§1.25.1τοιαῦτα μὲν αὐτοῖς συμβαίνοντα εἶδον·
このようなことが彼らに起こるのを私は見た。
ἔστι δὲ ἐν τῇ Ἀθηναίων ἀκροπόλει καὶ Περικλῆς ὁ Ξανθίππου καὶ αὐτὸς Ξάνθιππος, ὃς ἐναυμάχησεν ἐπὶ Μυκάλῃ Μήδοις.
アテナイ人のアクロポリスには、クサンティッポスの子ペリクレスと、クサンティッポス自身も像がある。 彼はミカレにおいてメディア人と海戦を戦った。
ἀλλʼ ὁ μὲν Περικλέους ἀνδριὰς ἑτέρωθι ἀνάκειται, τοῦ δὲ Ξανθίππου πλησίον ἕστηκεν Ἀνακρέων ὁ Τήιος, πρῶτος μετὰ Σαπφὼ τὴν Λεσβίαν τὰ πολλὰ ὧν ἔγραψεν ἐρωτικὰ ποιήσας·
しかし、ペリクレスの肖像は別の場所に奉納されており、クサンティッポスの近くにはテオスのアナクレオンが立っている。 彼は、レスボスのサッポーに次いで、その著作の大部分を恋愛詩にした最初の人物である。
καί οἱ τὸ σχῆμά ἐστιν οἷον ᾄδοντος ἂν ἐν μέθῃ γένοιτο ἀνθρώπου.
そして、彼の姿は、酔った状態で歌っている人間のようになっている。
γυναῖκας δὲ πλησίον Δεινομένης Ἰὼ τὴν Ἰνάχου καὶ Καλλιστὼ τὴν Λυκάονος πεποίηκεν, αἷς ἀμφοτέραις ἐστὶν ἐς ἅπαν ὅμοια διηγήματα ἔρως Διὸς καὶ Ἥρας ὀργὴ καὶ ἀλλαγὴ τῇ μὲν ἐς βοῦν, Καλλιστοῖ δὲ ἐς ἄρκτον.
その近くには、ディノメネスが、イナコスの娘イオと、リュカオンの娘カリストという二人の女性の像を作った。 彼女たち双方については、すべてにおいて同様の話がある。 すなわち、ゼウスの愛、ヘラの怒り、そして一方は牝牛へ、カリストは牝熊への変身である。
§1.25.2πρὸς δὲ τῷ τείχει τῷ Νοτίῳ γιγάντων, οἳ περὶ Θρᾴκην ποτὲ καὶ τὸν ἰσθμὸν τῆς Παλλήνης ᾤκησαν, τούτων τὸν λεγόμενον πόλεμον καὶ μάχην πρὸς Ἀμαζόνας Ἀθηναίων καὶ τὸ Μαραθῶνι πρὸς Μήδους ἔργον καὶ Γαλατῶν τὴν ἐν Μυσίᾳ φθορὰν ἀνέθηκεν Ἄτταλος, ὅσον τε δύο πηχῶν ἕκαστον.
南壁の近くには、かつてトラキアとパレネの地峡の周辺に住んでいた巨人たちについて、彼らのいわゆる戦争と、アテナイ人のアマゾンとの闘い、マラトンにおけるメディア人に対する功績、そしてミュシアにおけるガラティア人の滅亡を、アッタロスが奉納した。 それぞれ約2ペキュスの大きさである。
ἕστηκε δὲ καὶ Ὀλυμπιόδωρος, μεγέθει τε ὧν ἔπραξε λαβὼν δόξαν καὶ οὐχ ἥκιστα τῷ καιρῷ, φρόνημα ἐν ἀνθρώποις παρασχόμενος συνεχῶς ἐπταικόσι καὶ διʼ αὐτὸ οὐδὲ ἓν χρηστὸν οὐδὲ ἐς τὰ μέλλοντα ἐλπίζουσι.
オリュンピオドロスも立っている。 彼は自らが行ったことの偉大さによって、そしてとりわけその時機によって名声を得た。 絶えず失敗を重ね、それゆえ将来に対しても何一つ良いことを望んでいなかった人々の中に、勇気をもたらしたからである。
§1.25.3τὸ γὰρ ἀτύχημα τὸ ἐν Χαιρωνείᾳ ἅπασι τοῖς Ἕλλησιν ἦρξε κακοῦ καὶ οὐχ ἥκιστα δούλους ἐποίησε τοὺς ὑπεριδόντας καὶ ὅσοι μετὰ Μακεδόνων ἐτάχθησαν.
というのも、カイロネイアにおける災難はすべてのギリシア人にとって不幸の始まりであり、とりわけこれを軽視した者たちや、マケドニア人の側に並んだ者たちを奴隷にしたからである。
τὰς μὲν δὴ πολλὰς Φίλιππος τῶν πόλεων εἷλεν, Ἀθηναίοις δὲ λόγῳ συνθέμενος ἔργῳ σφᾶς μάλιστα ἐκάκωσε, νήσους τε ἀφελόμενος καὶ τῆς ἐς τὰ ναυτικὰ παύσας ἀρχῆς.
フィリッポスは多くの都市を占領したが、アテナイ人に対しては言葉の上では和解しながらも、実際には彼らを最も苦しめ、島々を奪い取り、海軍の支配を終わらせた。
καὶ χρόνον μέν τινα ἡσύχασαν Ἀθηναῖοι Φιλίππου βασιλεύοντος καὶ ὕστερον Ἀλεξάνδρου·
そしてアテナイ人は、フィリッポスの統治期、そしてその後のアレクサンドロスの統治期の間、しばらくは静かにしていた。
τελευτήσαντος δὲ Ἀλεξάνδρου Μακεδόνες μὲν βασιλεύειν εἵλοντο Ἀριδαῖον, Ἀντιπάτρῳ δὲ ἐπετέτραπτο ἡ πᾶσα ἀρχή, καὶ Ἀθηναίοις οὐκέτι ἀνεκτὰ ἐφαίνετο εἰ τὸν πάντα χρόνον ἔσται ἐπὶ Μακεδόσι τὸ Ἑλληνικόν, ἀλλʼ αὐτοί τε πολεμεῖν ὥρμηντο καὶ ἄλλους ἐς τὸ ἔργον ἤγειρον.
しかし、アレクサンドロスが死ぬと、マケドニア人はアリダイオスを王に選び、アンティパトロスに全権が委ねられた。 アテナイ人にとっては、ギリシア人の世界が今後ずっとマケドニア人の支配下にあることは、もはや耐えがたいことのように思われ、彼ら自身が戦争に立ち上がるとともに、他の人々をもその行動へと駆り立てた。
§1.25.4ἐγένοντο δὲ αἱ μετασχοῦσαι πόλεις Πελοποννησίων μὲν Ἄργος Ἐπίδαυρος Σικυὼν Τροιζὴν Ἠλεῖοι Φλιάσιοι Μεσσήνη, οἱ δὲ ἔξω τοῦ Κορινθίων ἰσθμοῦ Λοκροὶ Φωκεῖς Θεσσαλοὶ Κάρυστος Ἀκαρνᾶνες ἐς τὸ Αἰτωλικὸν συντελοῦντες·
参加した都市は、ペロポネソス人の中ではアルゴス、エピダウロス、シキュオン、トロイゼン、エリス人、プリアシオス人、メッセネであり、コリントスの地峡の外では、ロクリス人、フォキス人、テッサリア人、カリュストス、アイトリア同盟に属するアカナニア人であった。
Βοιωτοὶ δὲ Θηβαίων ἠρημωμένην τὴν γῆν τὴν Θηβαΐδα νεμόμενοι δέει μὴ Θήβας αὖθις Ἀθηναῖοί σφισιν ἐποικίζωσιν οὔτε ἐς τὴν συμμαχίαν ἐτάσσοντο καὶ ἐς ὅσον ἧκον δυνάμεως τὰ Μακεδόνων ηὖξον.
ボイオティア人は、テーバイ人が追放されて荒廃したテーバイの土地を管理していたが、アテナイ人が再びテーバイに人々を植民させるのではないかという恐れから、同盟には加わらず、彼らの力が及ぶ限りにおいて、マケドニア人の勢力を増大させた。
§1.25.5τοὺς δὲ ἐς τὸ συμμαχικὸν ταχθέντας κατὰ πόλεις τε ἑκάστους ἦγον στρατηγοὶ καὶ τοῦ παντὸς ἄρχειν ᾕρητο Ἀθηναῖος Λεωσθένης πόλεώς τε ἀξιώματι καὶ αὐτὸς εἶναι δοκῶν πολέμων ἔμπειρος.
同盟軍に配置された人々は、それぞれの都市から将軍たちによって率いられ、全軍の指揮をとる者として、都市の威信と、彼自身が戦争に熟練していると見なされていたことから、アテナイ人のレオステネスが選ばれた。
ὑπῆρχε δέ οἱ καὶ πρὸς πάντας εὐεργεσία τοὺς Ἕλληνας·
彼には、すべてのギリシア人に対する恩義があった。
ὁπόσοι γὰρ μισθοῦ παρὰ Δαρείῳ καὶ σατράπαις ἐστρατεύοντο Ἕλληνες, ἀνοικίσαι σφᾶς ἐς τὴν Περσίδα θελήσαντος Ἀλεξάνδρου Λεωσθένης ἔφθη κομίσας ναυσὶν ἐς τὴν Εὐρώπην.
ダレイオスやサトラップのもとで傭兵として戦っていたギリシア人たちを、アレクサンドロスがペルシアの内地に移住させようとしたとき、レオステネスがいち早く彼らを船でヨーロッパへ連れ戻したからである。
καὶ δὴ καὶ τότε ὧν ἐς αὐτὸν ἤλπισαν ἔργα λαμπρότερα ἐπιδειξάμενος παρέσχεν ἀποθανὼν ἀθυμῆσαι πᾶσι καὶ διʼ αὐτὸ οὐχ ἥκιστα σφαλῆναι·
そして実にこのときも、彼に対して期待されていたよりもさらに輝かしい功績を示したが、彼の戦死はすべての人を失望させ、それによってとりわけ大きな挫折をもたらした。
φρουρά τε Μακεδόνων ἐσῆλθεν Ἀθηναίοις, οἳ Μουνυχίαν, ὕστερον δὲ καὶ Πειραιᾶ καὶ τείχη μακρὰ ἔσχον.
アテナイ人のもとにはマケドニア人の守備隊が入り、彼らはムニキア、のちにはピライウスと長城をも占領した。
§1.25.6Ἀντιπάτρου δὲ ἀποθανόντος Ὀλυμπιὰς διαβᾶσα ἐξ Ἠπείρου χρόνον μέν τινα ἦρξεν ἀποκτείνασα Ἀριδαῖον, οὐ πολλῷ δὲ ὕστερον ἐκπολιορκηθεῖσα ὑπὸ Κασσάνδρου παρεδόθη τῷ πλήθει.
アンティパトロスが死ぬと、オリュンピアスがエペイロスから渡ってきて、アリダイオスを殺害してしばらく支配したが、それほど経たないうちにカッサンドロスによって包囲され、民衆に引き渡された。
Κάσσανδρος δὲ βασιλεύσας—τὰ δὲ ἐς Ἀθηναίους ἐπέξεισί μοι μόνα ὁ λόγος—Πάνακτον τεῖχος ἐν τῇ Ἀττικῇ καὶ Σαλαμῖνα εἷλε τύραννόν τε Ἀθηναίοις ἔπραξε γενέσθαι Δημήτριον τὸν Φανοστράτου, δόξαν εἰληφότα ἐπὶ σοφίᾳ.
カッサンドロスは王となると(私の叙述はアテナイ人に関する事柄だけを詳しく述べるが)、アッティカのパナクトン要塞とサラミスを占領し、アテナイ人のためにファノストラトスの子デメトリオスを僭主として擁立した。 彼は知恵によって名声を得ていた人物である。
τοῦτον μὲν δὴ τυραννίδος ἔπαυσε Δημήτριος ὁ Ἀντιγόνου, νέος τε ὢν καὶ φιλοτίμως πρὸς τὸ Ἑλληνικὸν διακείμενος·
このデメトリオスを、僭主の座から引きずり下ろしたのが、アンティゴノスの子デメトリオスであった。 彼は若く、ギリシア人に対して親切な態度をとっていた。
§1.25.7Κάσσανδρος δὲ—δεινὸν γάρ τι ὑπῆν οἱ μῖσος ἐς τοὺς Ἀθηναίους—, ὁ δὲ αὖθις Λαχάρην προεστηκότα ἐς ἐκεῖνο τοῦ δήμου, τοῦτον τὸν ἄνδρα οἰκειωσάμενος τυραννίδα ἔπεισε βουλεῦσαι, τυράννων ὧν ἴσμεν τά τε ἐς ἀνθρώπους μάλιστα ἀνήμερον καὶ ἐς τὸ θεῖον ἀφειδέστατον.
カッサンドロスは(彼にはアテナイ人に対する恐ろしい憎しみがあったが)、再び、当時民衆の指導者であったラハレスを懐柔し、彼に僭主となるよう唆した。 彼は私たちが知る僭主たちの中でも、人間に対して最も冷酷であり、神々に対して最も不敬な者であった。
Δημητρίῳ δὲ τῷ Ἀντιγόνου διαφορὰ μὲν ἦν ἐς τὸν δῆμον ἤδη τῶν Ἀθηναίων, καθεῖλε δὲ ὅμως καὶ τὴν Λαχάρους τυραννίδα·
アンティゴノスの子デメトリオスは、すでにアテナイの民衆との間に不和があったが、それでもラハレスの僭主政を倒した。
ἁλισκομένου δὲ τοῦ τείχους ἐκδιδράσκει Λαχάρης ἐς Βοιωτούς, ἅτε δὲ ἀσπίδας ἐξ ἀκροπόλεως καθελὼν χρυσᾶς καὶ αὐτὸ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τὸν περιαιρετὸν ἀποδύσας κόσμον ὑπωπτεύετο εὐπορεῖν μεγάλως χρημάτων.
城壁が占領されようとするとき、ラハレスはボイオティア人へと逃げ去った。 彼はアクロポリスから金の盾を取り外し、アテナの像自体からも取り外し可能な装飾を剥ぎ取っていたため、莫大な富を手にしていると疑われていた。
§1.25.8Λαχάρην μὲν οὖν τούτων ἕνεκα κτείνουσιν ἄνδρες Κορωναῖοι·
それゆえ、コロネイアの人々はこれらのことのためにラハレスを殺害した。
Δημήτριος δὲ ὁ Ἀντιγόνου τυράννων ἐλευθερώσας Ἀθηναίους τό τε παραυτίκα μετὰ τὴν Λαχάρους φυγὴν οὐκ ἀπέδωκέ σφισι τὸν Πειραιᾶ καὶ ὕστερον πολέμῳ κρατήσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν τὸ ἄστυ, τὸ Μουσεῖον καλούμενον τειχίσας.
アンティゴノスの子デメトリオスは、アテナイ人を僭主から解放したが、ラハレスの逃亡の直後には彼らにピライウスを返還せず、のちには戦争によってアテナイを征服し、その市街自体に守備隊を入れ、ムセイオンと呼ばれる場所を要塞化した。
ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τοῦ ἀρχαίου τὸ Μουσεῖον ἀπαντικρὺ τῆς ἀκροπόλεως λόφος, ἔνθα Μουσαῖον ᾄδειν καὶ ἀποθανόντα γήρᾳ ταφῆναι λέγουσιν·
ムセイオンは、古代の城壁の内側にあり、アクロポリスの真向かいにある丘で、そこではムサイオスが歌い、老いて死んだあとに葬られたと言われている。
ὕστερον δὲ καὶ μνῆμα αὐτόθι ἀνδρὶ ᾠκοδομήθη Σύρῳ.
のちにはシリア人の男のために、そこに記念碑が建てられた。
τότε δὲ Δημήτριος τειχίσας εἶχε·
そのとき、デメトリオスはそこを要塞化して占有していた。