§1.19.1μετὰ δὲ τὸν ναὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου πλησίον ἄγαλμά ἐστιν Ἀπόλλωνος Πυθίου·
オリンピアのゼウスの神殿の後には、近くにピュティアのアポロンの像がある。
ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀπόλλωνος ἐπίκλησιν Δελφινίου.
また、デルピニオスという異名を持つアポロンの別の神域もある。
λέγουσι δὲ ὡς ἐξειργασμένου τοῦ ναοῦ πλὴν τῆς ὀροφῆς ἀγνὼς ἔτι τοῖς πᾶσιν ἀφίκοιτο Θησεὺς ἐς τὴν πόλιν·
彼らが言うには、神殿が屋根を除いて完成していた時、テセウスはまだ誰にも知られずに市に到着した。
οἷα δὲ χιτῶνα ἔχοντος αὐτοῦ ποδήρη καὶ πεπλεγμένης ἐς εὐπρεπές οἱ τῆς κόμης, ὡς ἐγίνετο κατὰ τὸν τοῦ Δελφινίου ναόν, οἱ τὴν στέγην οἰκοδομοῦντες ἤροντο σὺν χλευασίᾳ, ὅ τι δὴ παρθένος ἐν ὥρᾳ γάμου πλανᾶται μόνη·
彼が足元まで届くキトンを着ており、髪が美しく編まれていたため、彼がデルピニオスの神殿のあたりに来たとき、屋根を造っていた者たちが、なぜ結婚適齢期の乙女が一人で歩き回っているのかと、あざけりながら尋ねた。
Θησεὺς δὲ ἄλλο μὲν αὐτοῖς ἐδήλωσεν οὐδέν, ἀπολύσας δὲ ὡς λέγεται τῆς ἁμάξης τοὺς βοῦς, ἥ σφισι παρῆν, ἀνέρριψεν ἐς ὑψηλότερον ἢ τῷ ναῷ τὴν στέγην ἐποιοῦντο.
テセウスは彼らに他には何も示さなかったが、言われているように、そこにあった彼らの荷車の牛たちを外し、彼らが神殿の屋根を作っていた高さよりも高く放り投げた。
§1.19.2—ἐς δὲ τὸ χωρίον, ὃ Κήπους ὀνομάζουσι, καὶ τῆς Ἀφροδίτης τὸν ναὸν οὐδεὶς λεγόμενός σφισίν ἐστι λόγος·
――「庭園(ケポイ)」と呼ばれる場所、およびアプロディテの神殿については、彼らには語られている伝承は何も存在しない。
οὐ μὴν οὐδὲ ἐς τὴν Ἀφροδίτην, ἣ τοῦ ναοῦ πλησίον ἕστηκε.
ましてや、神殿の近くに立っているアプロディテについても同様である。
ταύτης γὰρ σχῆμα μὲν τετράγωνον κατὰ ταὐτὰ καὶ τοῖς Ἑρμαῖς, τὸ δὲ ἐπίγραμμα σημαίνει τὴν Οὐρανίαν Ἀφροδίτην τῶν καλουμένων Μοιρῶν εἶναι πρεσβυτάτην.
というのも、この像の形はヘルメス像と同じように四角柱であり、銘文は、天上のアプロディテがいわゆる運命の女神たち(モイライ)の最長子であることを示しているからである。
τὸ δὲ ἄγαλμα τῆς Ἀφροδίτης τῆς ἐν Κήποις ἔργον ἐστὶν Ἀλκαμένους καὶ τῶν Ἀθήνῃσιν ἐν ὀλίγοις θέας ἄξιον.
そして「庭園」にあるアプロディテの像はアルカメネスの作品であり、アテナイにある数少ない見るに値するもののひとつである。
§1.19.3ἔστι δὲ Ἡρακλέους ἱερὸν καλούμενον Κυνόσαργες·
また、キノサルゲスと呼ばれるヘラクレスの聖所がある。
καὶ τὰ μὲν ἐς τὴν κύνα εἰδέναι τὴν λευκὴν ἐπιλεξαμένοις ἔστι τὸν χρησμόν, βωμοὶ δέ εἰσιν Ἡρακλέους τε καὶ Ἥβης, ἣν Διὸς παῖδα οὖσαν συνοικεῖν Ἡρακλεῖ νομίζουσιν·
白い犬に関する出来事については、神託を読めば知ることができる。 そこにはヘラクレスとヘベの祭壇がある。 ヘベはゼウスの娘であり、ヘラクレスと結婚したと人々は考えている。
Ἀλκμήνης τε βωμὸς καὶ Ἰολάου πεποίηται, ὃς τὰ πολλὰ Ἡρακλεῖ συνεπόνησε τῶν ἔργων.
アルクメネの祭壇と、ヘラクレスの偉業の多くをともに手伝ったイオラオスの祭壇も作られている。
Λύκειον δὲ ἀπὸ μὲν Λύκου τοῦ Πανδίονος ἔχει τὸ ὄνομα, Ἀπόλλωνος δὲ ἱερὸν ἐξ ἀρχῆς τε εὐθὺς καὶ καθʼ ἡμᾶς ἐνομίζετο, Λύκειός τε ὁ θεὸς ἐνταῦθα ὠνομάσθη πρῶτον·
リュケイオンはパンディオンの子リュコスからその名を得ており、最初から今に至るまでアポロンの聖所と考えられており、神がリュケイオスとここで最初に名付けられた。
λέγεται δὲ ὅτι καὶ Τερμίλαις, ἐς οὓς ἦλθεν ὁ Λύκος φεύγων Αἰγέα, καὶ τούτοις αἴτιός ἐστι Λυκίους ἀπʼ αὐτοῦ καλεῖσθαι.
また、リュコスがアイゲウスから逃れて赴いたテルミライ人にとっても、彼らが彼にちなんでリュキア人と呼ばれるようになった原因は彼であると言われている。
§1.19.4ἔστι δὲ ὄπισθεν τοῦ Λυκείου Νίσου μνῆμα, ὃν ἀποθανόντα ὑπὸ Μίνω βασιλεύοντα Μεγάρων κομίσαντες Ἀθηναῖοι ταύτῃ θάπτουσιν.
リュケイオンの後ろにはニソスの墓がある。 彼はメガラの王であった時にミノスによって殺されたが、アテナイ人が遺体を運んでここに葬った。
ἐς τοῦτον τὸν Νῖσον ἔχει λόγος τρίχας ἐν τῇ κεφαλῇ οἱ πορφυρᾶς εἶναι, χρῆναι δὲ αὐτὸν τελευτᾶν ἐπὶ ταύταις ἀποκαρείσαις·
このニソスについては、彼の頭に紫色の髪があり、それが切り取られたときに彼が死ぬことになっていたという伝承がある。
ὡς δὲ οἱ Κρῆτες ἦλθον ἐς τὴν γῆν, τὰς μὲν ἄλλας ἐξ ἐπιδρομῆς ᾕρουν τὰς ἐν τῇ Μεγαρίδι πόλεις, ἐς δὲ τὴν Νίσαιαν καταφεύγοντα τὸν Νῖσον ἐπολιόρκουν·
クレタ人がその土地にやって来たとき、彼らはメガリス地方の他の都市を急襲して奪い、ニサイアに逃げ込んだニソスを包囲した。
ἐνταῦθα τοῦ Νίσου λέγεται θυγατέρα ἐρασθῆναι Μίνω καὶ ὡς ἀπέκειρε τὰς τρίχας τοῦ πατρός.
そこでニソスの娘がミノスに恋をし、父親の髪を切り落としたと言われている。
§1.19.5ταῦτα μὲν οὕτω γενέσθαι λέγουσι·
これらはそのように起こったと言われている。
ποταμοὶ δὲ Ἀθηναίοις ῥέουσιν Ἰλισός τε καὶ Ἠριδανῷ τῷ Κελτικῷ κατὰ τὰ αὐτὰ ὄνομα ἔχων, ἐκδιδοὺς ἐς τὸν Ἰλισόν.
アテナイ人の地には、イリソス川と、ケルトのエリダノスと同じ名前を持ち、イリソス川に流れ込むエリダノス川が流れている。
ὁ δὲ Ἰλισός ἐστιν οὗτος, ἔνθα παίζουσαν Ὠρείθυιαν ὑπὸ ἀνέμου Βορέου φασὶν ἁρπασθῆναι·
そしてこのイリソス川こそ、遊んでいたオレイテュイアが北風の神ボレアスによってさらわれたと言われている場所である。
καὶ συνοικεῖν Ὠρειθυίᾳ Βορέαν καί σφισι διὰ τὸ κῆδος ἀμύναντα τῶν τριήρων τῶν βαρβαρικῶν ἀπολέσαι τὰς πολλάς.
そしてボレアスはオレイテュイアと結婚し、彼らとの姻戚関係のために助け、異民族の三段櫂船の多くを滅ぼしたと言われている。
ἐθέλουσι δὲ Ἀθηναῖοι καὶ ἄλλων θεῶν ἱερὸν εἶναι τὸν Ἰλισόν, καὶ Μουσῶν βωμὸς ἐπʼ αὐτῷ ἐστιν Ἰλισιάδων·
アテナイ人は、イリソス川が他の神々にとっても神聖なものであると考えたいと思っており、川のほとりにはイリソスのミューズたちの祭壇がある。
δείκνυται δὲ καὶ ἔνθα Πελοποννήσιοι Κόδρον τὸν Μελάνθου βασιλεύοντα Ἀθηναίων κτείνουσι.
また、ペロポネソス人たちが、アテナイの王であったメラントスの子コドロスを殺した場所も示されている。
§1.19.6διαβᾶσι δὲ τὸν Ἰλισὸν χωρίον Ἄγραι καλούμενον καὶ ναὸς Ἀγροτέρας ἐστὶν Ἀρτέμιδος·
イリソス川を渡ると、アグライと呼ばれる場所と、野生のアルテミスの神殿がある。
ἐνταῦθα Ἄρτεμιν πρῶτον θηρεῦσαι λέγουσιν ἐλθοῦσαν ἐκ Δήλου, καὶ τὸ ἄγαλμα διὰ τοῦτο ἔχει τόξον.
ここで、アルテミスはデロス島から来て最初に狩りをしたと言われており、そのため神像は弓を持っている。
τὸ δὲ ἀκούσασι μὲν οὐχ ὁμοίως ἐπαγωγόν, θαῦμα δʼ ἰδοῦσι, στάδιόν ἐστι λευκοῦ λίθου.
そして、聞くだけではそれほど魅力的ではないが、見る者にとっては驚異であるのは、白い石でできた競技場である。
μέγεθος δὲ αὐτοῦ τῇδε ἄν τις μάλιστα τεκμαίροιτο·
その大きさは、特に次のように推測することができるだろう。
ἄνωθεν ὄρος ὑπὲρ τὸν Ἰλισὸν ἀρχόμενον ἐκ μηνοειδοῦς καθήκει τοῦ ποταμοῦ πρὸς τὴν ὄχθην εὐθύ τε καὶ διπλοῦν.
イリソス川の上方の山から始まり、三日月形になって、川の岸に向かって直線的かつ二重に下っている。
τοῦτο ἀνὴρ Ἀθηναῖος Ἡρώδης ᾠκοδόμησε, καί οἱ τὸ πολὺ τῆς λιθοτομίας τῆς Πεντελῆσιν ἐς τὴν οἰκοδομὴν ἀνηλώθη.
これをアテナイの男ヘロデスが建設し、ペンテリコンの石切り場の大部分の石が彼によってその建設に費やされた。