Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.1.1-1.1.5

スニオン岬からペイライエウスの諸聖域まで

1 / 465 箇所 · ギリシア語

要旨

アッティカのスニオン岬、ペイライエウスとその港の歴史、テミストクレスの墓について述べ、港内の聖域や神殿、周辺のコリアス岬とヘラ神殿を紹介する。

§1.1.1τῆς ἠπείρου τῆς Ἑλληνικῆς κατὰ νήσους τὰς Κυκλάδας καὶ πέλαγος τὸ Αἰγαῖον ἄκρα Σούνιον πρόκειται γῆς τῆς Ἀττικῆς·
ギリシア本土から、シクラデス諸島とエーゲ海に向かって、アッティカ地方の地であるスニオン岬が突き出ている。
καὶ λιμήν τε παραπλεύσαντι τὴν ἄκραν ἐστὶ καὶ ναὸς Ἀθηνᾶς Σουνιάδος ἐπὶ κορυφῇ τῆς ἄκρας.
そして岬を回り込んで航海する者には港があり、岬の頂上にはスニアスのアテナの神殿がある。
πλέοντι δὲ ἐς τὸ πρόσω Λαύριόν τέ ἐστιν, ἔνθα ποτὲ Ἀθηναίοις ἦν ἀργύρου μέταλλα, καὶ νῆσος ἔρημος οὐ μεγάλη Πατρόκλου καλουμένη·
さらに先へ航行するとラウリオンがあり、そこにはかつてアテナイ人の銀山があった。 また、パトロクロスと呼ばれる、大きくはない無人の島がある。
τεῖχος γὰρ ᾠκοδομήσατο ἐν αὐτῇ καὶ χάρακα ἐβάλετο Πάτροκλος, ὃς τριήρεσιν ὑπέπλει ναύαρχος Αἰγυπτίαις, ἃς Πτολεμαῖος ὁ Πτολεμαίου τοῦ Λάγου τιμωρεῖν ἔστειλεν Ἀθηναίοις, ὅτε σφίσιν Ἀντίγονος ὁ Δημητρίου στρατιᾷ τε αὐτὸς ἐσβεβληκὼς ἔφθειρε τὴν χώραν καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης κατεῖργεν.
というのも、プトレマイオス(ラゴスの子プトレマイオスの子)がアテナイ人を救援するために送ったエジプトの三段櫂船を、指揮官として率いて航行していたパトロクロスが、この島に城壁を築き、防塁を設けたからである。 その時、デメトリオスの子アンティゴノスが自ら軍隊を率いて侵入し、彼らの土地を荒らし、同時に海から船で封鎖していたのである。
§1.1.2ὁ δὲ Πειραιεὺς δῆμος μὲν ἦν ἐκ παλαιοῦ, πρότερον δὲ πρὶν ἢ Θεμιστοκλῆς Ἀθηναίοις ἦρξεν ἐπίνειον οὐκ ἦν·
ペイライエウスは古くからデーモスであったが、テミストクレスがアテナイ人のアルコンになる前は、港ではなかった。
Φαληρὸν δέ—ταύτῃ γὰρ ἐλάχιστον ἀπέχει τῆς πόλεως ἡ θάλασσα—, τοῦτό σφισιν ἐπίνειον ἦν, καὶ Μενεσθέα φασὶν αὐτόθεν ταῖς ναυσὶν ἐς Τροίαν ἀναχθῆναι καὶ τούτου πρότερον Θησέα δώσοντα Μίνῳ δίκας τῆς Ἀνδρόγεω τελευτῆς.
しかし、ファレロン――というのも、この場所が市から最も海が近いからである――、これが彼らの港であり、そこからメネステウスが船を率いてトロイアに向けて出航したと言われており、それ以前にはテセウスがアンドロゲオスの死に対する償いをミノスに支払うために出航したと言われている。
Θεμιστοκλῆς δὲ ὡς ἦρξε—τοῖς τε γὰρ πλέουσιν ἐπιτηδειότερος ὁ Πειραιεὺς ἐφαίνετό οἱ προκεῖσθαι καὶ λιμένας τρεῖς ἀνθʼ ἑνὸς ἔχειν τοῦ Φαληροῖ—τοῦτό σφισιν ἐπίνειον εἶναι κατεσκευάσατο·
しかしテミストクレスは、アルコンになると、ペイライエウスの方が航海者にとって好位置にあり、ファレロンの1つの港に対して3つの港を有していると思われたので、これを彼らの港として整備した。
καὶ νεὼς καὶ ἐς ἐμὲ ἦσαν οἶκοι καὶ πρὸς τῷ μεγίστῳ λιμένι τάφος Θεμιστοκλέους.
そして私の時代にいたるまで船のドックがあり、最大の港の近くにはテミストクレスの墓があった。
φασὶ γὰρ μεταμελῆσαι τῶν ἐς Θεμιστοκλέα Ἀθηναίοις καὶ ὡς οἱ προσήκοντες τὰ ὀστᾶ κομίσαιεν ἐκ Μαγνησίας ἀνελόντες·
アテナイ人はテミストクレスに対して行ったことを後悔し、親族が彼の遺骨をマグネシアから掘り起こして持ち帰ったと言されているからである。
φαίνονται δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους καὶ κατελθόντες καὶ γραφὴν ἐς τὸν Παρθενῶνα ἀναθέντες, ἐν ᾗ Θεμιστοκλῆς ἐστι γεγραμμένος.
また、テミストクレスの子供たちは帰還し、パルテノンに絵画を奉納したことが明らかであり、その絵の中にテミストクレスが描かれている。
§1.1.3θέας δὲ ἄξιον τῶν ἐν Πειραιεῖ μάλιστα Ἀθηνᾶς ἐστι καὶ Διὸς τέμενος·
ペイライエウスで最も見るに値するのは、アテナとゼウスの聖域である。
χαλκοῦ μὲν ἀμφότερα τὰ ἀγάλματα, ἔχει δὲ ὁ μὲν σκῆπτρον καὶ Νίκην, ἡ δὲ Ἀθηνᾶ δόρυ.
両方の像は青銅製であり、ゼウスは笏とニケの像を持ち、アテナは槍を持っている。
ἐνταῦθα Λεωσθένην, ὃς Ἀθηναίοις καὶ τοῖς πᾶσιν Ἕλλησιν ἡγούμενος Μακεδόνας ἔν τε Βοιωτοῖς ἐκράτησε μάχῃ καὶ αὖθις ἔξω Θερμοπυλῶν καὶ βιασάμενος ἐς Λάμιαν κατέκλεισε τὴν ἀπαντικρὺ τῆς Οἴτης, τοῦτον τὸν Λεωσθένην καὶ τοὺς παῖδας ἔγραψεν Ἀρκεσίλαος.
ここに、アテナイ人と全ギリシア人を率いてマケドニア人にボイオティアで戦って勝ち、さらにテルモピュライの外でも勝ち、彼らを追い詰めてオイテ山の向かいにあるラミアに閉じ込めたレオステネス、このレオステネスと子供たちをアルケシラオスが描いた。
ἔστι δὲ τῆς στοᾶς τῆς μακρᾶς, ἔνθα καθέστηκεν ἀγορὰ τοῖς ἐπὶ θαλάσσης—καὶ γὰρ τοῖς ἀπωτέρω τοῦ λιμένος ἐστὶν ἑτέρα—, τῆς δὲ ἐπὶ θαλάσσης στοᾶς ὄπισθεν ἑστᾶσι Ζεὺς καὶ Δῆμος, Λεωχάρους ἔργον.
また、海の近くの人々のための市場が置かれている長い柱廊があり(というのも港から遠い場所にもう一つの市場があるからだ)、その海の近くの柱廊の後ろには、レオカレスの作であるゼウスとデーモスの像が立っている。
πρὸς δὲ τῇ θαλάσσῃ Κόνων ᾠκοδόμησεν Ἀφροδίτης ἱερόν, τριήρεις Λακεδαιμονίων κατεργασάμενος περὶ Κνίδον τὴν ἐν τῇ Καρικῇ χερρονήσῳ.
また、海の近くには、カリア半島のクニドスの近くでスパルタの三段櫂船を破った後、コノンがアプロディテの神殿を建てた。
Κνίδιοι γὰρ τιμῶσιν Ἀφροδίτην μάλιστα, καί σφισιν ἔστιν ἱερὰ τῆς θεοῦ·
クニドス人はアプロディテを特に崇拝しており、彼らにはこの女神の神殿がある。
τὸ μὲν γὰρ ἀρχαιότατον Δωρίτιδος, μετὰ δὲ τὸ Ἀκραίας, νεώτατον δὲ ἣν Κνιδίαν οἱ πολλοί, Κνίδιοι δὲ αὐτοὶ καλοῦσιν Εὔπλοιαν.
最も古いものはドリティス(ドリスの女神)であり、その次がアクライア(高台の女神)、最も新しいものは、多くの人はクニディアと呼び、クニドス人自身はエウプロイア(航海安全の女神)と呼ぶものである。
§1.1.4ἔστι δὲ καὶ ἄλλος Ἀθηναίοις ὁ μὲν ἐπὶ Μουνυχίᾳ λιμὴν καὶ Μουνυχίας ναὸς Ἀρτέμιδος, ὁ δὲ ἐπὶ Φαληρῷ, καθὰ καὶ πρότερον εἴρηταί μοι, καὶ πρὸς αὐτῷ Δήμητρος ἱερόν.
アテナイ人には他にも港があり、一つはムニキアにある港とムニキアのアルテミスの神殿であり、もう一つはファレロンにある港(既に私が述べた通りである)で、その近くにはデメテルの神殿がある。
ἐνταῦθα καὶ Σκιράδος Ἀθηνᾶς ναός ἐστι καὶ Διὸς ἀπωτέρω, βωμοὶ δὲ θεῶν τε ὀνομαζομένων Ἀγνώστων καὶ ἡρώων καὶ παίδων τῶν Θησέως καὶ Φαληροῦ·
ここにはスキラスのアテナの神殿もあり、少し離れてゼウスの神殿がある。 また、「未知の神々」と呼ばれる神々の祭壇、英雄たちの祭壇、そしてテセウスの子らとファレロスの祭壇がある。
τοῦτον γὰρ τὸν Φαληρὸν Ἀθηναῖοι πλεῦσαι μετὰ Ἰάσονός φασιν ἐς Κόλχους.
このファレロスについて、アテナイ人はイアソンと共にコルキスへ航海したと言っている。
ἔστι δὲ καὶ Ἀνδρόγεω βωμὸς τοῦ Μίνω, καλεῖται δὲ Ἥρωος·
また、ミノスの子アンドロゲオスの祭壇もあり、「英雄の祭壇」と呼ばれている。
Ἀνδρόγεω δὲ ὄντα ἴσασιν οἷς ἐστιν ἐπιμελὲς τὰ ἐγχώρια σαφέστερον ἄλλων ἐπίστασθαι.
それがアンドロゲオスのものであることは、土地の伝承を他者より正確に知ることに熱心な人々が知っている。
§1.1.5ἀπέχει δὲ σταδίους εἴκοσιν ἄκρα Κωλιάς·
20スタディオン離れたところにコリアス岬がある。
ἐς ταύτην φθαρέντος τοῦ ναυτικοῦ τοῦ Μήδων κατήνεγκεν ὁ κλύδων τὰ ναυάγια.
ペルシア人の艦隊が破滅した際、波がその難破船の破片をここへ運んできた。
Κωλιάδος δέ ἐστιν ἐνταῦθα Ἀφροδίτης ἄγαλμα καὶ Γενετυλλίδες ὀνομαζόμεναι θεαί·
ここにはコリアスのアプロディテの像と、ゲネテュリデスと呼ばれる女神たちがいる。
δοκῶ δὲ καὶ Φωκαεῦσι τοῖς ἐν Ἰωνίᾳ θεάς, ἃς καλοῦσι Γενναΐδας, εἶναι ταῖς ἐπὶ Κωλιάδι τὰς αὐτάς.
イオニアのポカイア人がゲンナイデスと呼ぶ女神たちは、コリアスの女神たちと同じであると私は思う。
—ἔστι δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Φαληροῦ ναὸς Ἥρας οὔτε θύρας ἔχων οὔτε ὄροφον·
――ファレロンからアテナイへの道中には、扉も屋根もないヘラの神殿がある。
Μαρδόνιόν φασιν αὐτὸν ἐμπρῆσαι τὸν Γωβρύου.
ゴブリュアスの子マルドニオスがこれに火を放ったと言われている。
τὸ δὲ ἄγαλμα τὸ νῦν δή, καθὰ λέγουσιν, Ἀλκαμένους ἐστὶν ἔργον·
現在の像は、言われている通り、アルカメネスの作である。
οὐκ ἂν τοῦτό γε ὁ Μῆδος εἴη λελωβημένος.
これはペルシア人が傷つけたものではあるまい。

語釈・文法注

  1. §1.1.1παραπλεύσαντι τὴν ἄκραν — 与格分詞 `παραπλεύσαντι` は、地理的叙述において移動する特定の観点を持つ主体を示す「関係の与格」(または方向の与格)であり、「岬を回り込んで航海する者にとって」という条件や視点を含意している。
  2. §1.1.2μεταμελῆσαι τῶν ἐς Θεμιστοκλέα Ἀθηναίοις — 非人称動詞 `μεταμέλει`(後悔する)の不定詞構文。後悔する主体を指示する与格(`Ἀθηναίοις`)と、後悔の対象を指示する属格(`τῶν ἐς Θεμιστοκλέα`)を伴う。ここでは `φασί` に導かれる不定詞として、文法上の対格主語なしに直接用いられている。
  3. §1.1.3τοῦτον τὸν Λεωσθένην — 文頭の対格 `Λεωσθένην` から始まるが、長い関係節(`ὃς ... κατέκλεισε`)が挿入されて主節の動詞 `ἔγραψεν` と大きく離れたため、文脈を整理するために `τοῦτον`(この〜を)を添えて同一の対象を対格で反復(再言)し、文の構造を明瞭にしている。
  4. §1.1.5οὐκ ἂν τοῦτό γε ὁ Μῆδος εἴη λελωβημένος — 完了受動分詞 `λελωβημένος` と希求法 `εἴη`、助辞 `ἄν` による潜在的・確信的な推量の表現。過去の事実について「ペルシア人がこれを傷つけたはずはないだろう(あり得ない)」という強い否定の確信を示す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.1.1-1.1.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.1.1-1.1.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。