Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.2.1-1.2.6

アンティオペの墓と初期アテナイの王統

2 / 465 箇所 · ギリシア語

要旨

アテナイ市内に入ったところにあるアマゾン族アンティオペの墓などの遺跡、ペイライエウスからの道沿いにある記念碑、およびアテナイの伝説的な初期の王たちの系譜について述べる。

§1.2.1ἐσελθόντων δὲ ἐς τὴν πόλιν ἐστὶν Ἀντιόπης μνῆμα Ἀμαζόνος.
市に入ると、アマゾンのアンティオペの墓がある。
ταύτην τὴν Ἀντιόπην Πίνδαρος μέν φησιν ὑπὸ Πειρίθου καὶ Θησέως ἁρπασθῆναι, Τροιζηνίῳ δὲ Ἡγίᾳ τοιάδε ἐς αὐτὴν πεποίηται·
このアンティオペについて、ピンダロスはペイリトオスとテセウスによってさらわれたと言っているが、トロイゼンのヘギアスには彼女について次のような詩が作られている。
Ἡρακλέα Θεμίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην— στρατεῦσαι γὰρ ἅμα Ἡρακλεῖ καὶ Θησέα—παραδοῦναι τὸ χωρίον.
すなわち、ヘラクレスはテルモドン川沿いのテミスクラを包囲していたが奪取することができず、テセウスに恋をしたアンティオペが――というのも、テセウスもヘラクレスと一緒に遠征していたからである――その場所を引き渡した、と。
τάδε μὲν Ἡγίας πεποίηκεν·
ヘギアスはこのように作っている。
Ἀθηναῖοι δέ φασιν, ἐπεί τε ἦλθον Ἀμαζόνες, Ἀντιόπην μὲν ὑπὸ Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθανεῖν ὑπὸ Θησέως.
しかしアテナイ人は、アマゾンたちがやって来たとき、アンティオペはモルパディアによって矢で射られ、モルパディアはテセウスによって殺されたと言う。
καὶ μνῆμά ἐστι καὶ Μολπαδίας Ἀθηναίοις.
そして、モルパディアの墓もまたアテナイ人(のところ)にある。
§1.2.2ἀνιόντων δὲ ἐκ Πειραιῶς ἐρείπια τῶν τειχῶν ἐστιν, ἃ Κόνων ὕστερον τῆς πρὸς Κνίδῳ ναυμαχίας ἀνέστησε·
ペイライエウスから上って行くと壁の遺構があり、それらはコノンがクニドスの海戦の後に再建したものである。
τὰ γὰρ Θεμιστοκλέους μετὰ τὴν ἀναχώρησιν οἰκοδομηθέντα τὴν Μήδων ἐπὶ τῆς ἀρχῆς καθῃρέθη τῶν τριάκοντα ὀνομαζομένων.
というのも、ペルシア人の撤退後に建設されたテミストクレスの壁は、いわゆる三十人僭主の支配期に破壊されたからである。
εἰσὶ δὲ τάφοι κατὰ τὴν ὁδὸν γνωριμώτατοι Μενάνδρου τοῦ Διοπείθους καὶ μνῆμα Εὐριπίδου κενόν·
道沿いには、ディオペイテスの子メナンドロスの非常に有名な墓と、エウリピデスの空墓がある。
τέθαπται δὲ Εὐριπίδης ἐν Μακεδονίᾳ παρὰ τὸν βασιλέα ἐλθὼν Ἀρχέλαον, ὁ δέ οἱ τοῦ θανάτου τρόπος—πολλοῖς γάρ ἐστιν εἰρημένος—ἐχέτω καθὰ λέγουσιν.
エウリピデスはマケドニアへ赴き、アルケラオス王のもとで葬られた。 彼の死の有様は、多くの人によって語られているので、彼らの言う通りにしておこう。
§1.2.3συνῆσαν δὲ ἄρα καὶ τότε τοῖς βασιλεῦσι ποιηταὶ καὶ πρότερον ἔτι καὶ Πολυκράτει Σάμου τυραννοῦντι Ἀνακρέων παρῆν καὶ ἐς Συρακούσας πρὸς Ἱέρωνα Αἰσχύλος καὶ Σιμωνίδης ἐστάλησαν·
それゆえ、その当時も、そしてそれより以前にも、詩人たちは王たちに付き添っていたのである。 サモスの僭主であったポリュクラテスにはアナクレオンが付き添っており、シラクサのヒエロンのもとにはアイスキュロスとシモニデスが送られた。
Διονυσίῳ δέ, ὃς ὕστερον ἐτυράννησεν ἐν Σικελίᾳ, Φιλόξενος παρῆν καὶ Ἀντιγόνῳ Μακεδόνων ἄρχοντι Ἀνταγόρας Ῥόδιος καὶ Σολεὺς Ἄρατος.
後にシケリアで僭主となったディオニュシオスにはフィロクセノスが付き添っており、マケドニアの支配者アンティゴノスにはロドス人のアンタゴラスとソロイのアラトスが付き添っていた。
Ἡσίοδος δὲ καὶ Ὅμηρος ἢ συγγενέσθαι βασιλεῦσιν ἠτύχησαν ἢ καὶ ἑκόντες ὠλιγώρησαν, ὁ μὲν ἀγροικίᾳ καὶ ὄκνῳ πλάνης, Ὅμηρος δὲ ἀποδημήσας ἐπὶ μακρότατον καὶ τὴν ὠφέλειαν τὴν ἐς χρήματα παρὰ τῶν δυνατῶν ὑστέραν θέμενος τῆς παρὰ τοῖς πολλοῖς δόξης, ἐπεὶ καὶ Ὁμήρῳ πεποιημένα ἐστὶν Ἀλκίνῳ παρεῖναι Δημόδοκον καὶ ὡς Ἀγαμέμνων καταλείποι τινὰ παρὰ τῇ γυναικὶ ποιητήν.
しかしヘシオドスとホメロスは、王たちと交わる機会を不運にも欠いていたか、あるいは自ら進んでそれを軽んじた。 前者は田舎者であることと旅を嫌ったことのためであり、ホメロスは極めて遠くまで旅をし、権力者からの金銭的な恩恵よりも民衆の間での名声を優先したためである。 実際、ホメロスによっても、アルキノオスのもとにデモドコスが侍っていたこと、またアガメムノンが妻のもとにある詩人を残していったことが作られている。
—ἔστι δὲ τάφος οὐ πόρρω τῶν πυλῶν, ἐπίθημα ἔχων στρατιώτην ἵππῳ παρεστηκότα·
――門から遠くないところに墓があり、馬の傍らに立つ兵士の浮彫が載っている。
ὅντινα μέν, οὐκ οἶδα, Πραξιτέλης δὲ καὶ τὸν ἵππον καὶ τὸν στρατιώτην ἐποίησεν.
それが誰であるかは私は知らないが、プラクシテレスがその馬と兵士の両方を作った。
§1.2.4ἐσελθόντων δὲ ἐς τὴν πόλιν οἰκοδόμημα ἐς παρασκευήν ἐστι τῶν πομπῶν, ἃς πέμπουσι τὰς μὲν ἀνὰ πᾶν ἔτος, τὰς δὲ καὶ χρόνον διαλείποντες.
市に入ると、行列の準備のための建物がある。 その行列は、毎年行われるものもあれば、一定の期間を置いて行われるものもある。
καὶ πλησίον ναός ἐστι Δήμητρος, ἀγάλματα δὲ αὐτή τε καὶ ἡ παῖς καὶ δᾷδα ἔχων Ἴακχος·
その近くにデメテルの神殿があり、像としては、彼女自身と娘、そして松明を持つイアコスがある。
γέγραπται δὲ ἐπὶ τῷ τοίχῳ γράμμασιν Ἀττικοῖς ἔργα εἶναι Πραξιτέλους.
壁には、これらがプラクシテレスの作品であることがアッティカ文字で書かれている。
τοῦ ναοῦ δὲ οὐ πόρρω Ποσειδῶν ἐστιν ἐφʼ ἵππου, δόρυ ἀφιεὶς ἐπὶ γίγαντα Πολυβώτην, ἐς ὃν Κῴοις ὁ μῦθος ὁ περὶ τῆς ἄκρας ἔχει τῆς Χελώνης·
神殿から遠くないところに、馬に乗ったポセイドンが、巨人ポリュボテスに向けて槍を投げようとしている像がある。 この巨人については、コオス人たちの間にヘロネ岬に関する神話がある。
τὸ δὲ ἐπίγραμμα τὸ ἐφʼ ἡμῶν τὴν εἰκόνα ἄλλῳ δίδωσι καὶ οὐ Ποσειδῶνι.
しかし、私たちの時代の碑文は、この像をポセイドンではなく別の人に帰している。
στοαὶ δέ εἰσιν ἀπὸ τῶν πυλῶν ἐς τὸν Κεραμεικὸν καὶ εἰκόνες πρὸ αὐτῶν χαλκαῖ καὶ γυναικῶν καὶ ἀνδρῶν, ὅσοις τι ὑπῆρχεν ἐς δόξαν.
門からケラメイコスにかけて柱廊があり、それらの前には、何らかの名声を得ていた女たちや男たちの青銅像が立っている。
§1.2.5ἡ δὲ ἑτέρα τῶν στοῶν ἔχει μὲν ἱερὰ θεῶν, ἔχει δὲ γυμνάσιον Ἑρμοῦ καλούμενον·
二つの柱廊のうちもう一方は、神々の聖域を含み、またヘルメスのギムナシオンと呼ばれるものも含んでいる。
ἔστι δὲ ἐν αὐτῇ Πουλυτίωνος οἰκία, καθʼ ἣν παρὰ τὴν ἐν Ἐλευσῖνι δρᾶσαι τελετὴν Ἀθηναίων φασὶν οὐ τοὺς ἀφανεστάτους·
そしてその中にはプリュティオンの家があり、そこにおいて、アテナイ人の中でも決して身分の低くない者たちが、エレウシスの儀式を真似て行ったと言われている。
ἐπʼ ἐμοῦ δὲ ἀνεῖτο Διονύσῳ.
しかし私の時代には、それはディオニュソスに捧げられていた。
Διόνυσον δὲ τοῦτον καλοῦσι Μελπόμενον ἐπὶ λόγῳ τοιῷδε ἐφʼ ὁποίῳ περ Ἀπόλλωνα Μουσηγέτην.
このディオニュソスを彼らは、アポロンがムーサたちの先導者と呼ばれるのと同様の理由に基づいて、歌い手と呼んでいる。
ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἄγαλμα Παιωνίας καὶ Διὸς καὶ Μνημοσύνης καὶ Μουσῶν, Ἀπόλλων τε ἀνάθημα καὶ ἔργον Εὐβουλίδου, καὶ δαίμων τῶν ἀμφὶ Διόνυσον Ἄκρατος·
ここにはペオニアのアテナの像、ゼウス、ムネモシュネ、ムーサたちの像があり、またエウブリデスの作で奉納品であるアポロン、そしてディオニュソスの従者の一人であるアクラトスのダイモンがいる。
πρόσωπόν ἐστίν οἱ μόνον ἐνῳκοδομημένον τοίχῳ.
彼の顔だけが壁に埋め込まれている。
μετὰ δὲ τὸ τοῦ Διονύσου τέμενός ἐστιν οἴκημα ἀγάλματα ἔχον ἐκ πηλοῦ, βασιλεὺς Ἀθηναίων Ἀμφικτύων ἄλλους τε θεοὺς ἑστιῶν καὶ Διόνυσον.
ディオニュソスの聖域の次には、粘土製の像を有する建物があり、アテナイの王アムピクテュオンが他の神々とディオニュソスをもてなしている。
ἐνταῦθα καὶ Πήγασός ἐστιν Ἐλευθερεύς, ὃς Ἀθηναίοις τὸν θεὸν ἐσήγαγε·
ここにはまた、アテナイ人にこの神をもたらしたエレウテライのペガソスがいる。
συνεπελάβετο δέ οἱ τὸ ἐν Δελφοῖς μαντεῖον ἀναμνῆσαν τὴν ἐπὶ Ἰκαρίου ποτὲ ἐπιδημίαν τοῦ θεοῦ.
デルポイの神託が彼を助け、かつてイカリオスの時代にこの神が滞在したことを思い起こさせた。
§1.2.6τὴν δὲ βασιλείαν Ἀμφικτύων ἔσχεν οὕτως.
アムピクテュオンは次のようにして王位を得た。
Ἀκταῖον λέγουσιν ἐν τῇ νῦν Ἀττικῇ βασιλεῦσαι πρῶτον·
アクタイオスが、現在のアッティカ地方で最初に王となったと言われている。
ἀποθανόντος δὲ Ἀκταίου Κέκροψ ἐκδέχεται τὴν ἀρχὴν θυγατρὶ συνοικῶν Ἀκταίου, καί οἱ γίνονται θυγατέρες μὲν Ἕρση καὶ Ἄγλαυρος καὶ Πάνδροσος, υἱὸς δὲ Ἐρυσίχθων·
アクタイオスが死ぬと、ケクロプスがアクタイオスの娘と結婚して支配権を引き継ぎ、彼には娘のヘルセ、アグラウロス、パンドロソス、そして息子のエリュシクトンが生まれた。
οὗτος οὐκ ἐβασίλευσεν Ἀθηναίων, ἀλλά οἱ τοῦ πατρὸς ζῶντος τελευτῆσαι συνέβη, καὶ τὴν ἀρχὴν τὴν Κέκροπος Κραναὸς ἐξεδέξατο, Ἀθηναίων δυνάμει προύχων.
この息子はアテナイ人の王とはならず、父の生存中に死ぬこととなり、ケクロプスの支配権は、アテナイ人の中で実力において優れていたクラナオスが引き継いだ。
Κραναῷ δὲ θυγατέρας καὶ ἄλλας καὶ Ἀτθίδα γενέσθαι λέγουσιν·
クラナオスには、他の娘たちに加えてアッティスが生まれたと言されている。
ἀπὸ ταύτης ὀνομάζουσιν Ἀττικὴν τὴν χώραν, πρότερον καλουμένην Ἀκταίαν.
彼女にちなんで、人々はこの土地をアッティカと呼んでいる(それ以前はアクタイアと呼ばれていた)。
Κραναῷ δὲ Ἀμφικτύων ἐπαναστάς, θυγατέρα ὅμως ἔχων αὐτοῦ, παύει τῆς ἀρχῆς·
しかしアムピクテュオンは、クラナオスに対して反乱を起こし、彼の娘を妻にしていたにもかかわらず、その支配を終わらせた。
καὶ αὐτὸς ὕστερον ὑπὸ Ἐριχθονίου καὶ τῶν συνεπαναστάντων ἐκπίπτει·
そして彼自身も、後にエリクトニオスと共同の反乱者たちによって追放された。
πατέρα δὲ Ἐριχθονίῳ λέγουσιν ἀνθρώπων μὲν οὐδένα εἶναι, γονέας δὲ Ἥφαιστον καὶ Γῆν.
エリクトニオスには人間の父親は誰もおらず、両親はヘパイストスとゲであると言われている。

語釈・文法注

  1. §1.2.1ἐσελθόντων — 属格独立構文(分詞 ἐσελθόντων)であるが、意味上の主語は一般の人々(「入る者たち」)である。パウサニアスによく見られる、与格(「入る者にとって」)の代わりに属格を用いた表現である。
  2. §1.2.2ἐχέτω καθὰ λέγουσιν — 命令法現在の ἐχέτω(「持たせておけ、そのままにさせておけ」)を用いた慣用表現。先行する節(死の有様)を受けて、「人々が言う通りの状態にしておこう(これ以上詮索しない)」という意味になる。
  3. §1.2.3ἢ συγγενέσθαι βασιλεῦσιν ἠτύχησαν ἢ καὶ ἑκόντες ὠλιγώρησαν — 動詞 ἠτύχησαν(不運にも〜しなかった)が不定詞 συγγενέσθαι を伴い、二者択一の接続詞 ἢ... ἤ... で「王たちに付き従う機会を不運にも欠いていたか、あるいは自ら進んで軽んじたか」という対比構造を作っている。
  4. §1.2.5καθʼ ἣν παρὰ τὴν ἐν Ἐλευσῖνι δρᾶσαι τελετὴν — 前置詞 παρά は対格(τελετήν)を伴って「〜に違反して、〜をパロディにして(嘲弄して)」の意。不定詞 δρᾶσαι は「(神秘儀式を)行うこと」を意味し、全体としてアルキビアデスらによるエレウシスの秘儀パロディ事件を指す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.2.1-1.2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.2.1-1.2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。