Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.24.1-1.24.8

アクロポリスの神像群とパルテノンのアテナ像

27 / 465 箇所 · ギリシア語

要旨

アクロポリスに捧げられた神像や英雄像、とりわけパルテノン神殿内のアテナ像の構造や、ゼウス・ポリエウスに対する独特な牛の生贄の儀礼について詳しく記述している。

§1.24.1ἐνταῦθα Ἀθηνᾶ πεποίηται τὸν Σιληνὸν Μαρσύαν παίουσα, ὅτι δὴ τοὺς αὐλοὺς ἀνέλοιτο, ἐρρῖφθαι σφᾶς τῆς θεοῦ βουλομένης.
ここには、アテナがシレノスのマルスュアスを打っている姿が表されている。 彼がフルートを拾い上げたからであり、それは女神がそれらを投げ捨てられることを望んでいたからである。
—τούτων πέραν, ὧν εἴρηκα, ἐστὶν ἡ λεγομένη Θησέως μάχη πρὸς τὸν ταῦρον τὸν Μίνω καλούμενον, εἴτε ἀνὴρ εἴτε θηρίον ἦν ὁποῖον κεκράτηκεν ὁ λόγος·
――私が述べたこれらのものの向こう側には、いわゆるミノスの雄牛と呼ばれるものに対するテセウスの闘いとして語られるものが表されている。 説が勝っているところによれば、それが男であったのか、あるいはどのような野獣であったのかはともかく。
τέρατα γὰρ πολλῷ καὶ τοῦδε θαυμασιώτερα καὶ καθʼ ἡμᾶς ἔτικτον γυναῖκες.
というのも、私たちの時代においても、女たちはこれよりもはるかに驚異的な怪物を産んでいるからである。
§1.24.2κεῖται δὲ καὶ Φρίξος ὁ Ἀθάμαντος ἐξενηνεγμένος ἐς Κόλχους ὑπὸ τοῦ κριοῦ·
また、雄羊によってコルキスへ運ばれた、アタマスの息子プリクソスの像も置かれている。
θύσας δὲ αὐτὸν ὅτῳ δὴ θεῷ, ὡς δὲ εἰκάσαι τῷ Λαφυστίῳ καλουμένῳ παρὰ Ὀρχομενίοις, τοὺς μηροὺς κατὰ νόμον ἐκτεμὼν τὸν Ἑλλήνων ἐς αὐτοὺς καιομένους ὁρᾷ.
彼はその雄羊を、ある神――推測するに、オルコメノス人たちの間でラピュスティオスと呼ばれている神に――生贄として捧げ、ギリシア人の習慣に従って大腿骨を切り取り、それらが燃えているのを見つめている。
κεῖνται δὲ ἑξῆς ἄλλαι τε εἰκόνες καὶ Ἡρακλέους· ἄγχει δέ, ὡς λόγος ἔχει, τοὺς δράκοντας.
その隣には他の肖像群やヘラクレスの像が置かれており、説話が伝えるところでは、彼は蛇たちを絞め殺している。
Ἀθηνᾶ τέ ἐστιν ἀνιοῦσα ἐκ τῆς κεφαλῆς τοῦ Διός.
また、ゼウスの頭から昇り出ているアテナの像もある。
ἔστι δὲ καὶ ταῦρος ἀνάθημα τῆς βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ, ἐφʼ ὅτῳ δὴ ἀνέθηκεν ἡ βουλή·
さらに、アレイオス・パゴスの評議会が奉納した雄牛の像もあり、評議会がどのような理由でそれを奉納したのかについては、望む者があれば、多くのことを推測できるであろう。
§1.24.3πολλὰ δʼ ἄν τις ἐθέλων εἰκάζοι. λέλεκται δέ μοι καὶ πρότερον ὡς Ἀθηναίοις περισσότερόν τι ἢ τοῖς ἄλλοις ἐς τὰ θεῖά ἐστι σπουδῆς·
アテナイ人には他国の人々よりも神々に対する信心がはるかに篤いことは、私によって以前にも述べられている。
πρῶτοι μὲν γὰρ Ἀθηνᾶν ἐπωνόμασαν Ἐργάνην, πρῶτοι δʼ ἀκώλους Ἑρμᾶς ἀνέθεσαν, ὁμοῦ δέ σφισιν ἐν τῷ ναῷ †σπουδαίων δαίμων ἐστίν.
というのも、彼らはアテナを「技術の女神」と最初に名付け、手足のないヘルメス柱像を最初に奉納し、また彼らの神殿には彼女らとともに†有徳なるダイモンの像があるからである。
ὅστις δὲ τὰ σὺν τέχνῃ πεποιημένα ἐπίπροσθε τίθεται τῶν ἐς ἀρχαιότητα ἡκόντων, καὶ τάδε ἔστιν οἱ θεάσασθαι.
古さに達しているものよりも、技術をもって制作されたものを好む者にとっては、次のようなものも観ることができる。
κράνος ἐστὶν ἐπικείμενος ἀνὴρ Κλεοίτου, καί οἱ τοὺς ὄνυχας ἀργυροῦς ἐνεποίησεν ὁ Κλεοίτας·
クレオイタス作の兜をかぶった男の像があり、クレオイタスは彼の爪を銀で作った。
ἔστι δὲ καὶ Γῆς ἄγαλμα ἱκετευούσης ὗσαί οἱ τὸν Δία, εἴτε αὐτοῖς ὄμβρου δεῆσαν Ἀθηναίοις εἴτε καὶ τοῖς πᾶσιν Ἕλλησι συμβὰς αὐχμός.
また、アテナイ人自身に雨が必要であったためか、あるいは全ギリシア人に干ばつが起こったためか、ゼウスに大地上に雨を降らせてくれるよう懇願しているガイアの像もある。
ἐνταῦθα καὶ Τιμόθεος ὁ Κόνωνος καὶ αὐτὸς κεῖται Κόνων·
ここには、コノンの子ティモテオス、そしてコノン自身の像も置かれている。
Πρόκνην δὲ τὰ ἐς τὸν παῖδα βεβουλευμένην αὐτήν τε καὶ τὸν Ἴτυν ἀνέθηκεν Ἀλκαμένης.
また、わが子に対する企てを企てたプロクネ自身と、イテュスの像を、アルカメネスが奉納した。
πεποίηται δὲ καὶ τὸ φυτὸν τῆς ἐλαίας Ἀθηνᾶ καὶ κῦμα ἀναφαίνων Ποσειδῶν·
また、オリーブの木を作り出すアテナと、波を湧き上がらせるポセイドンの姿も表されている。
§1.24.4καὶ Διός ἐστιν ἄγαλμα τό τε Λεωχάρους καὶ ὁ ὀνομαζόμενος Πολιεύς, ᾧ τὰ καθεστηκότα ἐς τὴν θυσίαν γράφων τὴν ἐπʼ αὐτοῖς λεγομένην αἰτίαν οὐ γράφω.
そして、レオカレス作のゼウス像と、「都市を守る者」と呼ばれるゼウスの像があり、このゼウスのために定められている生贄の儀礼について私は書くが、その原因として語られている説話については書かない。
τοῦ Διὸς τοῦ Πολιέως κριθὰς καταθέντες ἐπὶ τὸν βωμὸν μεμιγμένας πυροῖς οὐδεμίαν ἔχουσι φυλακήν·
彼らは、都市の守護者たるゼウスの祭壇の上に小麦と混ざった大麦を置いて、何の番もしないでおく。
ὁ βοῦς δέ, ὃν ἐς τὴν θυσίαν ἑτοιμάσαντες φυλάσσουσιν, ἅπτεται τῶν σπερμάτων φοιτῶν ἐπὶ τὸν βωμόν.
すると、生贄のために用意され、見張られていた雄牛が、祭壇に近づいてそれらの穀物に手を触れる。
καλοῦσι δέ τινα τῶν ἱερέων βουφόνον, ὃς κτείνας τὸν βοῦν καὶ ταύτῃ τὸν πέλεκυν ῥίψας—οὕτω γάρ ἐστίν οἱ νόμος— οἴχεται φεύγων·
彼らは神官の一人を「牛殺し」と呼ぶが、彼は雄牛を殺し、その場に斧を投げ捨てると――それが彼の定めであるから――逃げ去ってしまう。
οἱ δὲ ἅτε τὸν ἄνδρα ὃς ἔδρασε τὸ ἔργον οὐκ εἰδότες, ἐς δίκην ὑπάγουσι τὸν πέλεκυν.
人々は、その行為を行った男を知らないものとして、斧を裁判にかける。
ταῦτα μὲν τρόπον τὸν εἰρημένον δρῶσιν·
彼らはこれらのことを述べた方法で行う。
ἐς δὲ τὸν ναὸν ὃν Παρθενῶνα ὀνομάζουσιν, ἐς τοῦτον ἐσιοῦσιν §1.24.5ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται, πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει γένεσιν, τὰ δὲ ὄπισθεν ἡ Ποσειδῶνος πρὸς Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς γῆς·
そして、人々がパルテノンと呼ぶ神殿、この中に入ると、いわゆるペディメントの中に置かれているものはすべて、アテナの誕生に関するものであり、背面のものは、土地をめぐるポセイドンとアテナの争いである。
αὐτὸ δὲ ἔκ τε ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ πεποίηται.
神像自体は象牙と金で作られている。
μέσῳ μὲν οὖν ἐπίκειταί οἱ τῷ κράνει Σφιγγὸς εἰκών—ἃ δὲ ἐς τὴν Σφίγγα λέγεται, γράψω προελθόντος ἐς τὰ Βοιώτιά μοι τοῦ λόγου—, καθʼ ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν ἐπειργασμένοι.
その兜の中央の上にはスフィンクスの像が載っており(スフィンクスについて語られていることは、私の記述がボイオティアの事柄に進んだときに書くであろう)、兜の両側にはグリフィンが浮き彫りにされている。
§1.24.6τούτους τοὺς γρῦπας ἐν τοῖς ἔπεσιν Ἀριστέας ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ φησιν Ἀριμασποῖς τοῖς ὑπὲρ Ἰσσηδόνων·
プロコンネソスのアリステアスは、その叙事詩の中で、これらのグリフィンがイッセドネス人の彼方に住むアリマスポイ人と金をめぐって戦っていると述べている。
τὸν δὲ χρυσόν, ὃν φυλάσσουσιν οἱ γρῦπες, ἀνιέναι τὴν γῆν·
グリフィンたちが守っている金は、大地が産み出すものである。
εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοφθάλμους πάντας ἐκ γενετῆς, γρῦπας δὲ θηρία λέουσιν εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ.
そして、アリマスポイ人は生まれながらにして皆片目の男たちであり、グリフィンはライオンに似た野獣で、翼と鷲の嘴を持っている。
καὶ γρυπῶν μὲν πέρι τοσαῦτα εἰρήσθω·
グリフィンについてはこれだけ述べるにとどめよう。
§1.24.7τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν ἐμπεποιημένη·
アテナの像は、足元まで届くキトンを着て直立しており、その胸のところには象牙で作られたメドゥーサの頭がはめ込まれている。
καὶ Νίκην τε ὅσον τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν·
また彼女は約4ペキュスのニケを手に持ち、もう一方の手には槍を携え、その足元には盾が置かれ、槍の近くには蛇がある。
εἴη δʼ ἂν Ἐριχθόνιος οὗτος ὁ δράκων.
この蛇はエリクトニオスであるかもしれない。
ἔστι δὲ τῷ βάθρῳ τοῦ ἀγάλματος ἐπειργασμένη Πανδώρας γένεσις.
像の台座には、パンドラの誕生の場面が浮き彫りにされている。
πεποίηται δὲ Ἡσιόδῳ τε καὶ ἄλλοις ὡς ἡ Πανδώρα γένοιτο αὕτη γυνὴ πρώτη·
ヘシオドスらによれば、このパンドラが最初の女になったと表されており、パンドラが生まれる前には、いまだ女の種族は存在しなかった。
πρὶν δὲ ἢ γενέσθαι Πανδώραν οὐκ ἦν πω γυναικῶν γένος. ἐνταῦθα εἰκόνα ἰδὼν οἶδα Ἀδριανοῦ βασιλέως μόνου, καὶ κατὰ τὴν ἔσοδον Ἰφικράτους ἀποδειξαμένου πολλά τε καὶ θαυμαστὰ ἔργα.
ここで、私はハドリアヌス帝一人の肖像があるのを見て知っており、また入口のところには、多くの驚くべき功績を打ち立てたイフィクラテスの像がある。
§1.24.8τοῦ ναοῦ δέ ἐστι πέραν Ἀπόλλων χαλκοῦς, καὶ τὸ ἄγαλμα λέγουσι Φειδίαν ποιῆσαι·
神殿の向こう側には青銅のアポロン像があり、人々はその像をフェイディアスが制作したと言っている。
Παρνόπιον δὲ καλοῦσιν, ὅτι σφίσι παρνόπων βλαπτόντων τὴν γῆν ἀποτρέψειν ὁ θεὸς εἶπεν ἐκ τῆς χώρας.
人々が彼を「イナゴを払う者」と呼ぶのは、イナゴが彼らの土地を荒らしていたときに、神がそれらを国土から追い払うと約束したからである。
καὶ ὅτι μὲν ἀπέτρεψεν ἴσασι, τρόπῳ δὲ οὐ λέγουσι ποίῳ.
彼らがイナゴを追い払ったことは知っているが、どのような方法であったかは語らない。
τρὶς δὲ αὐτὸς ἤδη πάρνοπας ἐκ Σιπύλου τοῦ ὄρους οὐ κατὰ ταὐτὰ οἶδα φθαρέντας, ἀλλὰ τοὺς μὲν ἐξέωσε βίαιος ἐμπεσὼν ἄνεμος, τοὺς δὲ ὕσαντος τοῦ θεοῦ καῦμα ἰσχυρὸν καθεῖλεν ἐπιλαβόν, οἱ δὲ αἰφνιδίῳ ῥίγει καταληφθέντες ἀπώλοντο.
私自身、これまでにシピュロス山から来たイナゴが、同一ではない方法で滅ぼされたのを三度見ている。 すなわち、あるときには激しい風が吹き付けてそれらを追い出し、別のときには神が雨を降らせた後に強い熱が襲って死滅させ、また別のときには突然の寒さに襲われて全滅したのである。

語釈・文法注

  1. 1.24.1ἐρρῖφθαι σφᾶς τῆς θεοῦ βουλομένης — 属格独立構文において、完了受動不定詞 `ἐρρῖφθαι` の意味上の主語(対格 `σφᾶς`)は複数形の「フルート(アウロス)」を指す。直前の `τοὺς αὐλοὺς`(対格複数)を三人称指示代名詞として受けている。
  2. 1.24.2ὡς δὲ εἰκάσαι — 制限的な意味を持つ絶対不定詞(ὡς + 不定詞)であり、「推測するに」「おそらく」という話者の控えめな推量を表す慣用表現である。
  3. 1.24.3κράνος ἐστὶν ἐπικείμενος ἀνὴρ — 現在中動分詞 `ἐπικείμενος` は「身につけている」を意味し、中性対格 `κράνος`(兜)を直接の目的語として取っている。
  4. 1.24.4ᾧ τὰ καθεστηκότα ἐς τὴν θυσίαν γράφων τὴν ἐπʼ αὐτοῖς λεγομένην αἰτίαν οὐ γράφω — 関係代名詞与格 `ᾧ` は先行詞 `Πολιεύς` を受け、生贄が捧げられる対象を指す。分詞 `γράφων` と主動詞 `οὐ γράφω` の対比により、儀礼の手順は記述するがその神話的原因は省略するという著者の執筆方針を構造的に示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.24.1-1.24.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.24.1-1.24.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。