Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.18.1-1.18.9

双子神殿与奥林匹亚宙斯神殿

第 20 段,共 465 段 · 希腊语

内容简介

作者概述了双子神殿、阿格劳洛斯神域、市政厅、萨拉皮斯及埃勒提亚神殿的历史与神话背景,随后详细介绍了罗马皇帝哈德良在雅典重建的宏伟奥林匹亚宙斯神殿及其他多项公共建筑。

§1.18.1τὸ δὲ ἱερὸν τῶν Διοσκούρων ἐστὶν ἀρχαῖον, αὐτοί τε ἑστῶτες καὶ οἱ παῖδες καθήμενοί σφισιν ἐφʼ ἵππων.
双子神的圣所是古老的,他们本人站立着,而他们的儿子们则骑在马上。
ἐνταῦθα Πολύγνωτος μὲν ἔχοντα ἐς αὐτοὺς ἔγραψε γάμον τῶν θυγατέρων τῶν Λευκίππου, Μίκων δὲ τοὺς μετὰ Ἰάσονος ἐς Κόλχους πλεύσαντας· καί οἱ τῆς γραφῆς ἡ σπουδὴ μάλιστα ἐς Ἄκαστον καὶ τοὺς ἵππους ἔχει τοὺς Ἀκάστου.
在这里,波吕格诺托斯画了与他们有关的留基伯女儿们的婚礼,而米孔则画了与伊阿宋一起航行到科尔基斯的人们;米孔在这幅画中倾注的最大心血是在阿卡斯托斯以及阿卡斯托斯的马上。
§1.18.2ὑπὲρ δὲ τῶν Διοσκούρων τὸ ἱερὸν Ἀγλαύρου τέμενός ἐστιν.
在双子神殿的上方,是阿格劳洛斯的神域。
Ἀγλαύρῳ δὲ καὶ ταῖς ἀδελφαῖς Ἕρσῃ καὶ Πανδρόσῳ δοῦναί φασιν Ἀθηνᾶν Ἐριχθόνιον καταθεῖσαν ἐς κιβωτόν, ἀπειποῦσαν ἐς τὴν παρακαταθήκην μὴ πολυπραγμονεῖν·
据说,雅典娜将埃里克托尼俄斯放进一个箱子里,交给了阿格劳洛斯和她的姐妹赫耳塞及潘德罗索斯,并禁止她们对所托之物多管闲事。
Πάνδροσον μὲν δὴ λέγουσι πείθεσθαι, τὰς δὲ δύο—ἀνοῖξαι γὰρ σφᾶς τὴν κιβωτόν—μαίνεσθαί τε, ὡς εἶδον τὸν Ἐριχθόνιον, καὶ κατὰ τῆς ἀκροπόλεως, ἔνθα ἦν μάλιστα ἀπότομον, αὑτὰς ῥῖψαι.
据说潘德罗索斯确实听从了,但另外两人——因为她们打开了箱子——一看到埃里克托尼俄斯便发了疯,从雅典卫城最陡峭的地方跳了下去。
κατὰ τοῦτο ἐπαναβάντες Μῆδοι κατεφόνευσαν Ἀθηναίων τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας καὶ τὴν ἀκρόπολιν ξύλοις καὶ σταυροῖς ἀποτειχίσαντας.
波斯人正是从这里攀登上去,屠杀了那些自以为比地米斯托克利更懂得神谕、并用木板和木桩筑起栅栏防卫雅典卫城的雅典人。
§1.18.3πλησίον δὲ πρυτανεῖόν ἐστιν, ἐν ᾧ νόμοι τε οἱ Σόλωνός εἰσι γεγραμμένοι καὶ θεῶν Εἰρήνης ἀγάλματα κεῖται καὶ Ἑστίας, ἀνδριάντες δὲ ἄλλοι τε καὶ Αὐτόλυκος ὁ παγκρατιαστής· τὰς γὰρ Μιλτιάδου καὶ Θεμιστοκλέους εἰκόνας ἐς Ῥωμαῖόν τε ἄνδρα καὶ Θρᾷκα μετέγραψαν.
附近是市政厅,其中写着索伦的法律,并安放着和平(埃雷内)女神和赫斯提亚的神像,以及其他肖像雕塑,其中包括潘克拉辛格斗家奥托吕科斯;因为他们把米尔提亚德和地米斯托克利的雕像改写成了一个罗马人和一个色雷斯人。
§1.18.4ἐντεῦθεν ἰοῦσιν ἐς τὰ κάτω τῆς πόλεως Σαράπιδός ἐστιν ἱερόν, ὃν Ἀθηναῖοι παρὰ Πτολεμαίου θεὸν ἐσηγάγοντο.
从这里走向城市的下半部分,有一座萨拉皮斯的神殿,雅典人是从普托勒密那里引进了这位神明。
Αἰγυπτίοις δὲ ἱερὰ Σαράπιδος ἐπιφανέστατον μέν ἐστιν Ἀλεξανδρεῦσιν, ἀρχαιότατον δὲ ἐν Μέμφει· ἐς τοῦτο ἐσελθεῖν οὔτε ξένοις ἔστιν οὔτε τοῖς ἱερεῦσι, πρὶν ἂν τὸν Ἆπιν θάπτωσι.
在埃及人的萨拉皮斯神殿中,最著名的是亚历山大人的那一座,而最古老的则在孟菲斯;在埋葬阿匹斯之前,无论是外国人还是祭司都不允许进入这一座神殿。
τοῦ δὲ ἱεροῦ τοῦ Σαράπιδος οὐ πόρρω χωρίον ἐστίν, ἔνθα Πειρίθουν καὶ Θησέα συνθεμένους ἐς Λακεδαίμονα καὶ ὕστερον ἐς Θεσπρωτοὺς σταλῆναι λέγουσι.
离萨拉皮斯神殿不远的地方,据说就是佩里托奥斯和忒修斯达成协议,出发前往拉刻代蒙、后来又前往特斯普罗蒂亚的地方。
§1.18.5πλησίον δὲ ᾠκοδόμητο ναὸς Εἰλειθυίας, ἣν ἐλθοῦσαν ἐξ Ὑπερβορέων ἐς Δῆλον γενέσθαι βοηθὸν ταῖς Λητοῦς ὠδῖσι, τοὺς δὲ ἄλλους παρʼ αὐτῶν φασι τῆς Εἰλειθυίας μαθεῖν τὸ ὄνομα·
附近建有一座埃勒提亚的庙宇,据说她从北方极地人那里来到德洛斯岛,帮助勒托分娩;人们说其他地方的人是从德洛斯人那里得知埃勒提亚之名的。
καὶ θύουσί τε Εἰλειθυίᾳ Δήλιοι καὶ ὕμνον ᾄδουσιν Ὠλῆνος.
德洛斯人向埃勒提亚献祭,并歌唱奥兰的赞歌。
Κρῆτες δὲ χώρας τῆς Κνωσσίας ἐν Ἀμνισῷ γενέσθαι νομίζουσιν Εἰλείθυιαν καὶ παῖδα Ἥρας εἶναι·
而克里特人则认为埃勒提亚出生在克诺索斯地区的阿姆尼索斯,并且是赫拉的孩子。
μόνοις δὲ Ἀθηναίοις τῆς Εἰλειθυίας κεκάλυπται τὰ ξόανα ἐς ἄκρους τοὺς πόδας.
唯独在雅典人那里,埃勒提亚的木雕神像一直遮盖到脚趾尖。
τὰ μὲν δὴ δύο εἶναι Κρητικὰ καὶ Φαίδρας ἀναθήματα ἔλεγον αἱ γυναῖκες, τὸ δὲ ἀρχαιότατον Ἐρυσίχθονα ἐκ Δήλου κομίσαι.
妇女们说,其中两尊是克里特岛的,是淮德拉的奉献物,而最古老的一尊是埃律西克同从德洛斯岛带来的。
§1.18.6πρὶν δὲ ἐς τὸ ἱερὸν ἰέναι τοῦ Διὸς τοῦ Ὀλυμπίου —Ἀδριανὸς ὁ Ῥωμαίων βασιλεὺς τόν τε ναὸν ἀνέθηκε καὶ τὸ ἄγαλμα θέας ἄξιον, οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται, πεποίηται δὲ ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ καὶ ἔχει τέχνης εὖ πρὸς τὸ μέγεθος ὁρῶσιν—, ἐνταῦθα εἰκόνες Ἀδριανοῦ δύο μέν εἰσι Θασίου λίθου, δύο δὲ Αἰγυπτίου·
在进入奥林匹亚宙斯神殿之前——罗马皇帝哈德良奉献了这座庙宇和值得一看的神像,在尺寸上,除了罗得斯人和罗马人拥有他们的巨像之外,其他神像同样无法企及;它是用象牙和黄金制成的,对于看其尺寸的人来说,展现了极佳的手艺——在这里有哈德良的肖像,两尊是萨索斯石做的,两尊是埃及石做的。
χαλκαῖ δὲ ἑστᾶσι πρὸ τῶν κιόνων ἃς Ἀθηναῖοι καλοῦσιν ἀποίκους πόλεις.
在列柱前立着青铜像,雅典人称之为殖民城市。
ὁ μὲν δὴ πᾶς περίβολος σταδίων μάλιστα τεσσάρων ἐστίν, ἀνδριάντων δὲ πλήρης· ἀπὸ γὰρ πόλεως ἑκάστης εἰκὼν Ἀδριανοῦ βασιλέως ἀνάκειται, καὶ σφᾶς ὑπερεβάλοντο Ἀθηναῖοι τὸν κολοσσὸν ἀναθέντες ὄπισθε τοῦ ναοῦ θέας ἄξιον.
整个围墙大约有四个斯塔德,摆满了雕像;因为每个城市都奉献了一尊哈德良皇帝的雕像,而雅典人在神殿后面奉献了一尊值得一看的巨像,从而超越了它们。
§1.18.7ἔστι δὲ ἀρχαῖα ἐν τῷ περιβόλῳ Ζεὺς χαλκοῦς καὶ ναὸς Κρόνου καὶ Ῥέας καὶ τέμενος Γῆς ἐπίκλησιν Ὀλυμπίας.
在围墙内有古老的事物:一尊青铜宙斯像、一座克洛诺斯和瑞亚的神殿,以及被称为奥林匹亚的大地女神(盖亚)的圣域。
ἐνταῦθα ὅσον ἐς πῆχυν τὸ ἔδαφος διέστηκε, καὶ λέγουσι μετὰ τὴν ἐπομβρίαν τὴν ἐπὶ Δευκαλίωνος συμβᾶσαν ὑπορρυῆναι ταύτῃ τὸ ὕδωρ, ἐσβάλλουσί τε ἐς αὐτὸ ἀνὰ πᾶν ἔτος ἄλφιτα πυρῶν μέλιτι μίξαντες.
在这里,地面裂开了大约一肘宽,他们说在德乌卡利翁时代发生大洪水之后,水就是从这个裂口流走的;每年他们都往里面投进掺有蜂蜜的小麦粉。
§1.18.8κεῖται δὲ ἐπὶ κίονος Ἰσοκράτους ἀνδριάς, ὃς ἐς μνήμην τρία ὑπελίπετο, ἐπιπονώτατον μὲν ὅτι οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν οὔποτε κατελύθη μαθητὰς ἔχειν, σωφρονέστατον δὲ ὅτι πολιτείας ἀπεχόμενος διέμεινε καὶ τὰ κοινὰ οὐ πολυπραγμονῶν, ἐλευθερώτατον δὲ ὅτι πρὸς τὴν ἀγγελίαν τῆς ἐν Χαιρωνείᾳ μάχης ἀλγήσας ἐτελεύτησεν ἐθελοντής.
柱子上安放着伊索克拉底的雕像,他留下了三件值得纪念的事:最勤勉的事是,尽管他活了九十八岁,但从未停止招收学生;最克制的事是,他一直远离政治,不干涉公共事务;最高洁的事是,他对喀罗尼亚战役的消息感到悲痛,自愿结束了生命。
κεῖνται δὲ καὶ λίθου Φρυγίου Πέρσαι χαλκοῦν τρίποδα ἀνέχοντες, θέας ἄξιοι καὶ αὐτοὶ καὶ ὁ τρίπους.
还有用弗里吉亚石雕刻的波斯人支撑着一个青铜三脚架,他们和这个三脚架本身都非常值得一看。
τοῦ δὲ Ὀλυμπίου Διὸς Δευκαλίωνα οἰκοδομῆσαι λέγουσι τὸ ἀρχαῖον ἱερόν, σημεῖον ἀποφαίνοντες ὡς Δευκαλίων Ἀθήνῃσιν ᾤκησε τάφον τοῦ ναοῦ τοῦ νῦν οὐ πολὺ ἀφεστηκότα.
据说奥林匹亚宙斯的古老圣所是德乌卡利翁建造的,他们指出德乌卡利翁曾居住在雅典的证据,就是离现在的神殿不远处的他的坟墓。
§1.18.9Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου· πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι.
哈德良还为雅典人建造了其他建筑:赫拉和潘赫勒尼俄斯宙斯的神殿,以及一座所有神明共有的圣所;而最著名的是一百根弗里吉亚石雕刻的柱子;柱廊的墙壁也是以同样的方式建造的。
καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς· κατάκειται δὲ ἐς αὐτὰ βιβλία.
那里还有带镀金屋顶和雪花石膏的房间,此外还装饰有神像和画作;书本就存放在其中。
καὶ γυμνάσιόν ἐστιν ἐπώνυμον Ἀδριανοῦ· κίονες δὲ καὶ ἐνταῦθα ἑκατὸν λιθοτομίας τῆς Λιβύων.
还有一座以哈德良命名的体育馆;这里也有一百根来自利比亚石矿的柱子。

词汇与语法注释

  1. 1.18.1ἔχοντα ἐς αὐτούς — 中性复数宾格分词 `ἔχοντα` 在语义上修饰 `γάμον`(广义上理解为“与婚礼相关的事务”),意为“与他们(双子神)有关的”或“指向他们的”。动词 `ἔχω` 搭配介词 `ἐς` 是一种表示关联的惯用表达。
  2. 1.18.2τοὺς πλέον τι ἐς τὸν χρησμὸν ἢ Θεμιστοκλῆς εἰδέναι νομίζοντας — 带冠词的分词短语 `τοὺς... 自动化 νομίζοντας` 修饰前方的部分属格 `Ἀθηναίων`。`πλέον τι` 是副词性宾格,修饰不定式 `εἰδέναι`(知道更多)。连词 `ἤ` 与比较级 `πλέον` 呼应,主格的 `Θεμιστοκλῆς` 作为比较的主语,表示“比地米斯托克利[所知道或认为的]更多”。
  3. 1.18.6οὗ μεγέθει μέν, ὅτι μὴ Ῥοδίοις καὶ Ῥωμαίοις εἰσὶν οἱ κολοσσοί, τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται — 关系代词 `οὗ`(属格)指代先行词 `ἄγαλμα`(神像),并修饰从句中表示维度的与格 `μεγέθει`(在其尺寸上)。短语 `ὅτι μή` 是一个表示“除了……之外”的惯用结构,此处将罗得斯和罗马的巨像排除在外。主句为 `τὰ λοιπὰ ἀγάλματα ὁμοίως ἀπολείπεται`,表示“其他神像同样远远无法企及”。
  4. 1.18.8οἱ βιώσαντι ἔτη δυοῖν δέοντα ἑκατὸν — 人称代词与格 `οἱ`(指代伊索克拉底)与不定过去时分词与格 `βιώσαντι` 一致。`ἔτη` 是表示时间持续的宾格。短语 `δυοῖν δέοντα ἑκατόν`(字面意思是“缺二的一百”)利用了动词 `δέω` 的分词结构,是表达九十八(98)这一数字的标准希腊语方式。

引用这一段

保萨尼亚斯, 希腊志 §1.18.1-1.18.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.18.1-1.18.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。