§1.28.7ἔστι δὲ καὶ ἐντὸς τοῦ περιβόλου μνῆμα Οἰδίποδος, πολυπραγμονῶν δὲ εὕρισκον τὰ ὀστᾶ ἐκ Θηβῶν κομισθέντα·
また、セムナイの境内の内側にはオイディプスの墓もあり、私は根掘り葉掘り調べたところ、その遺骨がテーバイから運ばれてきたものであることを知った。
τὰ γὰρ ἐς τὸν θάνατον Σοφοκλεῖ πεποιημένα τὸν Οἰδίποδος Ὅμηρος οὐκ εἴα μοι δόξαι πιστά, ὃς ἔφη Μηκιστέα τελευτήσαντος Οἰδίποδος ἐπιτάφιον ἐλθόντα ἐς Θήβας ἀγωνίσασθαι.
なぜなら、ソポクレスが創作したオイディプスの死に関する物語を、ホメロスは私に信じることを許さないからである。 ホメロスは、オイディプスの死後にメキステウスが葬礼競技のためにテーバイにやって来て戦った、と言っているからである。
§1.28.8ἔστι δὲ Ἀθηναίοις καὶ ἄλλα δικαστήρια οὐκ ἐς τοσοῦτο δόξης ἥκοντα.
アテナイ人には、これほどの名声には達していない他の法廷もある。
τὸ μὲν οὖν καλούμενον παράβυστον καὶ τρίγωνον, τὸ μὲν ἐν ἀφανεῖ τῆς πόλεως ὂν καὶ ἐπʼ ἐλαχίστοις συνιόντων ἐς αὐτό, τὸ δὲ ἀπὸ τοῦ σχήματος ἔχει τὰ ὀνόματα·
いわゆる「パラビュストン」および「トリゴノン」と呼ばれるものは、前者は市内の目立たない場所にあり、きわめて些細な事柄のために人々がそこに集まるもので、後者はその形状からその名を持っている。
βατραχιοῦν δὲ καὶ φοινικιοῦν ἀπὸ χρωμάτων καὶ ἐς τόδε διαμεμένηκεν ὀνομάζεσθαι.
また「バトラキウン」と「ポイニキウン」は、その色彩から名付けられ、今日に至るまでその名で呼ばれ続けている。
τὸ δὲ μέγιστον καὶ ἐς ὃ πλεῖστοι συνίασιν, ἡλιαίαν καλοῦσιν.
そして最大のものであり、最も多くの人々が集まるものを、彼らは「ヘリアイア」と呼んでいる。
ὁπόσα δὲ ἐπὶ τοῖς φονεῦσιν, ἔστιν ἄλλα·
一方、殺人犯に対する裁判のための法廷は、他にもある。
καὶ ἐπὶ Παλλαδίῳ καλοῦσι καὶ τοῖς ἀποκτείνασιν ἀκουσίως κρίσις καθέστηκε.
「パルラディオンにおいて」と呼ばれる法廷があり、そこでは過失致死を犯した者たちのための裁判が行われる。
καὶ ὅτι μὲν Δημοφῶν πρῶτος ἐνταῦθα ὑπέσχε δίκας, ἀμφισβητοῦσιν οὐδένες·
そして、デモポンがここで最初に裁判を受けたということについては、誰も異論を唱えない。
§1.28.9ἐφʼ ὅτῳ δέ, διάφορα ἐς τοῦτο εἴρηται.
しかし、いかなる理由によるかについては、これに関して様々な説が語られている。
Διομήδην φασὶν ἁλούσης Ἰλίου ταῖς ναυσὶν ὀπίσω κομίζεσθαι, καὶ ἤδη τε νύκτα ἐπέχειν ὡς κατὰ Φάληρον πλέοντες γίνονται καὶ τοὺς Ἀργείους ὡς ἐς πολεμίαν ἀποβῆναι τὴν γῆν, ἄλλην που δόξαντας ἐν τῇ νυκτὶ καὶ οὐ τὴν Ἀττικὴν εἶναι.
イリオンが陥落したとき、ディオメデスが船で帰路についていたと言われている。 そして、彼らが航海してファレロンのあたりに達したときにはすでに夜になっており、アルゴス人たちは敵地に上陸するかのようにその地に上陸した。 夜のために、そこがアッティカではなく、他のどこか別の土地であると思ったからである。
ἐνταῦθα Δημοφῶντα λέγουσιν ἐκβοηθήσαντα, οὐκ ἐπιστάμενον οὐδὲ τοῦτον τοὺς ἀπὸ τῶν νεῶν ὡς εἰσὶν Ἀργεῖοι, καὶ ἄνδρας αὐτῶν ἀποκτεῖναι καὶ τὸ Παλλάδιον ἁρπάσαντα οἴχεσθαι, Ἀθηναῖόν τε ἄνδρα οὐ προϊδόμενον ὑπὸ τοῦ ἵππου τοῦ Δημοφῶντος ἀνατραπῆναι καὶ συμπατηθέντα ἀποθανεῖν·
そこでデモポンが救援に駆けつけたと言われているが、彼もまた、船から降りてきた者たちがアルゴス人であることを知らず、彼らのうちの何人かを殺害し、パルラディオンを奪い去った。 また、あるアテナイ人が、注意を怠ったためにデモポンの馬に突き倒され、踏みつけられて死亡した。
ἐπὶ τούτῳ Δημοφῶντα ὑποσχεῖν δίκας οἱ μὲν τοῦ συμπατηθέντος τοῖς προσήκουσιν, οἱ δὲ Ἀργείων φασὶ τῷ κοινῷ.
このことのためにデモポンが裁判を受けたのであるが、ある人々は、踏みつけられて死んだ者の親族に対して(裁判を受けたと)言い、他の人々は、アルゴス人の共同体に対してであると言っている。
§1.28.10ἐπὶ Δελφινίῳ δὲ κρίσις καθέστηκεν ἐργάσασθαι φόνον σὺν τῷ δικαίῳ φαμένοις, ὁποῖόν τι καὶ Θησεὺς παρεχόμενος ἀπέφυγεν, ὅτε Πάλλαντα ἐπαναστάντα καὶ τοὺς παῖδας ἔκτεινε·
また「デルピニオンにおいて」では、殺害を正当な理由に基づいて行ったと主張する者たちのための裁判が行われる。 テセウスが、反乱を起こしたパッラスとその息子たちを殺害した際、そのような主張を提示して無罪となったのと同じである。
πρότερον δὲ πρὶν ἢ Θησεὺς ἀφείθη, καθειστήκει πᾶσι φεύγειν κτείναντα ἢ κατὰ ταὐτὰ θνήσκειν μένοντα.
テセウスが無罪となる以前は、人を殺した者はすべて亡命するか、あるいは留まって同じように死ななければならないという定めであった。
τὸ δὲ ἐν πρυτανείῳ καλούμενον, ἔνθα τῷ σιδήρῳ καὶ πᾶσιν ὁμοίως τοῖς ἀψύχοις δικάζουσιν, ἐπὶ τῷδε ἄρξασθαι νομίζω.
また「プリュタネイオンにおいて」と呼ばれる法廷は、そこでは鉄器やその他すべての無生物に対して同様に裁判が行われるが、次のような出来事から始まったと私は考えている。
Ἀθηναίων βασιλεύοντος Ἐρεχθέως, τότε πρῶτον βοῦν ἔκτεινεν ὁ βουφόνος ἐπὶ τοῦ βωμοῦ τοῦ Πολιέως Διός·
アテナイをエレクテウスが支配していたとき、そのとき初めて、牛殺しがポリエウス・ゼウスの祭壇の上で牛を殺した。
καὶ ὁ μὲν ἀπολιπὼν ταύτῃ τὸν πέλεκυν ἀπῆλθεν ἐκ τῆς χώρας φεύγων, ὁ δὲ πέλεκυς παραυτίκα ἀφείθη κριθεὶς καὶ ἐς τόδε ἀνὰ πᾶν ἔτος κρίνεται.
そして、彼はそこに斧を残したまま、その地から逃亡して去ったが、斧はその場ですぐに裁判にかけられて無罪とされ、今日に至るまで毎年裁判にかけられている。
§1.28.11λέγεται μὲν δὴ καὶ ἄλλα τῶν ἀψύχων αὐτόματα ἐπιθεῖναι σὺν τῷ δικαίῳ τιμωρίαν ἀνθρώποις·
実際、他の無生物も自ら進んで人々に正当な罰を与えたと言われている。
ἔργον δὲ κάλλιστον καὶ δόξῃ φανερώτατον ὁ Καμβύσου παρέσχετο ἀκινάκης.
そして最も見事で、評判において最も顕著な例は、カンビュセスの短剣がもたらしたものである。
ἔστι δὲ τοῦ Πειραιῶς πρὸς θαλάσσῃ Φρεαττύς·
また、ペイライエウスの海の近くに「プレアテュス」と呼ばれる場所がある。
ἐνταῦθα οἱ πεφευγότες, ἢν ἀπελθόντας ἕτερον ἐπιλάβῃ σφᾶς ἔγκλημα, πρὸς ἀκροωμένους ἐκ τῆς γῆς ἀπὸ νεὼς ἀπολογοῦνται·
ここでは、亡命している者たちが、立ち去った後に別の容疑をかけられた場合、陸地から耳を傾ける人々に向かって、船の上から弁明を行う。
Τεῦκρον πρῶτον λόγος ἔχει Τελαμῶνι οὕτως ἀπολογήσασθαι μηδὲν ἐς τὸν Αἴαντος θάνατον εἰργάσθαι.
テウクロスが最初に、テラモンに対してこのように、アイアスの死に関して自分は何の関与もしていないと弁明したという伝説がある。
τάδε μὲν οὖν εἰρήσθω μοι τῶνδε ἕνεκα, γνῶναι ὁπόσοις μέτεστι σπουδῆς τὰ ἐς τὰ δικαστήρια·
さて、これらのことが私によって語られたのは、法廷に関する事柄がいかに熱心に扱われているかを理解してもらうためである。