Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.3.1-1.3.5

王の柱廊とその周辺の絵画や彫像

3 / 465 箇所 · ギリシア語

要旨

アテナイのケラメイコス地方における「王の柱廊」と、その周辺に建つ諸彫像、歴史的絵画(十二神、テセウス、マンティネイアの戦いなど)、そして評議場や各種神殿について述べる。

§1.3.1τὸ δὲ χωρίον ὁ Κεραμεικὸς τὸ μὲν ὄνομα ἔχει ἀπὸ ἥρωος Κεράμου, Διονύσου τε εἶναι καὶ Ἀριάδνης καὶ τούτου λεγομένου·
ケラメイコスという場所は、ケラモスという英雄からその名を得ているが、このケラモスもまたディオニュソスとアリアドネの子であると言われている。
πρώτη δέ ἐστιν ἐν δεξιᾷ καλουμένη στοὰ βασίλειος, ἔνθα καθίζει βασιλεὺς ἐνιαυσίαν ἄρχων ἀρχὴν καλουμένην βασιλείαν.
そして右側にある最初の建物は、いわゆる「王の柱廊」であり、そこには、王と呼ばれる、一年任期の職に就く王が座している。
ταύτης ἔπεστι τῷ κεράμῳ τῆς στοᾶς ἀγάλματα ὀπτῆς γῆς, ἀφιεὶς Θησεὺς ἐς θάλασσαν Σκίρωνα καὶ φέρουσα Ἡμέρα Κέφαλον, ὃν κάλλιστον γενόμενόν φασιν ὑπὸ Ἡμέρας ἐρασθείσης ἁρπασθῆναι·
この柱廊の瓦の上にはテラコッタ(焼土)の像が載っており、テセウスがスキロンを海に投げ落としているところと、ヘメラ(昼)がケパロスを運んでいるところがある。 ケパロスは非常に美しかったため、彼に恋をしたヘメラによってさらわれたと言われている。
καί οἱ παῖδα γενέσθαι Φαέθοντα, ὃν ὕστερον ἡ Ἀφροδίτη ἥρπασε καὶ φύλακα ἐποίησε τοῦ ναοῦ.
そして二人の間には息子ファエトンが生まれ、後にアプロディテが彼をさらって神殿の守護者とした。
ταῦτα ἄλλοι τε καὶ Ἡσίοδος εἴρηκεν ἐν ἔπεσι τοῖς ἐς τὰς γυναῖκας.
これらのことは、他の人々や、ヘシオドスも『女たちに関する詩』の中で述べている。
§1.3.2πλησίον δὲ τῆς στοᾶς Κόνων ἕστηκε καὶ Τιμόθεος υἱὸς Κόνωνος καὶ βασιλεὺς Κυπρίων Εὐαγόρας, ὃς καὶ τὰς τριήρεις τὰς Φοινίσσας ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι Κόνωνι·
柱廊の近くには、コノンと、コノンの息子ティモテオス、そしてキプロス人の王エウアゴラスが立っている。 エウアゴラスは、アルタクセルクセス王からフェニキアの三段櫂船がコノンに与えられるよう取り計らった人物である。
ἔπραξε δὲ ὡς Ἀθηναῖος καὶ τὸ ἀνέκαθεν ἐκ Σαλαμῖνος, ἐπεὶ καὶ γενεαλογῶν ἐς προγόνους ἀνέβαινε Τεῦκρον καὶ Κινύρου θυγατέρα.
彼はアテナイ人として、また先祖代々サラミス出身の者としてそれを行った。 というのも、彼はみずからの家系をたどる際に、先祖であるテウクロスとキニュラスの娘にまで遡ったからである。
ἐνταῦθα ἕστηκε Ζεὺς ὀνομαζόμενος Ἐλευθέριος καὶ βασιλεὺς Ἀδριανός, ἐς ἄλλους τε ὧν ἦρχεν εὐεργεσίας καὶ ἐς τὴν πόλιν μάλιστα ἀποδειξάμενος τὴν Ἀθηναίων.
ここには「自由の神」と呼ばれるゼウスと、アドリアヌス王が立っている。 アドリアヌスは、みずからが支配した他の人々に対しても、そして特にアテナイ人の市に対しても、多大な恩恵を示した。
§1.3.3στοὰ δὲ ὄπισθεν ᾠκοδόμηται γραφὰς ἔχουσα θεοὺς τοὺς δώδεκα καλουμένους·
背後には、いわゆる「十二神」の絵画を有する柱廊が建てられている。
ἐπὶ δὲ τῷ τοίχῳ τῷ πέραν Θησεύς ἐστι γεγραμμένος καὶ Δημοκρατία τε καὶ Δῆμος.
反対側の壁にはテセウスが描かれており、民主政(デモクラティア)と民衆(デモス)も描かれている。
δηλοῖ δὲ ἡ γραφὴ Θησέα εἶναι τὸν καταστήσαντα Ἀθηναίοις ἐξ ἴσου πολιτεύεσθαι·
この絵は、テセウスこそがアテナイ人に平等な政治体制を確立した人物であることを示している。
κεχώρηκε δὲ φήμη καὶ ἄλλως ἐς τοὺς πολλούς, ὡς Θησεὺς παραδοίη τὰ πράγματα τῷ δήμῳ καὶ ὡς ἐξ ἐκείνου δημοκρατούμενοι διαμείναιεν, πρὶν ἢ Πεισίστρατος ἐτυράννησεν ἐπαναστάς.
しかし、テセウスが民衆に国政を委ね、それ以来、ペイシストラトスが反乱を起こして僭主となるまで、人々が民主政のもとで存続したという噂も、一般の人々の間に広く流布している。
λέγεται μὲν δὴ καὶ ἄλλα οὐκ ἀληθῆ παρὰ τοῖς πολλοῖς οἷα ἱστορίας ἀνηκόοις οὖσι καὶ ὁπόσα ἤκουον εὐθὺς ἐκ παίδων ἔν τε χοροῖς καὶ τραγῳδίαις πιστὰ ἡγουμένοις, λέγεται δὲ καὶ ἐς τὸν Θησέα, ὃς αὐτός τε ἐβασίλευσε καὶ ὕστερον Μενεσθέως τελευτήσαντος καὶ ἐς τετάρτην οἱ Θησεῖδαι γενεὰν διέμειναν ἄρχοντες.
実のところ、一般の人々の間では他にも多くの事実でないことが語られている。 なぜなら彼らは歴史に耳を傾けたことがなく、子供の頃から合唱舞踊(コロス)や悲劇の中で聞いてきたあらゆることを信頼できると考えているからである。 そして、そうしたことはテセウスについても語られているが、彼は自ら王として支配し、後にメネステウスが死ぬと、テセウスの子孫たちが四代目の世代にいたるまで支配者として存続したのである。
εἰ δέ μοι γενεαλογεῖν ἤρεσκε, καὶ τοὺς ἀπὸ Μελάνθου βασιλεύσαντας ἐς Κλείδικον τὸν Αἰσιμίδου καὶ τούτους ἂν ἀπηριθμησάμην.
もし私が家系をたどることを好むなら、メラントスからアイシミデスの息子クレイディコスにいたるまで王として支配した人々、彼らをも列挙したであろう。
§1.3.4ἐνταῦθά ἐστι γεγραμμένον καὶ τὸ περὶ Μαντίνειαν Ἀθηναίων ἔργον, οἳ βοηθήσοντες Λακεδαιμονίοις ἐπέμφθησαν.
ここには、ラケダイモン人(スパルタ人)を救援するために派遣されたアテナイ人の、マンティネイアにおける功績も描かれている。
συνέγραψαν δὲ ἄλλοι τε καὶ Ξενοφῶν τὸν πάντα πόλεμον, κατάληψίν τε τῆς Καδμείας καὶ τὸ πταῖσμα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις καὶ ὡς ἐς Πελοπόννησον ἐσέβαλον Βοιωτοὶ καὶ τὴν συμμαχίαν Λακεδαιμονίοις τὴν παρʼ Ἀθηναίων ἐλθοῦσαν·
他の人々やクセノポンが、戦争の全貌を、すなわちカドメイアの占領とレウクトラにおけるラケダイモン人の敗北、ボイオティア人がいかにペロポネソスに侵入したか、そしてアテナイ人からラケダイモン人に届いた同盟(援軍)について記述している。
ἐν δὲ τῇ γραφῇ τῶν ἱππέων ἐστὶ μάχη, ἐν ᾗ γνωριμώτατοι Γρύλος τε ὁ Ξενοφῶντος ἐν τοῖς Ἀθηναίοις καὶ κατὰ τὴν ἵππον τὴν Βοιωτίαν Ἐπαμινώνδας ὁ Θηβαῖος.
絵の中には騎兵たちの戦闘があり、その中で最も有名なのは、アテナイ人の中ではクセノポンの子グリュロスであり、ボイオティア騎兵の中ではテーバイ人のエパメイノンダスである。
ταύτας τὰς γραφὰς Εὐφράνωρ ἔγραψεν Ἀθηναίοις καὶ πλησίον ἐποίησεν ἐν τῷ ναῷ τὸν Ἀπόλλωνα Πατρῷον ἐπίκλησιν·
エウプラノールがアテナイ人のためにこれらの絵を描き、その近くの神殿の中に、「祖在の神(パトロオス)」と呼ばれるアポロンの像を作った。
πρὸ δὲ τοῦ νεὼ τὸν μὲν Λεωχάρης, ὃν δὲ καλοῦσιν Ἀλεξίκακον Κάλαμις ἐποίησε.
神殿の前には、一方の像をレオカレスが作り、他方の、人々が「災い祓い(アレクシカコス)」と呼ぶ像をカラミスが作った。
τὸ δὲ ὄνομα τῷ θεῷ γενέσθαι λέγουσιν, ὅτι τὴν λοιμώδη σφίσι νόσον ὁμοῦ τῷ Πελοποννησίων πολέμῳ πιέζουσαν κατὰ μάντευμα ἔπαυσεν ἐκ Δελφῶν.
この名前が神に与えられたのは、ペロポネソス戦争と同時に彼らを苦しめていた疫病を、デルポイからの神託に従って神が終息させたからであると言われている。
§1.3.5ᾠκοδόμηται δὲ καὶ Μητρὸς θεῶν ἱερόν, ἣν Φειδίας εἰργάσατο, καὶ πλησίον τῶν πεντακοσίων καλουμένων βουλευτήριον, οἳ βουλεύουσιν ἐνιαυτὸν Ἀθηναίοις·
諸神の母の聖域もまた建てられており、それはペイディアスが制作したものである。 その近くには、一年間にわたりアテナイ人のために評議を行う、いわゆる「五百人」の評議場がある。
Βουλαίου δὲ ἐν αὐτῷ κεῖται ξόανον Διὸς καὶ Ἀπόλλων τέχνη Πεισίου καὶ Δῆμος ἔργον Λύσωνος.
その中には、「評議会の神(ブーライオス)」と呼ばれるゼウスの木像と、ペイシアスの技術によるアポロン像、そしてリュソンの作品である民衆(デモス)の像が置かれている。
τοὺς δὲ θεσμοθέτας ἔγραψε Πρωτογένης Καύνιος, Ὀλβιάδης δὲ Κάλλιππον, ὃς Ἀθηναίους ἐς Θερμοπύλας ἤγαγε φυλάξοντας τὴν ἐς τὴν Ἑλλάδα Γαλατῶν ἐσβολήν.
カウノス出身のプロトゲネスは「立法官たち(テスモテタイ)」を描き、オルビアデスは、ギリシアへのガラティア人の侵入を防ぐためにアテナイ人をテルモピュライへと導いたカリッポスを描いた。

語釈・文法注

  1. §1.3.1Διονύσου τε εἶναι καὶ Ἀριάδνης καὶ τούτου λεγομένου — τούτου λεγομένου は独立属格(属格絶対格)であり、不定詞 εἶναι は λεγομένου に係っている(「この者もまた……の子であると言われているので」)。Διονύσου ... καὶ Ἀριάδνης は属格によって出自(「〜の子である」)を表している。
  2. §1.3.2ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι — 動詞 πράσσω(ここでは ἔπραξε)は不定詞(δοθῆναι)を伴って「〜が与えられるよう取り計らう、交渉して実現させる」という使役的・画策的な意味を表す。παρὰ βασιλέως は与える側の主客を示す。
  3. §1.3.3τοῖς πολλοῖς οἷα ἱστορίας ἀνηκόοις οὖσι... πιστὰ ἡγουμένοις — 与格の τοῖς πολλοῖς(一般の人々)に、原因を示す接頭辞 οἷα を伴った現在分詞 οὖσι と、並列される現在分詞 ἡγουμένοις が一致している。ἡγουμένοις は「信じているので」の意で、その目的語は関係代名詞 ὁπόσα(「〜する限りのすべてのこと」)である。
  4. §1.3.4τὸν μὲν... ὃν δὲ — τὸν μὲν と ὃν δὲ は、先行する二つの彫像を指す指示・対比の構造。ὃν δὲ は関係代名詞 ὃν を含んでいるが、ここでは τὸν δὲ の代わりに「他方の像、それを〜」として機能し、関係節 ὃν δὲ καλοῦσιν Ἀλεξίκακον の中に取り込まれている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.3.1-1.3.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.3.1-1.3.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。