§1.29.1τοῦ δὲ Ἀρείου πάγου πλησίον δείκνυται ναῦς ποιηθεῖσα ἐς τὴν τῶν Παναθηναίων πομπήν.
アレオパゴスの近くには、パナテナイアの行進のために作られた船が展示されている。
καὶ ταύτην μὲν ἤδη πού τις ὑπερεβάλετο· τὸ δὲ ἐν Δήλῳ πλοῖον οὐδένα πω νικήσαντα οἶδα, καθῆκον ἐς ἐννέα ἐρέτας ἀπὸ τῶν καταστρωμάτων.
これについてはすでに誰かが(大きさを)凌駕したかもしれないが、デロスにある船は、甲板から9人の漕ぎ手に達しており、未だこれを超えるものを私は知らない。
§1.29.2Ἀθηναίοις δὲ καὶ ἔξω πόλεως ἐν τοῖς δήμοις καὶ κατὰ τὰς ὁδοὺς θεῶν ἐστιν ἱερὰ καὶ ἡρώων καὶ ἀνδρῶν τάφοι·
アテナイ人には、市外の区の中や道路沿いにも、神々の神殿や英雄や人々の墓がある。
ἐγγυτάτω δὲ Ἀκαδημία, χωρίον ποτὲ ἀνδρὸς ἰδιώτου, γυμνάσιον δὲ ἐπʼ ἐμοῦ.
最も近いのはアカデメイアであり、かつてはある私人の土地であったが、私の時代には体育場になっている。
κατιοῦσι δʼ ἐς αὐτὴν περίβολός ἐστιν Ἀρτέμιδος καὶ ξόανα Ἀρίστης καὶ Καλλίστης·
そこへ下っていく途中には、アルテミスの囲い地があり、アリステとカッリステの木像がある。
ὡς μὲν ἐγὼ δοκῶ καὶ ὁμολογεῖ τὰ ἔπη τὰ Πάμφω, τῆς Ἀρτέμιδός εἰσιν ἐπικλήσεις αὗται, λεγόμενον δὲ καὶ ἄλλον ἐς αὐτὰς λόγον εἰδὼς ὑπερβήσομαι.
私が思うに、またパンポスの詩が同意するように、これらはアルテミスの異名であるが、彼女たちに関する別の説も知っているものの、割愛することにする。
καὶ ναὸς οὐ μέγας ἐστίν, ἐς ὃν τοῦ Διονύσου τοῦ Ἐλευθερέως τὸ ἄγαλμα ἀνὰ πᾶν ἔτος κομίζουσιν ἐν τεταγμέναις ἡμέραις.
また大きくない神殿があり、そこへエレウテレウス・ディオニュソスの像を、毎年決まった日に人々は運ぶ。
§1.29.3ἱερὰ μέν σφισι ταύτῃ τοσαῦτά ἐστι, τάφοι δὲ Θρασυβούλου μὲν πρῶτον τοῦ Λύκου, ἀνδρὸς τῶν τε ὕστερον καὶ ὅσοι πρὸ αὐτοῦ γεγόνασιν Ἀθηναίοις λόγιμοι τὰ πάντα ἀρίστου—παρέντι δέ μοι τὰ πλείω τοσάδε ἐς πίστιν ἀρκέσει τοῦ λόγου·
彼らにとってこの方向にある神殿はこれだけであるが、墓としては、まずリュコスの子トラスブウロスのものがある。 彼は、後代の、また彼以前にアテナイ人で有名になったすべての人々の中で、あらゆる点で最も優れた男であった。 ――多くのことを省略する私にとって、私の言明を証明するには次のことで十分であろう。
τυραννίδα γὰρ ἔπαυσε τῶν τριάκοντα καλουμένων σὺν ἀνδράσιν ἑξήκοντα τὸ κατʼ ἀρχὰς ὁρμηθεὶς ἐκ Θηβῶν, καὶ Ἀθηναίους στασιάζοντας διαλλαγῆναι καὶ συνθεμένους ἔπεισε μεῖναι—, πρῶτος μέν ἐστιν οὗτος τάφος, ἐπὶ δὲ αὐτῷ Περικλέους τε καὶ Χαβρίου καὶ Φορμίωνος.
すなわち、彼はテーバイから出発して、最初はわずか六十人の男たちとともに、いわゆる「三十人」の僭主政治を終わらせ、内紛状態にあったアテナイ人を和解させ、合意を守ってとどまるよう説得したのである。 ――まずこの墓があり、その上にはペリクレス、カブリアス、フォルミオンの墓がある。
§1.29.4ἔστι δὲ καὶ πᾶσι μνῆμα Ἀθηναίοις ὁπόσοις ἀποθανεῖν συνέπεσεν ἔν τε ναυμαχίαις καὶ ἐν μάχαις πεζαῖς πλὴν ὅσοι Μαραθῶνι αὐτῶν ἠγωνίσαντο·
また、海戦や陸戦で戦死したすべてのアテナイ人のための記念碑がある。 ただし、マラトンで戦った者たちは除かれる。
τούτοις γὰρ κατὰ χώραν εἰσὶν οἱ τάφοι διʼ ἀνδραγαθίαν, οἱ δὲ ἄλλοι κατὰ τὴν ὁδὸν κεῖνται τὴν ἐς Ἀκαδημίαν, καὶ σφῶν ἑστᾶσιν ἐπὶ τοῖς τάφοις στῆλαι τὰ ὀνόματα καὶ τὸν δῆμον ἑκάστου λέγουσαι.
彼らには、その抜群の勇気のゆえに、その戦場に墓があるが、その他の者たちはアカデメイアへ至る道路沿いに横たわっており、彼らの墓の上には、一人一人の名前と所属する区を記した碑柱が立っている。
πρῶτοι δὲ ἐτάφησαν οὓς ἐν Θρᾴκῃ ποτὲ ἐπικρατοῦντας μέχρι Δραβησκοῦ τῆς χώρας Ἠδωνοὶ φονεύουσιν ἀνέλπιστοι ἐπιθέμενοι·
最初に葬られたのは、かつてトラキアにおいてドラベスコス地方にいたるまでを支配していたところ、エドノイ人が不意に襲いかかって虐殺した人々である。
§1.29.5λέγεται δὲ καὶ ὡς κεραυνοὶ πέσοιεν ἐς αὐτούς.
また、彼らの上に雷が落ちたとも言われている。
στρατηγοὶ δὲ ἄλλοι τε ἦσαν καὶ Λέαγρος, ᾧ μάλιστα ἐπετέτραπτο ἡ δύναμις, καὶ Δεκελεὺς Σωφάνης, ὃς τὸν Ἀργεῖόν ποτε πένταθλον Νεμείων ἀνῃρημένον νίκην ἀπέκτεινεν Εὐρυβάτην βοηθοῦντα Αἰγινήταις.
将軍たちには他の人々のほかに、軍の指揮を最も委ねられていたレアグロスや、デケレイア出身のソパネスがいた。 このソパネスは、かつてネメア競技会で五種競技の勝利を収めたアルゴス人エウリュバテスが、アイギナ人たちを救援していたときに彼を殺害した人物である。
στρατὸν δὲ ἔξω τῆς Ἑλλάδος Ἀθηναῖοι τρίτον τοῦτον ἔστειλαν·
アテナイ人がギリシアの外へ軍隊を送ったのは、これが三回目のことであった。
Πριάμῳ μὲν γὰρ καὶ Τρωσὶ πάντες Ἕλληνες ἀπὸ κοινοῦ λόγου κατέστησαν ἐς πόλεμον, Ἀθηναῖοι δὲ ἰδίᾳ μετʼ Ἰολάου τε ἐς Σαρδὼ καὶ δευτέραν ἐς τὴν νῦν Ἰωνίαν ἐστράτευσαν καὶ τρίτον δὴ τότε ἐς τὴν Θρᾴκην.
なぜなら、プリアモスとトロイア人に対しては、全ギリシア人が共同の決定に基づいて戦争に入ったが、アテナイ人は単独で、一回目はイオラオスとともにサルドへ、二回目は現在のイオニアへ遠征し、そして三回目に当たるこの時にトラキアへ遠征したからである。
§1.29.6ἔστι δὲ ἔμπροσθεν τοῦ μνήματος στήλη μαχομένους ἔχουσα ἱππεῖς·
この墓の前には、戦う騎兵たちが描かれた碑柱がある。
Μελάνωπός σφισίν ἐστι καὶ Μακάρτατος ὀνόματα, οὓς κατέλαβεν ἀποθανεῖν ἐναντία Λακεδαιμονίων καὶ Βοιωτῶν τεταγμένους, ἔνθα τῆς Ἐλεωνίας εἰσὶ χώρας πρὸς Ταναγραίους ὅροι.
彼らの名はメラノポスとマカルタトスであり、タナグラ人に対するエレオン地方の境界がある場所で、ラケダイモン人およびボイオティア人と対峙して陣を敷いていた際に戦死した。
καὶ Θεσσαλῶν τάφος ἐστὶν ἱππέων κατὰ παλαιὰν φιλίαν ἐλθόντων, ὅτε σὺν Ἀρχιδάμῳ Πελοποννήσιοι πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικὴν στρατιᾷ, καὶ πλησίον τοξόταις Κρησίν·
また、アルキダモスとともにペロポネソス人たちが最初に軍隊を率いてアッティカに侵入した際、古い友情に基づいてやって来たテッサリア人騎兵の墓があり、その近くにはクレタ人射手たちの墓がある。
αὖθις δέ ἐστιν Ἀθηναίων μνήματα Κλεισθένους, ᾧ τὰ ἐς τὰς φυλὰς αἳ νῦν καθεστᾶσιν εὑρέθη, καὶ ἱππεῦσιν ἀποθανοῦσιν ἡνίκα συνεπελάβοντο οἱ Θεσσαλοὶ τοῦ κινδύνου.
さらに、現在ある部族制度を考案したクレイステネスのアテナイ人のための墓碑があり、またテッサリア人がその危機をともに引き受けたときに戦死した騎兵たちの墓がある。
§1.29.7ἐνταῦθα καὶ Κλεωναῖοι κεῖνται, μετὰ Ἀργείων ἐς τὴν Ἀττικὴν ἐλθόντες·
ここには、アルゴス人たちとともにアッティカにやって来たクレオナイ人たちも横たわっている。
ἐφʼ ὅτῳ δέ, γράψω τοῦ λόγου μοι κατελθόντος ἐς τοὺς Ἀργείους.
いかなる理由によるかは、私の記述がアルゴス人の記述に移ったときに書くことにする。
καὶ Ἀθηναίων δʼ ἔστι τάφος, οἳ πρὶν ἢ στρατεῦσαι τὸν Μῆδον ἐπολέμησαν πρὸς Αἰγινήτας.
また、ペルシア人が遠征してくる前にアイギナ人たちと戦ったアテナイ人たちの墓もある。
ἦν δὲ ἄρα καὶ δήμου δίκαιον βούλευμα, εἰ δὴ καὶ Ἀθηναῖοι μετέδοσαν δούλοις δημοσίᾳ ταφῆναι καὶ τὰ ὀνόματα ἐγγραφῆναι στήλῃ·
アテナイ人が奴隷たちに対しても、公的に埋葬され、その名前が碑柱に刻まれる恩恵を分かち合ったのだとすれば、それは民衆の正当な決定であったのだろう。
δηλοῖ δὲ ἀγαθοὺς σφᾶς ἐν τῷ πολέμῳ γενέσθαι περὶ τοὺς δεσπότας.
それは、彼らが戦争において主人に対して忠実であったことを示している。
ἔστι δὲ καὶ ἀνδρῶν ὀνόματα ἄλλων, διάφορα δέ σφισι τὰ χωρία τῶν ἀγώνων·
また他の男たちの名前もあり、彼らの戦いの場所はそれぞれ異なっている。
καὶ γὰρ τῶν ἐπʼ Ὄλυνθον ἐλθόντων οἱ δοκιμώτατοι καὶ Μελήσανδρος ἐς τὴν ἄνω Καρίαν ναυσὶν ἀναπλεύσας διὰ τοῦ Μαιάνδρου, ἐτάφησαν δὲ καὶ οἱ τελευτήσαντες §1.29.8πολεμοῦντος Κασσάνδρου καὶ οἱ συμμαχήσαντές ποτε Ἀργείων.
すなわち、オリントスに遠征した者たちのうちの最も著名な人々や、メアンドロス川を通って上カリシアへ船で遡上したメレサンドロス、また以下の戦死した人々も葬られている、カッサンドロスが戦争を行っていたときに戦死した者たちや、かつて同盟したアルゴス人たちである。
πραχθῆναι δὲ οὕτω σφίσι τὴν πρὸς Ἀργείους λέγουσι συμμαχίαν·
彼らにとってアルゴス人との同盟がどのように結ばれたかについて、人々は次のように言っている。
Λακεδαιμονίοις τὴν πόλιν τοῦ θεοῦ σείσαντος οἱ εἵλωτες ἐς Ἰθώμην ἀπέστησαν, ἀφεστηκότων δὲ οἱ Λακεδαιμόνιοι βοηθοὺς καὶ ἄλλους καὶ παρὰ Ἀθηναίων μετεπέμποντο·
ラケダイモン人に対して神が国を揺るがしたとき、ヘイロテスたちがイトメに反乱を起こした。 反乱が起きたため、ラケダイモン人はアテナイ人を含む他の人々から救援を求めた。
οἱ δέ σφισιν ἐπιλέκτους ἄνδρας ἀποστέλλουσι καὶ στρατηγὸν Κίμωνα τὸν Μιλτιάδου.
アテナイ人は彼らに選りすぐりの男たちと、ミルティアデスの息子キモンを将軍として送った。
τούτους ἀποπέμπουσιν οἱ Λακεδαιμόνιοι πρὸς ὑποψίαν·
これらの人々を、ラケダイモン人は不信感から送り返したのである。