρουρούντων, πρὶν δὲ εἰργάσθαι τὸ ἔργον ὑπὸ τῶν συνειδότων μηνυθέντες ἀπώλοντο.
したがって彼もここに葬られており、またスピンタロスの子エウブロスや、勇敢であったにもかかわらず幸運に恵まれなかった男たちも葬られている。 彼らのうち、ある者は僭主ラハレスに襲いかかった人々であり、またある者はマケドニア人が守備隊を置いていたペイライエウスの占拠を企てたが、その実行の前に、事情を知る者たちの密告によって滅ぼされた。
§1.29.11κεῖνται δὲ καὶ οἱ περὶ Κόρινθον πεσόντες·
コリントスの周辺で倒れた人々もここに横たわっている。
ἐδήλωσε δὲ οὐχ ἥκιστα ὁ θεὸς ἐνταῦθα καὶ αὖθις ἐν Λεύκτροις τοὺς ὑπὸ Ἑλλήνων καλουμένους ἀνδρείους τὸ μηδὲν ἄνευ Τύχης εἶναι, εἰ δὴ Λακεδαιμόνιοι, Κορινθίων τότε καὶ Ἀθηναίων, ἔτι δὲ καὶ Ἀργείων καὶ Βοιωτῶν κρατήσαντες, ὕστερον ὑπὸ Βοιωτῶν μόνων ἐν Λεύκτροις ἐς τοσοῦτον ἐκακώθησαν.
神はこの地において、また後にレウクトラにおいて、ギリシア人によって勇敢と呼ばれている者たちであっても、幸運がなければ無に等しいということを、とりわけ明白に示された。 実のところ、そのときコリントス人、アテナイ人、さらにアルゴス人やボイオティア人に勝利したラケダイモン人が、後にレウクトラにおいてボイオティア人単独によってこれほどまでに痛めつけられたのであるから。
μετὰ δὲ τοὺς ἀποθανόντας ἐν Κορίνθῳ στήλην ἐπὶ τοῖσδε ἑστάναι τὴν αὐτὴν σημαίνει τὰ ἐλεγεῖα, τοῖς μὲν ἐν Εὐβοίᾳ καὶ Χίῳ τελευτήσασι, τοὺς δὲ ἐπὶ τοῖς ἐσχάτοις τῆς Ἀσιανῆς ἠπείρου διαφθαρῆναι δηλοῖ, τοὺς δὲ ἐν Σικελίᾳ.
コリントスで戦死した人々の後には、同一の碑柱が以下の者たちのために立っていることを碑文のエレゲイア詩が示している。 すなわち、エウボイアやキオスで死んだ者たちのためにであり、またアジア大陸の最果てで命を落としたと示されている者たちのために、そしてシケリアで死んだ者たちのためにである。
§1.29.12γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νικίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ἀστοῖς Πλαταιεῖς·
そこにはニキアスを除く将軍たちと、市民兵たちとともにプラタイアの人々が刻まれている。
Νικίας δὲ ἐπὶ τῷδε παρείθη, γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστος, ὃς ἔφη Δημοσθένην μὲν σπονδὰς ποιήσασθαι τοῖς ἄλλοις πλὴν αὑτοῦ καὶ ὡς ἡλίσκετο αὑτὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν ἐθελοντῇ γενέσθαι·
ニキアスが除外された理由は次の通りであり、私はピリストスが書いたことと何ら異なることを書くわけではない。 ピリストスは、デモステネスは自分以外の者たちのために降伏の協定を結び、捕らえられたときには自決を企てたが、ニキアスにとって降伏は自発的なものであったと述べた。
τούτων ἕνεκα οὐκ ἐνεγράφη Νικίας τῇ στήλῃ, καταγνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἶναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων.
これらの理由によって、ニキアスは自発的な捕虜であり、戦争にふさわしい男ではないと判定され、碑柱に刻まれなかったのである。
§1.29.13εἰσὶ δὲ ἐπʼ ἄλλῃ στήλῃ καὶ οἱ μαχεσάμενοι περὶ Θρᾴκην καὶ ἐν Μεγάροις καὶ ἡνίκα Ἀρκάδας τοὺς ἐν Μαντινείᾳ καὶ Ἠλείους ἔπεισεν Ἀλκιβιάδης Λακεδαιμονίων ἀποστῆναι καὶ οἱ πρὶν ἐς Σικελίαν ἀφικέσθαι Δημοσθένην Συρακουσίων κρατήσαντες.
別の碑柱には、トラキアの周辺やメガラにおいて戦った者たち、またアルキビアデスがマンティネイアのアルカディア人たちやエリス人たちを説得してラケダイモン人から離反させたときの者たち、そしてデモステネスがシケリアに到着する前にシュラクサイ人たちに勝利した者たちも刻まれている。
ἐτάφησαν δὲ καὶ οἱ περὶ τὸν Ἑλλήσποντον ναυμαχήσαντες καὶ ὅσοι Μακεδόνων ἐναντία ἠγωνίσαντο ἐν Χαιρωνείᾳ καὶ οἱ μετὰ Κλέωνος ἐς Ἀμφίπολιν στρατεύσαντες, οἵ τε ἐν Δηλίῳ τῷ Ταναγραίων τελευτήσαντες καὶ ὅσους ἐς Θεσσαλίαν Λεωσθένης ἤγαγε καὶ οἱ πλεύσαντες ἐς Κύπρον ὁμοῦ Κίμωνι, τῶν τε σὺν Ὀλυμπιοδώρῳ τὴν φρουρὰν ἐκβαλόντων τριῶν καὶ δέκα ἄνδρες οὐ πλείους.
また、ヘレスポントス周辺で海戦を行った者たち、カイロネイアでマケドニア人と対峙して戦ったすべての人々、クレオンとともにアンフィポリスに遠征した者たち、タナグラ領のデリオンで戦死した人々、レオステネスがテッサリアに率いていった人々、キモンとともにキプロスへ航海した人々、そしてオリンピオドロスとともに守備隊を追い出した者たちのうち、十三人にすぎない男たちも葬られている。
§1.29.14φασὶ δὲ Ἀθηναῖοι καὶ Ῥωμαίοις ὅμορόν τινα πολεμοῦσι πόλεμον στρατιὰν οὐ πολλὴν πέμψαι, καὶ ὕστερον ναυμαχίας Ῥωμαίων πρὸς Καρχηδονίους γινομένης τριήρεις πέντε Ἀττικαὶ παρεγένοντο·
アテナイ人は、ローマ人が隣接する戦争を行っていた際にも、多くはない軍勢を送ったと言っており、後にローマ人とカルタゴ人との間で海戦が行われた際には、五隻のアッティカの三段櫂船が加わった。
ἔστιν οὖν καὶ τούτοις ἐνταῦθα τοῖς ἀνδράσιν ὁ τάφος.
したがって、これらの男たちのための墓もここにある。
Τολμίδου δὲ καὶ τῶν σὺν αὐτῷ δεδήλωται μὲν ἤδη μοι τὰ ἔργα καὶ ὅν τρόπον ἐτελεύτησαν·
トルミデスと彼とともにいた者たちの功績、および彼らがどのように死んだかについては、私はすでに明らかにした。
ἴστω δὲ ὅτῳ φίλον κειμένους σφᾶς κατὰ τὴν ὁδὸν ταύτην.
彼らがこの道路沿いに横たわっていることを、それを望む者は知るがよい。
κεῖνται δὲ καὶ οἱ σὺν Κίμωνι τὸ μέγα ἔργον πεζῇ καὶ ναυσὶν αὐθημερὸν κρατήσαντες·
また、キモンとともに、同じ日に陸上と海上において偉大なる勝利を収めた者たちも横たわっている。
§1.29.15τέθαπται δὲ καὶ Κόνων καὶ Τιμόθεος, δεύτεροι μετὰ Μιλτιάδην καὶ Κίμωνα οὗτοι πατὴρ καὶ παῖς ἔργα ἀποδειξάμενοι λαμπρά.
コノンとティモテオスも葬られている。 彼らは、ミルティアデスとキモンに次いで、父親と息子がともに輝かしい功績を示した第二の例である。
κεῖται δὲ καὶ Ζήνων ἐνταῦθα ὁ Μνασέου καὶ Χρύσιππος ὁ Σολεύς, Νικίας τε ὁ Νικομήδους ζῷα ἄριστος γράψαι τῶν ἐφʼ αὑτοῦ, καὶ Ἁρμόδιος καὶ Ἀριστογείτων οἱ τὸν Πεισιστράτου παῖδα Ἵππαρχον ἀποκτείναντες, ῥήτορές τε Ἐφιάλτης, ὃς τὰ νόμιμα τὰ ἐν Ἀρείῳ πάγῳ μάλιστα ἐλυμήνατο, καὶ Λυκοῦργος ὁ Λυκόφρονος.
また、ムナセアスの子ゼノン、ソロイ出身のクリュシッポス、彼と同時代において動物を描くのに最も優れていたニコメデスの子ニキアス、ペイシストラトスの子ヒッパルコスを殺害したハルモディオスとアリストゲイトン、そしてアレオパゴスの国法を最も激しく毀損した弁論家エフィアルテスや、リュコフロンの子リュコウルゴスもここに横たわっている。
§1.29.16Λυκούργῳ δὲ ἐπορίσθη μὲν τάλαντα ἐς τὸ δημόσιον πεντακοσίοις πλείονα καὶ ἑξακισχιλίοις ἢ ὅσα Περικλῆς ὁ Ξανθίππου συνήγαγε, κατεσκεύασε δὲ πομπεῖα τῇ θεῷ καὶ Νίκας χρυσᾶς καὶ παρθένοις κόσμον ἑκατόν, ἐς δὲ πόλεμον ὅπλα καὶ βέλη καὶ τετρακοσίας ναυμαχοῦσιν εἶναι τριήρεις·
リュコウルゴスによって、クスアンティッポスの子ペリクレスが集めた額よりも六千五百タラントン多くが国庫にもたらされた。 また彼は、女神のために儀式用の器物や黄金のニケ像、乙女たちのための百の装飾品を用意し、戦争用には武器と矢、および海戦のための四百隻の三段櫂船を用意した。
οἰκοδομήματα δὲ ἐπετέλεσε μὲν τὸ θέατρον ἑτέρων ὑπαρξαμένων, τὰ δὲ ἐπὶ τῆς αὐτοῦ πολιτείας ἃ ᾠκοδόμησεν ἐν Πειραιεῖ νεώς εἰσιν οἶκοι καὶ τὸ πρὸς τῷ Λυκείῳ καλουμένῳ γυμνάσιον.
建造物としては、他の人々が着手していた劇場を完成させ、また彼が政治を行っていた時代にペイライエウスに建設したものは、船格納庫と、リュケイオンと呼ばれるものの近くにある体育場であった。
ὅσα μὲν οὖν ἀργύρου πεποιημένα ἦν καὶ χρυσοῦ, Λαχάρης καὶ ταῦτα ἐσύλησε τυραννήσας·
銀や金で作られていたものはすべて、ラハレスが僭主となったときにこれをも略奪した。
τὰ δὲ οἰκοδομήματα καὶ ἐς ἡμᾶς ἔτι ἦν.
しかし建造物は、私たちの時代までまだ存在していた。