§1.28.7ἔστι δὲ καὶ ἐντὸς τοῦ περιβόλου μνῆμα Οἰδίποδος, πολυπραγμονῶν δὲ εὕρισκον τὰ ὀστᾶ ἐκ Θηβῶν κομισθέντα· τὰ γὰρ ἐς τὸν θάνατον Σοφοκλεῖ πεποιημένα τὸν Οἰδίποδος Ὅμηρος οὐκ εἴα μοι δόξαι πιστά, ὃς ἔφη Μηκιστέα τελευτήσαντος Οἰδίποδος ἐπιτάφιον ἐλθόντα ἐς Θήβας ἀγωνίσασθαι.
此外,在圣所的围墙内还有俄狄浦斯的坟墓,我经过多方探听,得知他的遗骨是从底比斯运来的;因为荷马不容许我信服索福克勒斯所创作的关于俄狄浦斯之死的传说,荷马说在俄狄浦斯死后,梅基斯透斯曾前往底比斯参加他的葬礼竞技并进行比赛。
§1.28.8ἔστι δὲ Ἀθηναίοις καὶ ἄλλα δικαστήρια οὐκ ἐς τοσοῦτο δόξης ἥκοντα.
雅典人还有其他一些名气不那么大的法庭。
τὸ μὲν οὖν καλούμενον παράβυστον καὶ τρίγωνον, τὸ μὲν ἐν ἀφανεῖ τῆς πόλεως ὂν καὶ ἐπʼ ἐλαχίστοις συνιόντων ἐς αὐτό, τὸ δὲ ἀπὸ τοῦ σχήματος ἔχει τὰ ὀνόματα· βατραχιοῦν δὲ καὶ φοινικιοῦν ἀπὸ χρωμάτων καὶ ἐς τόδε διαμεμένηκεν ὀνομάζεσθαι.
所谓“帕拉比斯通”和“特里戈农”,前者位于城内隐蔽之处,人们因极琐碎的事务在此集会,后者则因其形状而得名;而“巴特拉基翁”和“普尼基翁”则因其颜色命名,并一直延续使用至今。
τὸ δὲ μέγιστον καὶ ἐς ὃ πλεῖστοι συνίασιν, ἡλιαίαν καλοῦσιν.
至于最大且集会人数最多的法庭,他们称之为“赫里埃亚”。
ὁπόσα δὲ ἐπὶ τοῖς φονεῦσιν, ἔστιν ἄλλα· καὶ ἐπὶ Παλλαδίῳ καλοῦσι καὶ τοῖς ἀποκτείνασιν ἀκουσίως κρίσις καθέστηκε.
而针对杀人者的法庭则另有其他:在被称为“帕拉迪翁”的地方,设有针对无意杀人者的审判。
καὶ ὅτι μὲν Δημοφῶν πρῶτος ἐνταῦθα ὑπέσχε δίκας, ἀμφισβητοῦσιν οὐδένες· §1.28.9ἐφʼ ὅτῳ δέ, διάφορα ἐς τοῦτο εἴρηται.
而德莫丰是第一个在此受审的人,这一点无人争议;但至于因为何事,对此有不同的说法。
Διομήδην φασὶν ἁλούσης Ἰλίου ταῖς ναυσὶν ὀπίσω κομίζεσθαι, καὶ ἤδη τε νύκτα ἐπέχειν ὡς κατὰ Φάληρον πλέοντες γίνονται καὶ τοὺς Ἀργείους ὡς ἐς πολεμίαν ἀποβῆναι τὴν γῆν, ἄλλην που δόξαντας ἐν τῇ νυκτὶ καὶ οὐ τὴν Ἀττικὴν εἶναι.
他们说,在伊利翁陷落后,狄奥墨德斯率船队踏上归途,当他们乘船驶至法勒隆附近时,夜幕已经降临,阿尔戈斯人便将该地误认为敌国领土而登岸,因为在夜色中他们以为那是别的什么地方,而不是阿提卡。
ἐνταῦθα Δημοφῶντα λέγουσιν ἐκβοηθήσαντα, οὐκ ἐπιστάμενον οὐδὲ τοῦτον τοὺς ἀπὸ τῶν νεῶν ὡς εἰσὶν Ἀργεῖοι, καὶ ἄνδρας αὐτῶν ἀποκτεῖναι καὶ τὸ Παλλάδιον ἁρπάσαντα οἴχεσθαι, Ἀθηναῖόν τε ἄνδρα οὐ προϊδόμενον ὑπὸ τοῦ ἵππου τοῦ Δημοφῶντος ἀνατραπῆναι καὶ συμπατηθέντα ἀποθανεῖν·
据说此时德莫丰赶来救援,他同样不知道船上下来的是阿尔戈斯人,于是杀死了他们中的一些人,并夺走了帕拉迪翁神像后离去;一名雅典公民因未能防备,被德莫丰的马撞倒并被践踏致死。
ἐπὶ τούτῳ Δημοφῶντα ὑποσχεῖν δίκας οἱ μὲν τοῦ συμπατηθέντος τοῖς προσήκουσιν, οἱ δὲ Ἀργείων φασὶ τῷ κοινῷ.
为此,有人说德莫丰在被践踏致死者的亲属面前受审,也有人说是在阿尔戈斯人的公社面前受审。
§1.28.10ἐπὶ Δελφινίῳ δὲ κρίσις καθέστηκεν ἐργάσασθαι φόνον σὺν τῷ δικαίῳ φαμένοις, ὁποῖόν τι καὶ Θησεὺς παρεχόμενος ἀπέφυγεν, ὅτε Πάλλαντα ἐπαναστάντα καὶ τοὺς παῖδας ἔκτεινε· πρότερον δὲ πρὶν ἢ Θησεὺς ἀφείθη, καθειστήκει πᾶσι φεύγειν κτείναντα ἢ κατὰ ταὐτὰ θνήσκειν μένοντα.
在“德尔菲尼翁”设有针对自称依法杀人者的审判,正如忒修斯在杀害发动叛乱的帕拉斯及其子嗣时,以此为由辩护并获得无罪释放一样;但在忒修斯获释之前,法律规定凡杀人者必须流亡,若留下则必须以同样的方式处死。
τὸ δὲ ἐν πρυτανείῳ καλούμενον, ἔνθα τῷ σιδήρῳ καὶ πᾶσιν ὁμοίως τοῖς ἀψύχοις δικάζουσιν, ἐπὶ τῷδε ἄρξασθαι νομίζω.
而在被称为“普里塔内翁” 的法庭,人们在此对铁器及其他所有无生命之物进行审判,我认为这一制度始于以下事件。
Ἀθηναίων βασιλεύοντος Ἐρεχθέως, τότε πρῶτον βοῦν ἔκτεινεν ὁ βουφόνος ἐπὶ τοῦ βωμοῦ τοῦ Πολιέως Διός· καὶ ὁ μὲν ἀπολιπὼν ταύτῃ τὸν πέλεκυν ἀπῆλθεν ἐκ τῆς χώρας φεύγων, ὁ δὲ πέλεκυς παραυτίκα ἀφείθη κριθεὶς καὶ ἐς τόδε ἀνὰ πᾶν ἔτος κρίνεται.
在埃雷赫修斯统治雅典时期,屠牛者首次在波里埃乌斯宙斯的祭坛上宰杀了一头牛;他将斧头留在此处,便逃离该国,而这把斧头在接受审判后立即被宣告无罪,并且时至今日每年都要接受审判。
§1.28.11λέγεται μὲν δὴ καὶ ἄλλα τῶν ἀψύχων αὐτόματα ἐπιθεῖναι σὺν τῷ δικαίῳ τιμωρίαν ἀνθρώποις· ἔργον δὲ κάλλιστον καὶ δόξῃ φανερώτατον ὁ Καμβύσου παρέσχετο ἀκινάκης.
事实上,据说其他无生命之物也曾自发地对人类施以正当的惩罚;而堪比塞斯的短剑则提供了在名声上最杰出、最著名的先例。
ἔστι δὲ τοῦ Πειραιῶς πρὸς θαλάσσῃ Φρεαττύς· ἐνταῦθα οἱ πεφευγότες, ἢν ἀπελθόντας ἕτερον ἐπιλάβῃ σφᾶς ἔγκλημα, πρὸς ἀκροωμένους ἐκ τῆς γῆς ἀπὸ νεὼς ἀπολογοῦνται· Τεῦκρον πρῶτον λόγος ἔχει Τελαμῶνι οὕτως ἀπολογήσασθαι μηδὲν ἐς τὸν Αἴαντος θάνατον εἰργάσθαι.
在比雷埃夫斯靠近海边的地方有“弗雷阿蒂斯”;在此处,流亡者若在离境后又面临另一项指控,他们便在船上向在陆地上倾听的审判者进行申辩;传说特夫克罗斯是第一个如此向忒拉蒙申辩,证明自己与埃阿斯之死毫无关系的人。
τάδε μὲν οὖν εἰρήσθω μοι τῶνδε ἕνεκα, γνῶναι ὁπόσοις μέτεστι σπουδῆς τὰ ἐς τὰ δικαστήρια·
因此,我陈述这些事情是为了让人们了解,雅典人在法庭事务上投入了多少心血。