Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.18.1-1.18.9

ディオスクロイ神殿とオリンピアのゼウス神殿

20 / 465 箇所 · ギリシア語

要旨

著者はアテナイのディオスクロイ神殿、アグラウロスの神域、プリュタネイオン、サラピス神殿、エイレイテュイア神殿の概要と神話に触れた後、ハドリアヌス帝が再建した壮麗なオリンピアのゼウス神殿やその他の多様な公共施設を記述している。

§1.18.1τὸ δὲ ἱερὸν τῶν Διοσκούρων ἐστὶν ἀρχαῖον, αὐτοί τε ἑστῶτες καὶ οἱ παῖδες καθήμενοί σφισιν ἐφʼ ἵππων.
ディオスクロイの神殿は古い。 彼ら自身は立っており、彼らの子供たちは馬に乗っている。
ἐνταῦθα Πολύγνωτος μὲν ἔχοντα ἐς αὐτοὺς ἔγραψε γάμον τῶν θυγατέρων τῶν Λευκίππου, Μίκων δὲ τοὺς μετὰ Ἰάσονος ἐς Κόλχους πλεύσαντας·
ここで、ポリュグノトスは彼らに関連するレウキッポスの娘たちの結婚を描き、ミコンはイアソンとともにコルキスへ航海した者たちを描いた。
καί οἱ τῆς γραφῆς ἡ σπουδὴ μάλιστα ἐς Ἄκαστον καὶ τοὺς ἵππους ἔχει τοὺς Ἀκάστου.
そしてミコンの絵画の熱意は特にアカストスとアカストスの馬たちに向けられている。
§1.18.2ὑπὲρ δὲ τῶν Διοσκούρων τὸ ἱερὸν Ἀγλαύρου τέμενός ἐστιν.
ディオスクロイの神殿の上には、アグラウロスの神域がある。
Ἀγλαύρῳ δὲ καὶ ταῖς ἀδελφαῖς Ἕρσῃ καὶ Πανδρόσῳ δοῦναί φασιν Ἀθηνᾶν Ἐριχθόνιον καταθεῖσαν ἐς κιβωτόν, ἀπειποῦσαν ἐς τὴν παρακαταθήκην μὴ πολυπραγμονεῖν·
アグラウロスと、その姉妹であるヘルセおよびパンドロソスに、アテナがエリクトニオスを箱に入れて与え、その預かり物について詮索しないように命じたと言われている。
Πάνδροσον μὲν δὴ λέγουσι πείθεσθαι, τὰς δὲ δύο—ἀνοῖξαι γὰρ σφᾶς τὴν κιβωτόν—μαίνεσθαί τε, ὡς εἶδον τὸν Ἐριχθόνιον, καὶ κατὰ τῆς ἀκροπόλεως, ἔνθα ἦν μάλιστα ἀπότομον, αὑτὰς ῥῖψαι.
パンドロソスは従ったと言われているが、他の二人は(彼女たちが箱を開けたからであるが)、エリクトニオスを見るや狂気に陥り、アクロポリスの最も切り立ったところから身を投げた。
κατὰ τοῦτο ἐπαναβάντες Μῆδοι κατεφόνευσαν Ἀθηναίων τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας καὶ τὴν ἀκρόπολιν ξύλοις καὶ σταυροῖς ἀποτειχίσαντας.
メディア人は、ここから登って、神託についてテミストクレスよりもよく知っていると考え、アクロポリスを木や杭で防壁したアテナイ人たちを虐殺した。
§1.18.3πλησίον δὲ πρυτανεῖόν ἐστιν, ἐν ᾧ νόμοι τε οἱ Σόλωνός εἰσι γεγραμμένοι καὶ θεῶν Εἰρήνης ἀγάλματα κεῖται καὶ Ἑστίας, ἀνδριάντες δὲ ἄλλοι τε καὶ Αὐτόλυκος ὁ παγκρατιαστής·
近くにはプリュタネイオンがあり、そこにはソロンの法律が記されており、平和(エイレネ)とヘスティアの神像が置かれ、さらにパンクラティオンの競技者オートリュコスをはじめとする他の肖像彫刻が置かれている。
τὰς γὰρ Μιλτιάδου καὶ Θεμιστοκλέους εἰκόνας ἐς Ῥωμαῖόν τε ἄνδρα καὶ Θρᾷκα μετέγραψαν.
というのも、ミルティアデスとテミストクレスの肖像は、ローマ人の男性とトラキア人のものに書き換えられたからである。
§1.18.4ἐντεῦθεν ἰοῦσιν ἐς τὰ κάτω τῆς πόλεως Σαράπιδός ἐστιν ἱερόν, ὃν Ἀθηναῖοι παρὰ Πτολεμαίου θεὸν ἐσηγάγοντο.
そこから市の下部へと進むと、サラピスの神殿がある。 アテナイ人はプトレマイオスからこの神を導入した。
Αἰγυπτίοις δὲ ἱερὰ Σαράπιδος ἐπιφανέστατον μέν ἐστιν Ἀλεξανδρεῦσιν, ἀρχαιότατον δὲ ἐν Μέμφει·
エジプト人の間では、サラピスの神殿はアレクサンドリアのものが最も有名であり、最も古いものはメンフィスにある。
ἐς τοῦτο ἐσελθεῖν οὔτε ξένοις ἔστιν οὔτε τοῖς ἱερεῦσι, πρὶν ἂν τὸν Ἆπιν θάπτωσι.
メンフィスの神殿には、アピスを埋葬するまでは、外国人にとっても神官にとっても入ることは許されない。
τοῦ δὲ ἱεροῦ τοῦ Σαράπιδος οὐ πόρρω χωρίον ἐστίν, ἔνθα Πειρίθουν καὶ Θησέα συνθεμένους ἐς Λακεδαίμονα καὶ ὕστερον ἐς Θεσπρωτοὺς σταλῆναι λέγουσι.
サラピス神殿から遠くないところに、ペイリトオスとテセウスが盟約を結んで、ラケダイモンへ、そして後にテスプロティアへと遠征したと言われている場所がある。
§1.18.5πλησίον δὲ ᾠκοδόμητο ναὸς Εἰλειθυίας, ἣν ἐλθοῦσαν ἐξ Ὑπερβορέων ἐς Δῆλον γενέσθαι βοηθὸν ταῖς Λητοῦς ὠδῖσι, τοὺς δὲ ἄλλους παρʼ αὐτῶν φασι τῆς Εἰλειθυίας μαθεῖν τὸ ὄνομα·
近くにはエイレイテュイアの神殿が建てられていた。 彼女はヒュペルボレオス人の国からデロス島へとやって来て、レトの陣痛を助けたと言われており、他の人々はデロス人からエイレイテュイアの名前を学んだと言われている。
καὶ θύουσί τε Εἰλειθυίᾳ Δήλιοι καὶ ὕμνον ᾄδουσιν Ὠλῆνος.
そしてデロス人はエイレイテュイアに犠牲を捧げ、オレンの賛歌を歌う。
Κρῆτες δὲ χώρας τῆς Κνωσσίας ἐν Ἀμνισῷ γενέσθαι νομίζουσιν Εἰλείθυιαν καὶ παῖδα Ἥρας εἶναι·
一方、クレタ人はクノッソス地方のアムニソスでエイレイテュイアが生まれ、ヘラの子であると考えている。
μόνοις δὲ Ἀθηναίοις τῆς Εἰλειθυίας κεκάλυπται τὰ ξόανα ἐς ἄκρους τοὺς πόδας.
アテナイ人においてのみ、エイレイテュイアの木像は足の指先まで覆われている。
τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιότατον Ἐρυσίχθονα ἐκ Δήλου κομίσαι.
女性たちが言うには、そのうちの二つはクレタのもので、パイドラが奉納したものであり、最も古いものはエルシクトンがデロスから運んできたものである。
§1.18.6πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου —Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέθηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγεθος ὁρῶσιν—, ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου·
オリンピアのゼウスの神殿に行く前に――ローマの皇帝ハドリアヌスはこの神殿と、見るに値する神像を奉納した。 その大きさにおいては、ロドス人とローマ人に巨像があるのを除けば、他の神像は同様に及ばない。 そしてそれは象牙と金で作られており、その大きさを考慮する人々にとって、優れた技術の出来栄えを示している――、ここにはハドリアヌスの肖像が、二つはタソス産の石で、二つはエジプト産の石でできている。
χαλκαῖ δὲ ἑστᾶσι πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πόλεις.
列柱の前には、アテナイ人が植民都市と呼ぶ青銅の像が立っている。
ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσάρων ἐστίν, ἀνδριάντων δὲ πλήρης·
周壁全体はほぼ4スタディオンであり、肖像彫刻で満ちている。
ἀπὸ γὰρ πόλεως ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε τοῦ ναοῦ θέας ἄξιον.
というのも、それぞれの都市からハドリアヌス皇帝の肖像が奉納されているからであり、アテナイ人は神殿の後ろに見るに値する巨像を奉納することで、各都市を上回った。
§1.18.7ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος Γῆς ἐπίκλησιν Ὀλυμπίας.
周壁の中には、古いものとして、青銅のゼウス、クロノスとレアの神殿、そしてオリンピアと呼ばれる大地の女神(ゲ)の神域がある。
ἐνταῦθα ὅσον ἐς πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομβρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι ταύτῃ τὸ ὕδωρ, ἐσβάλλουσί τε ἐς αὐτὸ ἀνὰ πᾶν ἔτος ἄλφιτα πυρῶν μέλιτι μίξαντες.
ここでは地面がほぼ1ピュクス(肘の長さ)ほど裂けており、デウカリオンの時に起こった大洪水の後に、水がここから流れ去ったと言われている。 彼らは毎年、蜂蜜を混ぜた小麦の粉をそこに投げ入れている。
§1.18.8κεῖται δὲ ἐπὶ κίονος Ἰσοκράτους ἀνδριάς, ὃς ἐς μνήμην τρία ὑπελίπετο, ἐπιπονώτατον μὲν ὅτι οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν οὔποτε κατελύθη μαθητὰς ἔχειν, σωφρονέστατον δὲ ὅτι πολιτείας ἀπεχόμενος διέμεινε καὶ τὰ κοινὰ οὐ πολυπραγμονῶν, ἐλευθερώτατον δὲ ὅτι πρὸς τὴν ἀγγελίαν τῆς ἐν Χαιρωνείᾳ μάχης ἀλγήσας ἐτελεύτησεν ἐθελοντής.
柱の上にはイソクラテスの肖像彫刻が置かれており、彼は記憶されるべき三つのことを残した。 最も労を惜しまぬこととして、彼は98歳まで生きたが、弟子を持つことを決してやめなかったこと。 最も節度あることとして、政治活動を避け続け、公務に干渉しなかったこと。 最も自由を愛することとして、カイロネイアの戦いの知らせに心を痛め、自ら進んで命を絶ったこと。
κεῖνται δὲ καὶ λίθου Φρυγίου Πέρσαι χαλκοῦν τρίποδα ἀνέχοντες, θέας ἄξιοι καὶ αὐτοὶ καὶ ὁ τρίπους.
フリギア産の石でできたペルシア人たちが青銅の三脚釜を支えているのも置かれており、彼ら自身も三脚釜も見事なものである。
τοῦ δὲ Ὀλυμπίου Διὸς Δευκαλίωνα οἰκοδομῆσαι λέγουσι τὸ ἀρχαῖον ἱερόν, σημεῖον ἀποφαίνοντες ὡς Δευκαλίων Ἀθήνῃσιν ᾤκησε τάφον τοῦ ναοῦ τοῦ νῦν οὐ πολὺ ἀφεστηκότα.
オリンピアのゼウスの古い神殿はデウカリオンが建てたと言われており、デウカリオンがアテナイに住んでいた証拠として、現在の神殿から遠くないところにある墓を提示している。
§1.18.9Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου·
ハドリアヌスはアテナイ人のために他のものも建設した。 ヘラとゼウス・パネレニオスの神殿、そしてすべての神々のための共同の聖所である。 しかし、最も壮麗なものはフリギア産の石でできた100本の列柱である。
πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι.
列柱館の壁もそれと同様に作られている。
καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς·
そしてそこには、金箔を貼った天井とアラバスターの石でできた部屋があり、さらに彫刻や絵画で飾られている。
κατάκειται δὲ ἐς αὐτὰ βιβλία.
そこには書物が置かれている。
καὶ γυμνάσιόν ἐστιν ἐπώνυμον Ἀδριανοῦ·
また、ハドリアヌスの名を冠した体育場もある。
κίονες δὲ καὶ ἐνταῦθα ἑκατὸν λιθοτομίας τῆς Λιβύων.
ここにもリビアの石切り場から切り出された100本の柱がある。

語釈・文法注

  1. 1.18.1ἔχοντα ἐς αὐτούς — 中性複数対格の分詞 `ἔχοντα` は `γάμον`(「結婚に関する事柄」という含み)に意味上係り、「彼ら(ディオスクロイ)に関連する、彼らに向けられた」という意味を表している。`ἔχω` +前置詞 `ἐς` で「〜に関連する」という慣用的な機能。
  2. 1.18.2τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας — 冠詞を伴う分詞句 `τοὺς... νομίζοντας` は先行する `Ἀθηναίων`(部分属格)を修飾する。`πλέον τι` は不定詞 `εἰδέναι` を修飾する副詞的対格(「より多くを知っている」)。接続詞 `ἤ` は比較級 `πλέον` に対応し、主格の `Θεμιστοκλῆς` は「テミストクレスが[知っている/思っている]よりも」という比較の対象を示している。
  3. 1.18.6οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται — 関係代名詞 `οὗ`(属格)は先行詞 `ἄγαλμα`(神像)を指し、関係節内の `μεγέθει`(観点の与格)に係る。`ὅτι μή` は「〜を除いては」という例外を表す慣用句で、ここではロドス島とローマにある巨像を例外としている。主文は `τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται` であり、「他の神像は同様に及ばない(=遠く及ばない)」の意。
  4. 1.18.8οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν — 人称代名詞与格 `οἱ`(彼に、すなわちイソクラテスに)に、アオリスト分詞与格 `βιώσαντι` が一致している。`ἔτη` は時間の長さを表す対格。`δυοῖν δέοντα ἑκατόν` は「100に2を欠いている」という分詞構文を用いた表現で、全体として「98歳まで生きた彼において」を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.18.1-1.18.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.18.1-1.18.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。