§1.16.1ἀνδριάντες δὲ χαλκοῖ κεῖνται πρὸ μὲν τῆς στοᾶς Σόλων ὁ τοὺς νόμους Ἀθηναίοις γράψας, ὀλίγον δὲ ἀπωτέρω Σέλευκος, ᾧ καὶ πρότερον ἐγένετο ἐς τὴν εὐδαιμονίαν τὴν μέλλουσαν σημεῖα οὐκ ἀφανῆ.
画廊の前には青銅の彫像がいくつか置かれており、一方にはアテナイ人のために法律を起草したソロンが、少し離れたところには、かつて将来の幸運を示す少なからぬ予兆が現れていたセレウコスがある。
Σελεύκῳ γάρ, ὡς ὡρμᾶτο ἐκ Μακεδονίας σὺν Ἀλεξάνδρῳ, θύοντι ἐν Πέλλῃ τῷ Διὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ βωμοῦ κείμενα προύβη τε αὐτόματα πρὸς τὸ ἄγαλμα καὶ ἄνευ πυρὸς ἥφθη.
というのも、セレウコスがアレクサンドロスと共にマケドニアから出発し、ペラにおいてゼウスに犠牲を捧げていたとき、祭壇の上に置かれていた薪が自ずから神像に向かって進み、火なしで燃え上がったからである。
τελευτήσαντος δὲ Ἀλεξάνδρου Σέλευκος Ἀντίγονον ἐς Βαβυλῶνα ἀφικόμενον δείσας καὶ παρὰ Πτολεμαῖον φυγὼν τὸν Λάγου κατῆλθεν αὖθις ἐς Βαβυλῶνα, κατελθὼν δὲ ἐκράτησε μὲν τῆς Ἀντιγόνου στρατιᾶς καὶ αὐτὸν ἀπέκτεινεν Ἀντίγονον, εἷλε δὲ ἐπιστρατεύσαντα ὕστερον Δημήτριον τὸν Ἀντιγόνου.
アレクサンドロスが死去すると、セレウコスはバビロンに到着したアンティゴノスを恐れて、ラゴスの子プトレマイオスのもとへと逃亡したが、再びバビロンに帰還した。 帰還すると、彼はアンティゴノスの軍勢を破ってアンティゴノス自身を殺害し、後に遠征してきたアンティゴノスの子デメトリオスを捕らえた。
§1.16.2ὡς δέ οἱ ταῦτα προκεχωρήκει καὶ μετʼ ὀλίγον τὰ Λυσιμάχου κατείργαστο, τὴν μὲν ἐν τῇ Ἀσίᾳ πᾶσαν ἀρχὴν παρέδωκεν Ἀντιόχῳ τῷ παιδί, αὐτὸς δὲ ἐς Μακεδονίαν ἠπείγετο.
これらの事柄が彼にとって首尾よく進み、少しのちにリュシマコスの領土が平定されると、彼はアジアにおけるすべての支配権を子のアンティオコスに引き渡し、自らはマケドニアへと急いだ。
στρατιὰ μὲν καὶ Ἑλλήνων καὶ βαρβάρων ἦν παρὰ Σελεύκῳ· Πτολεμαῖος δὲ ἀδελφὸς μὲν Λυσάνδρας καὶ παρὰ Λυσιμάχου παρʼ αὐτὸν πεφευγώς, ἄλλως δὲ τολμῆσαι πρόχειρος καὶ διʼ αὐτὸ Κεραυνὸς καλούμενος, οὗτος ὁ Πτολεμαῖος, ὡς προσιὼν ὁ Σελεύκου στρατὸς ἐγένετο κατὰ Λυσιμάχειαν, λαθὼν Σέλευκον κτείνει, διαρπάσαι δὲ ἐπιτρέψας τὰ χρήματα τοῖς βασιλεῦσιν ἐβασίλευσε Μακεδονίας, ἐς ὃ Γαλάταις πρῶτος ὧν ἴσμεν βασιλέων ἀντιτάξασθαι τολμήσας ἀναιρεῖται ὑπὸ τῶν βαρβάρων·
セレウコスの手元にはギリシア人と異民族の軍勢があったが、リュサンドラの兄弟であり、リュシマコスのもとから彼のところへ逃れてきていたプトレマイオス――それ以外でも大胆な行動に走りやすく、そのために「ケラウノス(雷撃)」と呼ばれていたが――、このプトレマイオスは、進軍するセレウコスの軍勢がリュシマケイアのあたりに達したとき、隙を狙ってセレウコスを殺害した。 そして、指揮官たちに財宝の略奪を許して、自らマケドニアの王となった。 しかし、ガラティア人に我々の知る王たちの中で最初に立ち向かう勇気を持ったものの、異民族によって殺害されるにいたった。
τὴν δὲ ἀρχὴν Ἀντίγονος ἀνεσώσατο ὁ Δημητρίου.
その支配権はデメトリオスの子アンティゴノスが取り戻した。
§1.16.3Σέλευκον δὲ βασιλέων ἐν τοῖς μάλιστα πείθομαι καὶ ἄλλως γενέσθαι δίκαιον καὶ πρὸς τὸ θεῖον εὐσεβῆ.
私は、セレウコスが諸王の中でもとりわけ、他の点でも正義にかない、神的なものに対して敬虔であったと確信している。
τοῦτο μὲν γὰρ Σέλευκός ἐστιν ὁ Μιλησίοις τὸν χαλκοῦν καταπέμψας Ἀπόλλωνα ἐς Βραγχίδας, ἀνακομισθέντα ἐς Ἐκβάτανα τὰ Μηδικὰ ὑπὸ Ξέρξου· τοῦτο δὲ Σελεύκειαν οἰκίσας ἐπὶ Τίγρητι ποταμῷ καὶ Βαβυλωνίους οὗτος ἐπαγόμενος ἐς αὐτὴν συνοίκους ὑπελίπετο μὲν τὸ τεῖχος Βαβυλῶνος, ὑπελίπετο δὲ. τοῦ Βὴλ τὸ ἱερὸν καὶ περὶ αὐτὸ τοὺς Χαλδαίους οἰκεῖν.
というのも、一方では、ペルシア戦争の際にクセルクセスによってエクバタナへ持ち去られていた青銅のアポロン像を、ミレトス人のためにブランクヒダイへと送り返したのはこのセレウコスであり、他方では、ティグリス川沿いにセレウケイアを創建し、バビロン市民をその共同入植者としてそこへ招き入れた際、彼はバビロンの城壁をそのまま残し、またベルの神殿と、その周囲にカルデア人が住み続けることを認めたからである。