§1.25.1τοιαῦτα μὲν αὐτοῖς συμβαίνοντα εἶδον· ἔστι δὲ ἐν τῇ Ἀθηναίων ἀκροπόλει καὶ Περικλῆς ὁ Ξανθίππου καὶ αὐτὸς Ξάνθιππος, ὃς ἐναυμάχησεν ἐπὶ Μυκάλῃ Μήδοις.
Such things I saw happening to them; and on the Athenian Acropolis there is both Pericles, the son of Xanthippus, and Xanthippus himself, who fought the sea-fight at Mycale against the Medes.
ἀλλʼ ὁ μὲν Περικλέους ἀνδριὰς ἑτέρωθι ἀνάκειται, τοῦ δὲ Ξανθίππου πλησίον ἕστηκεν Ἀνακρέων ὁ Τήιος, πρῶτος μετὰ Σαπφὼ τὴν Λεσβίαν τὰ πολλὰ ὧν ἔγραψεν ἐρωτικὰ ποιήσας· καί οἱ τὸ σχῆμά ἐστιν οἷον ᾄδοντος ἂν ἐν μέθῃ γένοιτο ἀνθρώπου.
But the statue of Pericles stands dedicated elsewhere, while near Xanthippus stands Anacreon of Teos, the first after Sappho of Lesbos to write the greater part of his poetry on love; and his posture is such as that of a man singing in his cups.
γυναῖκας δὲ πλησίον Δεινομένης Ἰὼ τὴν Ἰνάχου καὶ Καλλιστὼ τὴν Λυκάονος πεποίηκεν, αἷς ἀμφοτέραις ἐστὶν ἐς ἅπαν ὅμοια διηγήματα ἔρως Διὸς καὶ Ἥρας ὀργὴ καὶ ἀλλαγὴ τῇ μὲν ἐς βοῦν, Καλλιστοῖ δὲ ἐς ἄρκτον.
Near by, Dinomenes has made statues of women, Io the daughter of Inachus and Callisto the daughter of Lycaon, both of whom have stories that are in every way similar—the love of Zeus, the wrath of Hera, and a change, for the former into a cow, and for Callisto into a bear.
§1.25.2πρὸς δὲ τῷ τείχει τῷ Νοτίῳ γιγάντων, οἳ περὶ Θρᾴκην ποτὲ καὶ τὸν ἰσθμὸν τῆς Παλλήνης ᾤκησαν, τούτων τὸν λεγόμενον πόλεμον καὶ μάχην πρὸς Ἀμαζόνας Ἀθηναίων καὶ τὸ Μαραθῶνι πρὸς Μήδους ἔργον καὶ Γαλατῶν τὴν ἐν Μυσίᾳ φθορὰν ἀνέθηκεν Ἄτταλος, ὅσον τε δύο πηχῶν ἕκαστον.
By the South Wall, Attalus dedicated the so-called war of the giants, who once inhabited Thrace and the isthmus of Pallene, their battle, and that of the Athenians against the Amazons, and the deed at Marathon against the Medes, and the destruction of the Galatians in Mysia, each being about two cubits in size.
ἕστηκε δὲ καὶ Ὀλυμπιόδωρος, μεγέθει τε ὧν ἔπραξε λαβὼν δόξαν καὶ οὐχ ἥκιστα τῷ καιρῷ, φρόνημα ἐν ἀνθρώποις παρασχόμενος συνεχῶς ἐπταικόσι καὶ διʼ αὐτὸ οὐδὲ ἓν χρηστὸν οὐδὲ ἐς τὰ μέλλοντα ἐλπίζουσι.
There stands also Olympiodorus, who won fame for the greatness of his achievements and not least for their opportune timing, having inspired courage in men who had continually met with disaster and for this reason hoped for nothing good, not even for the future.
§1.25.3τὸ γὰρ ἀτύχημα τὸ ἐν Χαιρωνείᾳ ἅπασι τοῖς Ἕλλησιν ἦρξε κακοῦ καὶ οὐχ ἥκιστα δούλους ἐποίησε τοὺς ὑπεριδόντας καὶ ὅσοι μετὰ Μακεδόνων ἐτάχθησαν.
For the disaster at Chaeronea was the beginning of evil for all the Greeks, and not least did it enslave those who overlooked it and as many as were stationed with the Macedonians.
τὰς μὲν δὴ πολλὰς Φίλιππος τῶν πόλεων εἷλεν, Ἀθηναίοις δὲ λόγῳ συνθέμενος ἔργῳ σφᾶς μάλιστα ἐκάκωσε, νήσους τε ἀφελόμενος καὶ τῆς ἐς τὰ ναυτικὰ παύσας ἀρχῆς.
Philip indeed took most of the cities, and though he came to terms with the Athenians in word, in deed he harmed them most, taking away their islands and putting an end to their naval empire.
καὶ χρόνον μέν τινα ἡσύχασαν Ἀθηναῖοι Φιλίππου βασιλεύοντος καὶ ὕστερον Ἀλεξάνδρου· τελευτήσαντος δὲ Ἀλεξάνδρου Μακεδόνες μὲν βασιλεύειν εἵλοντο Ἀριδαῖον, Ἀντιπάτρῳ δὲ ἐπετέτραπτο ἡ πᾶσα ἀρχή, καὶ Ἀθηναίοις οὐκέτι ἀνεκτὰ ἐφαίνετο εἰ τὸν πάντα χρόνον ἔσται ἐπὶ Μακεδόσι τὸ Ἑλληνικόν, ἀλλʼ αὐτοί τε πολεμεῖν ὥρμηντο καὶ ἄλλους ἐς τὸ ἔργον ἤγειρον.
And for some time the Athenians remained quiet during the reign of Philip and later of Alexander; but when Alexander died, the Macedonians chose Aridaeus to reign, and the whole authority was committed to Antipater, and it no longer seemed endurable to the Athenians if the Greek world was to be under the Macedonians for all time, but they themselves were eager for war and roused others to the deed.
§1.25.4ἐγένοντο δὲ αἱ μετασχοῦσαι πόλεις Πελοποννησίων μὲν Ἄργος Ἐπίδαυρος Σικυὼν Τροιζὴν Ἠλεῖοι Φλιάσιοι Μεσσήνη, οἱ δὲ ἔξω τοῦ Κορινθίων ἰσθμοῦ Λοκροὶ Φωκεῖς Θεσσαλοὶ Κάρυστος Ἀκαρνᾶνες ἐς τὸ Αἰτωλικὸν συντελοῦντες· Βοιωτοὶ δὲ Θηβαίων ἠρημωμένην τὴν γῆν τὴν Θηβαΐδα νεμόμενοι δέει μὴ Θήβας αὖθις Ἀθηναῖοί σφισιν ἐποικίζωσιν οὔτε ἐς τὴν συμμαχίαν ἐτάσσοντο καὶ ἐς ὅσον ἧκον δυνάμεως τὰ Μακεδόνων ηὖξον.
The participating cities of the Peloponnesians were Argos, Epidaurus, Sicyon, Troezen, the Eleans, the Phliasians, and Messene; and those outside the Isthmus of Corinth were the Locrians, Phocians, Thessalians, Carystus, and the Acarnanians who contributed to the Aetolian League; but the Boeotians, who were occupying the Theban land, the Thebaid, which had been left desolate of the Thebans, fearing lest the Athenians should again colonize Thebes against them, did not station themselves in the alliance, and to the extent of their power increased the strength of the Macedonians.
§1.25.5τοὺς δὲ ἐς τὸ συμμαχικὸν ταχθέντας κατὰ πόλεις τε ἑκάστους ἦγον στρατηγοὶ καὶ τοῦ παντὸς ἄρχειν ᾕρητο Ἀθηναῖος Λεωσθένης πόλεώς τε ἀξιώματι καὶ αὐτὸς εἶναι δοκῶν πολέμων ἔμπειρος.
Those stationed in the allied force were led by generals for each of their cities, but to command the whole, Leosthenes the Athenian was chosen, both for the prestige of his city and because he himself was thought to be experienced in war.
ὑπῆρχε δέ οἱ καὶ πρὸς πάντας εὐεργεσία τοὺς Ἕλληνας· ὁπόσοι γὰρ μισθοῦ παρὰ Δαρείῳ καὶ σατράπαις ἐστρατεύοντο Ἕλληνες, ἀνοικίσαι σφᾶς ἐς τὴν Περσίδα θελήσαντος Ἀλεξάνδρου Λεωσθένης ἔφθη κομίσας ναυσὶν ἐς τὴν Εὐρώπην.
He had also done a service to all the Greeks; for as many Greeks as were serving for pay under Darius and his satraps, Leosthenes anticipated Alexander's wish to settle them in Persia by bringing them back in ships to Europe.
καὶ δὴ καὶ τότε ὧν ἐς αὐτὸν ἤλπισαν ἔργα λαμπρότερα ἐπιδειξάμενος παρέσχεν ἀποθανὼν ἀθυμῆσαι πᾶσι καὶ διʼ αὐτὸ οὐχ ἥκιστα σφαλῆναι· φρουρά τε Μακεδόνων ἐσῆλθεν Ἀθηναίοις, οἳ Μουνυχίαν, ὕστερον δὲ καὶ Πειραιᾶ καὶ τείχη μακρὰ ἔσχον.
And indeed on that occasion also, having displayed deeds more brilliant than they had hoped from him, by his death he caused all to lose heart, and on this account not least they met with failure; and a garrison of Macedonians entered for the Athenians, who held Munychia, and later also Peiraeus and the Long Walls.
§1.25.6Ἀντιπάτρου δὲ ἀποθανόντος Ὀλυμπιὰς διαβᾶσα ἐξ Ἠπείρου χρόνον μέν τινα ἦρξεν ἀποκτείνασα Ἀριδαῖον, οὐ πολλῷ δὲ ὕστερον ἐκπολιορκηθεῖσα ὑπὸ Κασσάνδρου παρεδόθη τῷ πλήθει.
When Antipater died, Olympias, having crossed from Epeirus, ruled for some time after killing Aridaeus, but not long after, being besieged and taken by Cassander, she was delivered up to the multitude.
Κάσσανδρος δὲ βασιλεύσας—τὰ δὲ ἐς Ἀθηναίους ἐπέξεισί μοι μόνα ὁ λόγος—Πάνακτον τεῖχος ἐν τῇ Ἀττικῇ καὶ Σαλαμῖνα εἷλε τύραννόν τε Ἀθηναίοις ἔπραξε γενέσθαι Δημήτριον τὸν Φανοστράτου, δόξαν εἰληφότα ἐπὶ σοφίᾳ.
Cassander, having become king—and my account will go into detail only concerning those things relating to the Athenians—captured Panacton, a fortress in Attica, and Salamis, and brought it about that Demetrius the son of Phanostratus, who had won fame for wisdom, became tyrant over the Athenians.
τοῦτον μὲν δὴ τυραννίδος ἔπαυσε Δημήτριος ὁ Ἀντιγόνου, νέος τε ὢν καὶ φιλοτίμως πρὸς τὸ Ἑλληνικὸν διακείμενος· §1.25.7Κάσσανδρος δὲ—δεινὸν γάρ τι ὑπῆν οἱ μῖσος ἐς τοὺς Ἀθηναίους—, ὁ δὲ αὖθις Λαχάρην προεστηκότα ἐς ἐκεῖνο τοῦ δήμου, τοῦτον τὸν ἄνδρα οἰκειωσάμενος τυραννίδα ἔπεισε βουλεῦσαι, τυράννων ὧν ἴσμεν τά τε ἐς ἀνθρώπους μάλιστα ἀνήμερον καὶ ἐς τὸ θεῖον ἀφειδέστατον.
This man Demetrius the son of Antigonus deprived of his tyranny, being young and ambitiously disposed toward the Greek world; but Cassander—for a terrible hatred against the Athenians was in him—again won over Lachares, who was then the leader of the people, and persuaded him to plan a tyranny, of all the tyrants we know the most savage toward men and the most unsparing toward the divine.
Δημητρίῳ δὲ τῷ Ἀντιγόνου διαφορὰ μὲν ἦν ἐς τὸν δῆμον ἤδη τῶν Ἀθηναίων, καθεῖλε δὲ ὅμως καὶ τὴν Λαχάρους τυραννίδα· ἁλισκομένου δὲ τοῦ τείχους ἐκδιδράσκει Λαχάρης ἐς Βοιωτούς, ἅτε δὲ ἀσπίδας ἐξ ἀκροπόλεως καθελὼν χρυσᾶς καὶ αὐτὸ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τὸν περιαιρετὸν ἀποδύσας κόσμον ὑπωπτεύετο εὐπορεῖν μεγάλως χρημάτων.
Demetrius the son of Antigonus, though there was already a difference between him and the people of the Athenians, nevertheless also overthrew the tyranny of Lachares; and as the wall was being taken, Lachares escaped to the Boeotians, and because he had taken down the golden shields from the Acropolis and had stripped the statue of Athena itself of its removable ornament, he was suspected of being exceedingly wealthy.
§1.25.8Λαχάρην μὲν οὖν τούτων ἕνεκα κτείνουσιν ἄνδρες Κορωναῖοι· Δημήτριος δὲ ὁ Ἀντιγόνου τυράννων ἐλευθερώσας Ἀθηναίους τό τε παραυτίκα μετὰ τὴν Λαχάρους φυγὴν οὐκ ἀπέδωκέ σφισι τὸν Πειραιᾶ καὶ ὕστερον πολέμῳ κρατήσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν τὸ ἄστυ, τὸ Μουσεῖον καλούμενον τειχίσας.
Lachares, then, for these reasons was killed by the men of Coronea; and Demetrius the son of Antigonus, having freed the Athenians from tyrants, did not at that moment after the flight of Lachares restore Peiraeus to them, and later, having conquered them in war, introduced a garrison into the city itself, having fortified the place called the Museum.
ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τοῦ ἀρχαίου τὸ Μουσεῖον ἀπαντικρὺ τῆς ἀκροπόλεως λόφος, ἔνθα Μουσαῖον ᾄδειν καὶ ἀποθανόντα γήρᾳ ταφῆναι λέγουσιν· ὕστερον δὲ καὶ μνῆμα αὐτόθι ἀνδρὶ ᾠκοδομήθη Σύρῳ.
The Museum is a hill within the ancient circuit wall directly opposite the Acropolis, where they say Musaeus used to sing and was buried when he died of old age; and later a monument was also built there for a Syrian man.
τότε δὲ Δημήτριος τειχίσας εἶχε·
At that time Demetrius, having fortified it, held it.