§1.17.1Ἀθηναίοις δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλα ἐστὶν οὐκ ἐς ἅπαντας ἐπίσημα καὶ Ἐλέου βωμός, ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ μόνοι τιμὰς Ἑλλήνων νέμουσιν Ἀθηναῖοι.
アテナイ人のためには、広場にすべての人に知られているわけではない他のものもあり、また憐れみの祭壇(エレオスの祭壇)もある。 アテナイ人は、この神(エレオス)が人間の生活と事態の変転において神々の中で最も有益な存在であるとして、ギリシア人の中で唯一これに尊崇を捧げている。
τούτοις δὲ οὐ τὰ ἐς φιλανθρωπίαν μόνον καθέστηκεν, ἀλλὰ καὶ θεοὺς εὐσεβοῦσιν ἄλλων πλέον, καὶ γὰρ Αἰδοῦς σφισι βωμός ἐστι καὶ Φήμης καὶ Ὁρμῆς·
彼らには博愛に関する制度が整っているだけでなく、他者よりも神々を敬っている。 実際、彼らには慎み(エイドース)の祭壇、名声(ペーメー)の祭壇、衝動(ホルめー)の祭壇もある。
δῆλά τε ἐναργῶς, ὅσοις πλέον τι ἑτέρων εὐσεβείας μέτεστιν, ἴσον σφίσι παρὸν τύχης χρηστῆς.
他者よりも信心深さにあずかっている者たちには、それと同等の良き運命が与えられていることが、はっきりと明らかである。
§1.17.2ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθοι τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι καὶ εἰκὼν Πτολεμαίου χαλκῆ·
広場から遠くないところにある、創建した人物にちなんで名付けられたプトレマイオスの体育場(ギュムナシオン)には、見るに値する石造のヘルメス柱像とプトレマイオスの青銅像がある。
καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.
また、リビア人ユバもここに置かれており、ソリ出身のクリュシッポスもある。
πρὸς δὲ τῷ γυμνασίῳ Θησέως ἐστὶν ἱερόν·
体育場の近くにはテセウスの神殿がある。
γραφαὶ δέ εἰσι πρὸς Ἀμαζόνας Ἀθηναῖοι μαχόμενοι.
そこにはアマゾン族と戦うアテナイ人の壁画がある。
πεποίηται δέ σφισιν ὁ πόλεμος οὗτος καὶ τῇ Ἀθηνᾷ ἐπὶ τῇ ἀσπίδι καὶ τοῦ Ὀλυμπίου Διὸς ἐπὶ τῷ βάθρῳ.
この戦争は、アテナの盾の上やオリンピアのゼウスの台座の上にも描かれている。
γέγραπται δὲ ἐν τῷ τοῦ Θησέως ἱερῷ καὶ ἡ Κενταύρων καὶ Λαπιθῶν μάχη·
テセウスの神殿にはケンタウロスとラピタイの戦いも描かれている。
Θησεὺς μὲν οὖν ἀπεκτονώς ἐστιν ἤδη Κένταυρον, τοῖς δὲ ἄλλοις ἐξ ἴσου καθέστηκεν ἔτι ἡ μάχη.
テセウスはすでにケンタウロスを一人殺しているが、他の者たちにとっては戦いはまだ互角のままである。
§1.17.3τοῦ δὲ τρίτου τῶν τοίχων ἡ γραφὴ μὴ πυθομένοις ἃ λέγουσιν οὐ σαφής ἐστι, τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον.
三番目の壁の絵画は、彼らが言っていることを知らない人々には明確ではない。 それはある部分は時の経過によるものであり、ある部分はミコンが物語のすべてを描かなかったためである。
Μίνως ἡνίκα Θησέα καὶ τὸν ἄλλον στόλον τῶν παίδων ἦγεν ἐς Κρήτην, ἐρασθεὶς Περιβοίας, ὥς οἱ Θησεὺς μάλιστα ἠναντιοῦτο, καὶ ἄλλα ὑπὸ ὀργῆς ἀπέρριψεν ἐς αὐτὸν καὶ παῖδα οὐκ ἔφη Ποσειδῶνος εἶναι, ἐπεὶ οὐ δύνασθαι τὴν σφραγῖδα, ἣν αὐτὸς φέρων ἔτυχεν, ἀφέντι ἐς θάλασσαν ἀνασῶσαί οἱ.
ミノスがテセウスと他の少年少女たちの船団をクレタへ連れて行ったとき、ペリボイアに恋をして、テセウスが彼に強く反対したため、怒りから彼に対して放言し、彼をポセイドンの子ではないと言った。 なぜなら、自分が身につけていた指輪を海に投げ入れたとき、彼(テセウス)にはそれを取り戻すことはできないからであると。
Μίνως μὲν λέγεται ταῦτα εἰπὼν ἀφεῖναι τὴν σφραγῖδα·
ミノスはこれらのことを言って指輪を投げ入れたと言われている。
Θησέα δὲ σφραγῖδά τε ἐκείνην ἔχοντα καὶ στέφανον χρυσοῦν, Ἀμφιτρίτης δῶρον, ἀνελθεῖν λέγουσιν ἐκ τῆς θαλάσσης.
しかし、テセウスはその指輪と、アムピトリテの贈り物である金の冠を持って海から上がってきたと人々は言っている。
§1.17.4ἐς δὲ τὴν τελευτὴν τὴν Θησέως πολλὰ ἤδη καὶ οὐχ ὁμολογοῦντα εἴρηται·
テセウスの最期については、すでに多くの不一致な話が語られている。
δεδέσθαι τε γὰρ αὐτὸν λέγουσιν ἐς τόδε ἕως ὑφʼ Ἡρακλέους ἀναχθείη, πιθανώτατα δὲ ὧν ἤκουσα·
彼がヘラクレスによって救い出されるまでそこに縛られていたと人々は言うが、私が聞いた中で最も説得力があるのは次のとおりである。
Θησεὺς ἐς Θεσπρωτοὺς ἐμβαλών, τοῦ βασιλέως τῶν Θεσπρωτῶν γυναῖκα ἁρπάσων, τὸ πολὺ τῆς στρατιᾶς οὕτως ἀπόλλυσι, καὶ αὐτός τε καὶ Πειρίθους— Πειρίθους γὰρ καὶ τὸν γάμον σπεύδων ἐστράτευεν— ἥλωσαν, καὶ σφᾶς ὁ Θεσπρωτὸς δήσας εἶχεν ἐν Κιχύρῳ.
テセウスはテスプロティア人のもとに侵入し、テスプロティア人の王の妻を強奪しようとしたが、そのために軍勢の大部分を失い、彼自身とペイリトオス(ペイリトオスもまたこの結婚を望んで従軍したのだが)は捕らえられ、テスプロティア人の王は彼らを縛ってキキュロスに幽閉した。
§1.17.5γῆς δὲ τῆς Θεσπρωτίδος ἔστι μέν που καὶ ἄλλα θέας ἄξια, ἱερόν τε Διὸς ἐν Δωδώνῃ καὶ ἱερὰ τοῦ θεοῦ φηγός·
テスプロティアの地には他にも見るに値するものがいくつかあり、ドドナのゼウスの神殿や、その神の神聖な樫の木がある。
πρὸς δὲ τῇ Κιχύρῳ λίμνη τέ ἐστιν Ἀχερουσία καλουμένη καὶ ποταμὸς Ἀχέρων, ῥεῖ δὲ καὶ Κωκυτὸς ὕδωρ ἀτερπέστατον.
キキュロスの近くにはアケルーシアと呼ばれる湖とアケロン川があり、最も不快な水であるコキュトスも流れている。
Ὅμηρός τέ μοι δοκεῖ ταῦτα ἑωρακὼς ἔς τε τὴν ἄλλην ποίησιν ἀποτολμῆσαι τῶν ἐν Ἅιδου καὶ δὴ καὶ τὰ ὀνόματα τοῖς ποταμοῖς ἀπὸ τῶν ἐν Θεσπρωτίδι θέσθαι.
ホメロスはこれらを見たことで、冥界に関するその他の詩作に大胆に挑み、さらにこれらの川の名前をテスプロティアにあるものから付けたのだと私には思われる。
τότε δὲ ἐχομένου Θησέως στρατεύουσιν ἐς Ἄφιδναν οἱ Τυνδάρεω παῖδες καὶ τήν τε Ἄφιδναν αἱροῦσι καὶ Μενεσθέα ἐπὶ βασιλείᾳ κατήγαγον·
その当時、テセウスが捕らえられていたときに、ティンダレオスの息子たちがアピドナへと遠征し、アピドナを占領して、メネステウスを王位に復帰させた。
§1.17.6Μενεσθεὺς δὲ τῶν μὲν παίδων τῶν Θησέως παρʼ Ἐλεφήνορα ὑπεξελθόντων ἐς Εὔβοιαν εἶχεν οὐδένα λόγον, Θησέα δέ, εἴ ποτε παρὰ Θεσπρωτῶν ἀνακομισθήσεται, δυσανταγώνιστον ἡγούμενος διὰ θεραπείας τὰ τοῦ δήμου καθίστατο, ὡς Θησέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι.
メネステウスは、エレペノールを頼ってエウボイアへ逃れたテセウスの子供たちのことは一顧だにしなかった。 しかし、もしテセウスがいつかテスプロティア人のもとから帰還すれば対抗しがたいと考え、民衆の機嫌を取ることで権力を固めた。 その結果、テセウスは後に救出されたものの追放された。
στέλλεται δὴ Θησεὺς παρὰ Δευκαλίωνα ἐς Κρήτην, ἐξενεχθέντα δὲ αὐτὸν ὑπὸ πνευμάτων ἐς Σκῦρον τὴν νῆσον λαμπρῶς περιεῖπον οἱ Σκύριοι κατὰ γένους δόξαν καὶ ἀξίωμα ὧν ἦν αὐτὸς εἰργασμένος· καί οἱ θάνατον Λυκομήδης διὰ ταῦτα ἐβούλευσεν.
そこでテセウスはデウカリオンのもとを頼ってクレタへと赴いたが、風によってスキュロス島へ流された。 スキュロスの人々は、その家柄の評判と彼自身が成し遂げた業績の尊厳に従って彼を盛大にもてなしたが、このためにリュコメデスは彼に対して死を企てた。
ὁ μὲν δὴ Θησέως σηκὸς Ἀθηναίοις ἐγένετο ὕστερον ἢ Μῆδοι Μαραθῶνι ἔσχον, Κίμωνος τοῦ Μιλτιάδου Σκυρίους ποιήσαντος ἀναστάτους—δίκην δὴ τοῦ Θησέως θανάτου—καὶ τὰ ὀστᾶ κομίσαντος ἐς Ἀθήνας·
さて、テセウスの霊廟は、アテナイ人にとって、メディア人がマラトンに押し寄せた時よりも後に築かれた。 それは、ミルティアデスの子キモンがスキュロス人を追い払い――テセウスの死の報復として――、その骨をアテナイに持ち帰った時のことである。