Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.26.1-1.26.7

オリュンピオドロスの功績とエレクテイオン

29 / 465 箇所 · ギリシア語

要旨

オリュンピオドロス指揮下のアテナイ解放運動と彼の功績、アクロポリスのエレクテイオンやアテナの最古の神像、およびカッリマコス作の黄金のランプについて説明する。

§1.26.1χρόνῳ δὲ ὕστερον ἄνδρας ἐσῆλθεν οὐ πολλοὺς μνήμη τε προγόνων καὶ ἐς οἵαν μεταβολὴν τὸ ἀξίωμα ἥκοι τῶν Ἀθηναίων, αὐτίκα τε ὡς εἶχον αἱροῦνται στρατηγὸν Ὀλυμπιόδωρον.
のちに、少数の人々に先祖の記憶と、アテナイ人の威信がいかなる変化に至ってしまっていたかということが宿り、彼らは直ちに現状のままでオリュンピオドロスを将軍に選んだ。
ὁ δὲ σφᾶς ἐπὶ τοὺς Μακεδόνας ἦγε καὶ γέροντας καὶ μειράκια ὁμοίως, προθυμίᾳ πλέον ἢ ῥώμῃ κατορθοῦσθαι τὰ ἐς πόλεμον ἐλπίζων·
彼は彼らをマケドニア人に対して率いたが、老人も若者も同様であり、戦争に関する事柄は力よりも熱意によって達成されると期待していた。
ἐπεξελθόντας δὲ τοὺς Μακεδόνας μάχῃ τε ἐκράτησε καὶ φυγόντων ἐς τὸ Μουσεῖον τὸ χωρίον εἷλεν.
そして、出撃してきたマケドニア人を戦いで打ち破り、彼らがムセイオンへ逃げ込んだとき、その場所を占領した。
§1.26.2Ἀθῆναι μὲν οὕτως ἀπὸ Μακεδόνων ἠλευθερώθησαν, Ἀθηναίων δὲ πάντων ἀγωνισαμένων ἀξίως λόγου Λεώκριτος μάλιστα ὁ Πρωτάρχου λέγεται τόλμῃ χρήσασθαι πρὸς τὸ ἔργον·
アテナイはこのようにしてマケドニア人から解放されたが、すべてのアテナイ人が特筆に値するほど立派に戦った中で、プロタルコスの子レオクライトスがその行動において最も勇気を示したと言われている。
πρῶτος μὲν γὰρ ἐπὶ τὸ τεῖχος ἀνέβη, πρῶτος δὲ ἐς τὸ Μουσεῖον ἐσήλατο, καί οἱ πεσόντι ἐν τῇ μάχῃ τιμαὶ παρʼ Ἀθηναίων καὶ ἄλλαι γεγόνασι καὶ τὴν ἀσπίδα ἀνέθεσαν τῷ Διὶ τῷ Ἐλευθερίῳ, τὸ ὄνομα τοῦ Λεωκρίτου καὶ τὸ κατόρθωμα ἐπιγράψαντες.
なぜなら、彼が最初に城壁に登り、最初にムセイオンに飛び込んだからであり、戦死した彼に対し、アテナイ人から他にも様々な栄誉が与えられ、彼らはその盾を自由のゼウスに奉納し、レオクライトスの名とその功績を刻み込んだ。
§1.26.3Ὀλυμπιοδώρῳ δὲ τόδε μέν ἐστιν ἔργον μέγιστον χωρὶς τούτων ὧν ἔπραξε Πειραιᾶ καὶ Μουνυχίαν ἀνασωσάμενος·
オリュンピオドロスにとっては、ピライウスとムニキアを奪還したという功績のほかに、これが最大の業績である。
ποιουμένων δὲ Μακεδόνων καταδρομὴν ἐς Ἐλευσῖνα Ἐλευσινίους συντάξας ἐνίκα τοὺς Μακεδόνας.
マケドニア人がエレウシスへ侵略を行っていたとき、彼はエレウシス人たちを組織してマケドニア人を打ち破った。
πρότερον δὲ ἔτι τούτων ἐσβαλόντος ἐς τὴν Ἀττικὴν Κασσάνδρου πλεύσας Ὀλυμπιόδωρος ἐς Αἰτωλίαν βοηθεῖν Αἰτωλοὺς ἔπεισε, καὶ τὸ συμμαχικὸν τοῦτο ἐγένετο Ἀθηναίοις αἴτιον μάλιστα διαφυγεῖν τὸν Κασσάνδρου πόλεμον.
これらよりさらに前に、カッサンドロスがアッティカに侵入したとき、オリュンピオドロスはアイトリアへ船で渡り、アイトリア人を説得して救援に行かせた。 そしてこの同盟が、アテナイ人にとってカッサンドロスの戦争を逃れる最大の要因となった。
Ὀλυμπιοδώρῳ δὲ τοῦτο μὲν ἐν Ἀθήναις εἰσὶν ἔν τε ἀκροπόλει καὶ ἐν πρυτανείῳ τιμαί, τοῦτο δὲ ἐν Ἐλευσῖνι γραφή·
オリュンピオドロスに対しては、アテナイではアクロポリスとプリュタネイオンに栄誉があり、エレウシスには絵画がある。
καὶ Φωκέων οἱ Ἐλάτειαν ἔχοντες χαλκοῦν Ὀλυμπιόδωρον ἐν Δελφοῖς ἀνέθεσαν, ὅτι καὶ τούτοις ἤμυνεν ἀποστᾶσι Κασσάνδρου.
そして、フォキス人のうちエラテイアを領有する者たちが、デルポイに青銅のオリュンピオドロス像を奉納した。 彼が、カッサンドロスから離反した彼らをも救援したからである。
§1.26.4τῆς δὲ εἰκόνος πλησίον τῆς Ὀλυμπιοδώρου χαλκοῦν Ἀρτέμιδος ἄγαλμα ἔστηκεν ἐπίκλησιν Λευκοφρύνης, ἀνέθεσαν δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους·
オリュンピオドロスの像の近くには、レウコプリュネという異名を持つアルテミスの青銅像が立っており、これはテミストクレスの子たちが奉納したものである。
Μάγνητες γάρ, ὧν ἦρχε Θεμιστοκλῆς λαβὼν παρὰ βασιλέως, Λευκοφρύνην Ἄρτεμιν ἄγουσιν ἐν τιμῇ.
なぜなら、テミストクレスが王から与えられて支配していたマグネシア人は、レウコプリュネ・アルテミスを崇拝しているからである。
δεῖ δέ με ἀφικέσθαι τοῦ λόγου πρόσω, πάντα ὁμοίως ἐπεξιόντα τὰ Ἑλληνικά.
しかし、私はすべてのギリシアの事柄を同様に詳しく述べながら、叙述を先へ進めなければならない。
Ἔνδοιος ἦν γένος μὲν Ἀθηναῖος, Δαιδάλου δὲ μαθητής, ὃς καὶ φεύγοντι Δαιδάλῳ διὰ τὸν Κάλω θάνατον ἐπηκολούθησεν ἐς Κρήτην·
エンドイオスは、生まれはアテナイ人であり、ダイダロスの弟子であった。 彼は、カロスの死のせいで亡命したダイダロスに付き従ってクレタ島まで行った。
τούτου καθήμενόν ἐστιν Ἀθηνᾶς ἄγαλμα, ἐπίγραμμα ἔχον ὡς Καλλίας μὲν ἀναθείη, ποιήσειε δὲ Ἔνδοιος.
彼の作になる、座ったアテナの像があり、カリアスが奉納しエンドイオスが制作したという碑文が刻まれている。
§1.26.5—ἔστι δὲ καὶ οἴκημα Ἐρέχθειον καλούμενον·
―おなじく、エレクテイオンと呼ばれる建物もある。
πρὸ δὲ τῆς ἐσόδου Διός ἐστι βωμὸς Ὑπάτου, ἔνθα ἔμψυχον θύουσιν οὐδέν, πέμματα δὲ θέντες οὐδὲν ἔτι οἴνῳ χρήσασθαι νομίζουσιν.
その入り口の前には至高のゼウスの祭壇があり、そこでは生き物を一切犠牲にせず、菓子を供えたあとは、もはやワインを一切用いないのが慣わしとなっている。
ἐσελθοῦσι δέ εἰσι βωμοί, Ποσειδῶνος, ἐφʼ οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἔκ του μαντεύματος, καὶ ἥρωος Βούτου, τρίτος δὲ Ἡφαίστου·
中に入った者に対しては祭壇がある。 ポセイドンの祭壇(その上では神託に従ってエレクテウスにも犠牲を捧げる)、英雄ブトスの祭壇、そして第三はヘパイストスのそれである。
γραφαὶ δὲ ἐπὶ τῶν τοίχων τοῦ γένους εἰσὶ τοῦ Βαυταδῶν καὶ—διπλοῦν γάρ ἐστι τὸ οἴκημα— ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν φρέατι.
壁にはブタダイの家系の絵が描かれており、また――その建物は二重の構造になっているので――内部の井戸には海水がある。
τοῦτο μὲν θαῦμα οὐ μέγα·
これは大して不思議なことではない。
καὶ γὰρ ὅσοι μεσόγαιαν οἰκοῦσιν, ἄλλοις τε ἔστι καὶ Καρσὶν Ἀφροδισιεῦσιν·
内陸に住む者たちにも、他の人々やカリアのアプロディシアスの人々にもそれがあるからである。
ἀλλὰ τόδε τὸ φρέαρ ἐς συγγραφὴν παρέχεται κυμάτων ἦχον ἐπὶ νότῳ πνεύσαντι.
しかし、この井戸は記述に値するものを提供している。 南風が吹いたときに波の音を立てるのである。
καὶ τριαίνης ἐστὶν ἐν τῇ πέτρᾳ σχῆμα·
また、岩には三叉の矛の跡がある。
ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτύρια ἐς τὴν ἀμφισβήτησιν τῆς χώρας φανῆναι.
これらは、その土地をめぐる争いにおいて、ポセイドンのための証拠として現れたと言われている。
§1.26.6ἱερὰ μὲν τῆς Ἀθηνᾶς ἐστιν ἥ τε ἄλλη πόλις καὶ ἡ πᾶσα ὁμοίως γῆ—καὶ γὰρ ὅσοις θεοὺς καθέστηκεν ἄλλους ἐν τοῖς δήμοις σέβειν, οὐδέν τι ἧσσον τὴν Ἀθηνᾶν ἄγουσιν ἐν τιμῇ—, τὸ δὲ ἁγιώτατον ἐν κοινῷ πολλοῖς πρότερον νομισθὲν ἔτεσιν ἢ συνῆλθον ἀπὸ τῶν δήμων ἐστὶν Ἀθηνᾶς ἄγαλμα ἐν τῇ νῦν ἀκροπόλει, τότε δὲ ὀνομαζομένῃ πόλει·
アテナの聖域であるのは、都市の他の部分も、そして全土も同様である。 というのも、それぞれのデーモスにおいて他の神々を崇拝することが定められている人々であっても、アテナを重んじることはいささかも劣らないからである。 しかし、彼らが諸デーモスから集まるよりも何年も前に、共同で最も神聖であると見なされていたものは、現在はアクロポリスと呼ばれ、当時はポリスと呼ばれていた場所にあるアテナの像である。
φήμη δὲ ἐς αὐτὸ ἔχει πεσεῖν ἐκ τοῦ οὐρανοῦ.
その像については、天から降ってきたという噂がある。
καὶ τοῦτο μὲν οὐκ ἐπέξειμι εἴτε οὕτως εἴτε ἄλλως ἔχει, λύχνον δὲ τῇ θεῷ χρυσοῦν Καλλίμαχος ἐποίησεν·
このことがその通りであるか、あるいは異なるかについて、私はこれ以上詳しく述べない。 しかし、カッリマコスが女神のために金のランプを制作した。
§1.26.7ἐμπλήσαντες δὲ ἐλαίου τὸν λύχνον τὴν αὐτὴν τοῦ μέλλοντος ἔτους ἀναμένουσιν ἡμέραν, ἔλαιον δὲ ἐκεῖνο τὸν μεταξὺ ἐπαρκεῖ χρόνον τῷ λύχνῳ κατὰ τὰ αὐτὰ ἐν ἡμέρᾳ καὶ νυκτὶ φαίνοντι.
そのランプに油を満たすと、翌年の同じ日を待つが、その油は、昼も夜も同様に輝き続けるランプにとって、その間の時間十分に足りるのである。
καί οἱ λίνου Καρπασίου θρυαλλὶς ἔνεστιν, ὃ δὴ πυρὶ λίνων μόνον οὐκ ἔστιν ἁλώσιμον·
そして、その中にはカルパソス産の亜麻の芯が入っており、これは亜麻の中で唯一、火によって滅ぼされないものである。
φοῖνιξ δὲ ὑπὲρ τοῦ λύχνου χαλκοῦς ἀνήκων ἐς τὸν ὄροφον ἀνασπᾷ τὴν ἀτμίδα.
ランプの上には天井まで伸びる青銅のナツメヤシの木があり、煙を上に吸い上げる。
ὁ δὲ Καλλίμαχος ὁ τὸν λύχνον ποιήσας, ἀποδέων τῶν πρώτων ἐς αὐτὴν τὴν τέχνην, οὕτω σοφίᾳ πάντων ἐστὶν ἄριστος ὥστε καὶ λίθους πρῶτος ἐτρύπησε καὶ ὄνομα ἔθετο κατατηξίτεχνον, ἢ θεμένων ἄλλων κατέστησεν ἐφʼ αὑτῷ.
ランプを制作したカッリマコスは、技術そのものにおいて第一人者たちには及ばないものの、あらゆる人々の中で極めて創意に優れており、石に最初に穴を開けた人物であり、また「カタテクシテクノス」という名を自ら名乗ったか、あるいは他人が付けたその名を自分のものとして受け入れた。

語釈・文法注

  1. §1.26.1ἄνδρας ἐσῆλθεν — 動詞 ἐσῆλθεν(εἰσέρχομαι のアオリスト)は、感情や記憶が人の心に入り込むことを表し、対格 ἄνδρας を目的語に取る。主語は μνήμη(記憶)および間接疑問節 ἐς οἵαν... ἥκοι である。ἥκοι は主節の過去時制(歴史時制)に呼応した斜法希求法。
  2. §1.26.1ὡς εἶχον — 接続詞 ὡς と ἔχω の未完了過去の組み合わせで、「彼らが(その時)置かれていた状態のままで」、すなわち「直ちに」「準備なしに」という慣用的な意味を表す。
  3. §1.26.5ἐσελθοῦσι — 分詞 ἐσελθοῦσι(εἰσέρχομαι のアオリスト能動態複数与格)は、地理的・空間的案内において頻出する「関係の与格(判断者の与格)」であり、「中に入る者にとって(中に入ると)」という視点を示す。
  4. §1.26.7κατατηξίτεχνον — κατατήκω(溶かす、消耗させる)と τέχνη(技術、芸術)からなる合成語。過度な細工によって芸術を台無しにする者、あるいは細部へのこだわりによって自らの技芸を磨り減らす(あるいは自らを消耗させる)者を指す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.26.1-1.26.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.26.1-1.26.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。