§1.2.1ἐσελθόντων δὲ ἐς τὴν πόλιν ἐστὶν Ἀντιόπης μνῆμα Ἀμαζόνος.
As you enter the city, there is the tomb of Antiope the Amazon.
ταύτην τὴν Ἀντιόπην Πίνδαρος μέν φησιν ὑπὸ Πειρίθου καὶ Θησέως ἁρπασθῆναι, Τροιζηνίῳ δὲ Ἡγίᾳ τοιάδε ἐς αὐτὴν πεποίηται· Ἡρακλέα Θεμίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην— στρατεῦσαι γὰρ ἅμα Ἡρακλεῖ καὶ Θησέα—παραδοῦναι τὸ χωρίον.
Pindar says that this Antiope was carried off by Peirithous and Theseus, but the following is written concerning her by Hegias of Troezen: that Heracles, besieging Themiscyra on the Thermodon, was unable to take it, but Antiope, having fallen in love with Theseus—for Theseus also was marching with Heracles—surrendered the place.
τάδε μὲν Ἡγίας πεποίηκεν· Ἀθηναῖοι δέ φασιν, ἐπεί τε ἦλθον Ἀμαζόνες, Ἀντιόπην μὲν ὑπὸ Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθανεῖν ὑπὸ Θησέως.
This is what Hegias has written; but the Athenians say that, when the Amazons came, Antiope was shot with an arrow by Molpadia, and that Molpadia was killed by Theseus.
καὶ μνῆμά ἐστι καὶ Μολπαδίας Ἀθηναίοις.
And the Athenians have a tomb of Molpadia also.
§1.2.2ἀνιόντων δὲ ἐκ Πειραιῶς ἐρείπια τῶν τειχῶν ἐστιν, ἃ Κόνων ὕστερον τῆς πρὸς Κνίδῳ ναυμαχίας ἀνέστησε· τὰ γὰρ Θεμιστοκλέους μετὰ τὴν ἀναχώρησιν οἰκοδομηθέντα τὴν Μήδων ἐπὶ τῆς ἀρχῆς καθῃρέθη τῶν τριάκοντα ὀνομαζομένων.
As you go up from Piraeus, there are ruins of the walls which Conon rebuilt after the sea-fight near Cnidus; for those built by Themistocles after the retreat of the Medes were destroyed during the rule of those called the Thirty.
εἰσὶ δὲ τάφοι κατὰ τὴν ὁδὸν γνωριμώτατοι Μενάνδρου τοῦ Διοπείθους καὶ μνῆμα Εὐριπίδου κενόν· τέθαπται δὲ Εὐριπίδης ἐν Μακεδονίᾳ παρὰ τὸν βασιλέα ἐλθὼν Ἀρχέλαον, ὁ δέ οἱ τοῦ θανάτου τρόπος—πολλοῖς γάρ ἐστιν εἰρημένος—ἐχέτω καθὰ λέγουσιν.
There are tombs along the road, most famous being that of Menander, the son of Diopithes, and a cenotaph of Euripides; Euripides is buried in Macedonia, having gone to the court of King Archelaus, and as for the manner of his death—since it has been told by many—let it be as they say.
§1.2.3συνῆσαν δὲ ἄρα καὶ τότε τοῖς βασιλεῦσι ποιηταὶ καὶ πρότερον ἔτι καὶ Πολυκράτει Σάμου τυραννοῦντι Ἀνακρέων παρῆν καὶ ἐς Συρακούσας πρὸς Ἱέρωνα Αἰσχύλος καὶ Σιμωνίδης ἐστάλησαν·
It seems, then, that even in those days poets lived with kings, and still earlier Anacreon was with Polycrates, the tyrant of Samos, and Aeschylus and Simonides were sent to Hieron in Syracuse.
Διονυσίῳ δέ, ὃς ὕστερον ἐτυράννησεν ἐν Σικελίᾳ, Φιλόξενος παρῆν καὶ Ἀντιγόνῳ Μακεδόνων ἄρχοντι Ἀνταγόρας Ῥόδιος καὶ Σολεὺς Ἄρατος.
Philoxenus was with Dionysius, who later became tyrant in Sicily, and Antagoras of Rhodes and Aratus of Soli were with Antigonus, the ruler of the Macedonians.
Ἡσίοδος δὲ καὶ Ὅμηρος ἢ συγγενέσθαι βασιλεῦσιν ἠτύχησαν ἢ καὶ ἑκόντες ὠλιγώρησαν, ὁ μὲν ἀγροικίᾳ καὶ ὄκνῳ πλάνης, Ὅμηρος δὲ ἀποδημήσας ἐπὶ μακρότατον καὶ τὴν ὠφέλειαν τὴν ἐς χρήματα παρὰ τῶν δυνατῶν ὑστέραν θέμενος τῆς παρὰ τοῖς πολλοῖς δόξης, ἐπεὶ καὶ Ὁμήρῳ πεποιημένα ἐστὶν Ἀλκίνῳ παρεῖναι Δημόδοκον καὶ ὡς Ἀγαμέμνων καταλείποι τινὰ παρὰ τῇ γυναικὶ ποιητήν.
But Hesiod and Homer either were unfortunate in not associating with kings, or even deliberately disregarded them, the former through rustic habits and reluctance to travel, while Homer traveled to the furthest distances and placed the financial assistance of the powerful after glory among the many.
—ἔστι δὲ τάφος οὐ πόρρω τῶν πυλῶν, ἐπίθημα ἔχων στρατιώτην ἵππῳ παρεστηκότα· ὅντινα μέν, οὐκ οἶδα, Πραξιτέλης δὲ καὶ τὸν ἵππον καὶ τὸν στρατιώτην ἐποίησεν.
Indeed, it has been written by Homer also that Demodocus was with Alcinous, and that Agamemnon left a certain poet with his wife. —There is a tomb not far from the gates, having on it a soldier standing beside a horse; I do not know who he is, but Praxiteles made both the horse and the soldier.
§1.2.4ἐσελθόντων δὲ ἐς τὴν πόλιν οἰκοδόμημα ἐς παρασκευήν ἐστι τῶν πομπῶν, ἃς πέμπουσι τὰς μὲν ἀνὰ πᾶν ἔτος, τὰς δὲ καὶ χρόνον διαλείποντες.
As you enter the city, there is a building for the preparation of the processions, some of which they send every year, and others at intervals of time.
καὶ πλησίον ναός ἐστι Δήμητρος, ἀγάλματα δὲ αὐτή τε καὶ ἡ παῖς καὶ δᾷδα ἔχων Ἴακχος· γέγραπται δὲ ἐπὶ τῷ τοίχῳ γράμμασιν Ἀττικοῖς ἔργα εἶναι Πραξιτέλους.
Near it is a temple of Demeter, and the statues are of Demeter herself, her daughter, and Iacchus holding a torch; and it is written on the wall in Attic letters that these are the works of Praxiteles.
τοῦ ναοῦ δὲ οὐ πόρρω Ποσειδῶν ἐστιν ἐφʼ ἵππου, δόρυ ἀφιεὶς ἐπὶ γίγαντα Πολυβώτην, ἐς ὃν Κῴοις ὁ μῦθος ὁ περὶ τῆς ἄκρας ἔχει τῆς Χελώνης· τὸ δὲ ἐπίγραμμα τὸ ἐφʼ ἡμῶν τὴν εἰκόνα ἄλλῳ δίδωσι καὶ οὐ Ποσειδῶνι.
Not far from the temple is Poseidon on a horse, throwing a spear at the giant Polybotes, concerning whom the Cnidians have a myth about the cape of Chelone; but the inscription in our day attributes the image to another and not to Poseidon.
στοαὶ δέ εἰσιν ἀπὸ τῶν πυλῶν ἐς τὸν Κεραμεικὸν καὶ εἰκόνες πρὸ αὐτῶν χαλκαῖ καὶ γυναικῶν καὶ ἀνδρῶν, ὅσοις τι ὑπῆρχεν ἐς δόξαν.
There are stoas from the gates to the Ceramicus, and in front of them bronze statues of both women and men who had some claim to fame.
§1.2.5ἡ δὲ ἑτέρα τῶν στοῶν ἔχει μὲν ἱερὰ θεῶν, ἔχει δὲ γυμνάσιον Ἑρμοῦ καλούμενον·
The other of the stoas contains sanctuaries of gods, and a gymnasium called that of Hermes.
ἔστι δὲ ἐν αὐτῇ Πουλυτίωνος οἰκία, καθʼ ἣν παρὰ τὴν ἐν Ἐλευσῖνι δρᾶσαι τελετὴν Ἀθηναίων φασὶν οὐ τοὺς ἀφανεστάτους· ἐπʼ ἐμοῦ δὲ ἀνεῖτο Διονύσῳ.
In it is the house of Pulytion, where they say that some of the most notable Athenians performed a parody of the ceremony at Eleusis; but in my time it was consecrated to Dionysus.
Διόνυσον δὲ τοῦτον καλοῦσι Μελπόμενον ἐπὶ λόγῳ τοιῷδε ἐφʼ ὁποίῳ περ Ἀπόλλωνα Μουσηγέτην.
This Dionysus they call Melpomenus, for a reason similar to that for which they call Apollo Musegetes.
ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἄγαλμα Παιωνίας καὶ Διὸς καὶ Μνημοσύνης καὶ Μουσῶν, Ἀπόλλων τε ἀνάθημα καὶ ἔργον Εὐβουλίδου, καὶ δαίμων τῶν ἀμφὶ Διόνυσον Ἄκρατος· πρόσωπόν ἐστίν οἱ μόνον ἐνῳκοδομημένον τοίχῳ.
Here there is a statue of Athena Paeonia, of Zeus, of Mnemosyne, and of the Muses, and an Apollo, a dedication and work of Eubulides, and Acratis, a daemon of the attendants of Dionysus; only his face is built into the wall.
μετὰ δὲ τὸ τοῦ Διονύσου τέμενός ἐστιν οἴκημα ἀγάλματα ἔχον ἐκ πηλοῦ, βασιλεὺς Ἀθηναίων Ἀμφικτύων ἄλλους τε θεοὺς ἑστιῶν καὶ Διόνυσον.
After the sanctuary of Dionysus is a building containing clay statues, representing Amphictyon, king of the Athenians, entertaining Dionysus and other gods.
ἐνταῦθα καὶ Πήγασός ἐστιν Ἐλευθερεύς, ὃς Ἀθηναίοις τὸν θεὸν ἐσήγαγε· συνεπελάβετο δέ οἱ τὸ ἐν Δελφοῖς μαντεῖον ἀναμνῆσαν τὴν ἐπὶ Ἰκαρίου ποτὲ ἐπιδημίαν τοῦ θεοῦ.
Here also is Pegasus of Eleutherae, who introduced the god to the Athenians, and the oracle at Delphi assisted him by reminding them of the former visit of the god in the time of Icarius.
§1.2.6τὴν δὲ βασιλείαν Ἀμφικτύων ἔσχεν οὕτως.
Amphictyon obtained the kingdom in this way.
Ἀκταῖον λέγουσιν ἐν τῇ νῦν Ἀττικῇ βασιλεῦσαι πρῶτον· ἀποθανόντος δὲ Ἀκταίου Κέκροψ ἐκδέχεται τὴν ἀρχὴν θυγατρὶ συνοικῶν Ἀκταίου, καί οἱ γίνονται θυγατέρες μὲν Ἕρση καὶ Ἄγλαυρος καὶ Πάνδροσος, υἱὸς δὲ Ἐρυσίχθων·
They say that Actaeus was the first to reign in what is now Attica; when Actaeus died, Cecrops succeeded to the rule, marrying the daughter of Actaeus, and he had daughters, Herse, Agraulus, and Pandrosus, and a son, Erysichthon.
οὗτος οὐκ ἐβασίλευσεν Ἀθηναίων, ἀλλά οἱ τοῦ πατρὸς ζῶντος τελευτῆσαι συνέβη, καὶ τὴν ἀρχὴν τὴν Κέκροπος Κραναὸς ἐξεδέξατο, Ἀθηναίων δυνάμει προύχων.
The latter did not become king of the Athenians, but happened to die while his father was still living, and Cranaus, excelling the Athenians in power, succeeded to the rule of Cecrops.
Κραναῷ δὲ θυγατέρας καὶ ἄλλας καὶ Ἀτθίδα γενέσθαι λέγουσιν· ἀπὸ ταύτης ὀνομάζουσιν Ἀττικὴν τὴν χώραν, πρότερον καλουμένην Ἀκταίαν.
They say that to Cranaus were born other daughters, and also Atthis, after whom they name the country Attica, which was previously called Actaea.
Κραναῷ δὲ Ἀμφικτύων ἐπαναστάς, θυγατέρα ὅμως ἔχων αὐτοῦ, παύει τῆς ἀρχῆς· καὶ αὐτὸς ὕστερον ὑπὸ Ἐριχθονίου καὶ τῶν συνεπαναστάντων ἐκπίπτει·
But Amphictyon, rising against Cranaus, although he had his daughter to wife, deposed him from his rule; and he himself was later expelled by Erichthonius and his fellow-rebels.
πατέρα δὲ Ἐριχθονίῳ λέγουσιν ἀνθρώπων μὲν οὐδένα εἶναι, γονέας δὲ Ἥφαιστον καὶ Γῆν.
They say that Erichthonius had no human father, but his parents were Hephaestus and Ge.