Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.17.1-1.17.6

怜悯祭坛与忒修斯神殿的壁画

第 19 段,共 465 段 · 希腊语

内容简介

作者介绍了雅典广场上的怜悯祭坛、体育馆以及忒修斯神殿的壁画,详细叙述了忒修斯的英雄事迹、被囚经历、最终命运以及其遗骨从斯基罗斯岛迁回雅典的过程。

§1.17.1Ἀθηναίοις δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλα ἐστὶν οὐκ ἐς ἅπαντας ἐπίσημα καὶ Ἐλέου βωμός, ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ μόνοι τιμὰς Ἑλλήνων νέμουσιν Ἀθηναῖοι.
对雅典人而言,广场上还有其他不为所有人熟知的事物,以及一座怜悯(埃莱奥斯)祭坛。 雅典人是希腊人中唯一崇拜这一神明的,认为他在人类生活和事物变迁中是诸神中最有益的。
τούτοις δὲ οὐ τὰ ἐς φιλανθρωπίαν μόνον καθέστηκεν, ἀλλὰ καὶ θεοὺς εὐσεβοῦσιν ἄλλων πλέον, καὶ γὰρ Αἰδοῦς σφισι βωμός ἐστι καὶ Φήμης καὶ Ὁρμῆς·
对他们来说,不仅确立了关于博爱的制度,而且他们比其他人更敬重神明;因为他们还拥有一座谦逊(艾多斯)祭坛、名声(斐墨)祭坛和冲动(霍尔墨)祭坛。
δῆλά τε ἐναργῶς, ὅσοις πλέον τι ἑτέρων εὐσεβείας μέτεστιν, ἴσον σφίσι παρὸν τύχης χρηστῆς.
显而易见,那些比他人拥有更多虔诚的人,同样也享有同等的好运。
§1.17.2ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθοι τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι καὶ εἰκὼν Πτολεμαίου χαλκῆ· καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.
在离广场不远的体育馆内(因其建造者而被称为普托勒密体育馆),有一些值得一看的石制赫尔墨斯雕像和一尊普托勒密的青铜像;利比亚人尤巴和索里的克律西波斯也安葬于此。
πρὸς δὲ τῷ γυμνασίῳ Θησέως ἐστὶν ἱερόν· γραφαὶ δέ εἰσι πρὸς Ἀμαζόνας Ἀθηναῖοι μαχόμενοι.
在体育馆附近有一座忒修斯的神殿;墙上有雅典人与亚马逊人战斗的画作。
πεποίηται δέ σφισιν ὁ πόλεμος οὗτος καὶ τῇ Ἀθηνᾷ ἐπὶ τῇ ἀσπίδι καὶ τοῦ Ὀλυμπίου Διὸς ἐπὶ τῷ βάθρῳ.
这场战争也为他们描绘在雅典娜的盾牌上以及奥林匹亚宙斯雕像的基座上。
γέγραπται δὲ ἐν τῷ τοῦ Θησέως ἱερῷ καὶ ἡ Κενταύρων καὶ Λαπιθῶν μάχη· Θησεὺς μὲν οὖν ἀπεκτονώς ἐστιν ἤδη Κένταυρον, τοῖς δὲ ἄλλοις ἐξ ἴσου καθέστηκεν ἔτι ἡ μάχη.
在忒修斯的神殿里,还绘有半人马与拉皮泰人的战斗;忒修斯已经杀死了一只半人马,但对于其他人来说,战斗依然平分秋色。
§1.17.3τοῦ δὲ τρίτου τῶν τοίχων ἡ γραφὴ μὴ πυθομένοις ἃ λέγουσιν οὐ σαφής ἐστι, τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον.
第三面墙上的画作对于那些不知道传说内容的人来说并不清楚,这部分可能是因为年代久远,部分是因为米孔没有画出全部的故事。
Μίνως ἡνίκα Θησέα καὶ τὸν ἄλλον στόλον τῶν παίδων ἦγεν ἐς Κρήτην, ἐρασθεὶς Περιβοίας, ὥς οἱ Θησεὺς μάλιστα ἠναντιοῦτο, καὶ ἄλλα ὑπὸ ὀργῆς ἀπέρριψεν ἐς αὐτὸν καὶ παῖδα οὐκ ἔφη Ποσειδῶνος εἶναι, ἐπεὶ οὐ δύνασθαι τὴν σφραγῖδα, ἣν αὐτὸς φέρων ἔτυχεν, ἀφέντι ἐς θάλασσαν ἀνασῶσαί οἱ.
当米诺斯带着忒修斯和其他少男少女的队伍前往克里特岛时,他爱上了培里玻亚。 由于忒修斯极力反对他,他在愤怒之下对他口出恶言,否认他是波塞冬之子,说如果他把自己身上戴着的印章戒指扔进大海,忒修斯也无法将其找回。
Μίνως μὲν λέγεται ταῦτα εἰπὼν ἀφεῖναι τὴν σφραγῖδα· Θησέα δὲ σφραγῖδά τε ἐκείνην ἔχοντα καὶ στέφανον χρυσοῦν, Ἀμφιτρίτης δῶρον, ἀνελθεῖν λέγουσιν ἐκ τῆς θαλάσσης.
据说米诺斯说完这些话后便扔下了戒指;但人们说,忒修斯从海里上来时,手里拿着那枚戒指和一顶金冠,那是安菲特里忒的礼物。
§1.17.4ἐς δὲ τὴν τελευτὴν τὴν Θησέως πολλὰ ἤδη καὶ οὐχ ὁμολογοῦντα εἴρηται· δεδέσθαι τε γὰρ αὐτὸν λέγουσιν ἐς τόδε ἕως ὑφʼ Ἡρακλέους ἀναχθείη, πιθανώτατα δὲ ὧν ἤκουσα· Θησεὺς ἐς Θεσπρωτοὺς ἐμβαλών, τοῦ βασιλέως τῶν Θεσπρωτῶν γυναῖκα ἁρπάσων, τὸ πολὺ τῆς στρατιᾶς οὕτως ἀπόλλυσι, καὶ αὐτός τε καὶ Πειρίθους— Πειρίθους γὰρ καὶ τὸν γάμον σπεύδων ἐστράτευεν— ἥλωσαν, καὶ σφᾶς ὁ Θεσπρωτὸς δήσας εἶχεν ἐν Κιχύρῳ.
关于忒修斯的死,已经有很多互相矛盾的说法;因为有人说他被绑在那里,直到被赫拉克勒斯带回,但我所听到的最可信的说法是这样的:忒修斯为了劫持特斯普罗蒂亚国王的妻子而入侵该国,结果以此方式损失了大部分军队,他本人和佩里托奥斯——因为佩里托奥斯也急于成婚而参战——都被俘获,特斯普罗蒂亚国王将他们绑在基丘罗斯。
§1.17.5γῆς δὲ τῆς Θεσπρωτίδος ἔστι μέν που καὶ ἄλλα θέας ἄξια, ἱερόν τε Διὸς ἐν Δωδώνῃ καὶ ἱερὰ τοῦ θεοῦ φηγός· πρὸς δὲ τῇ Κιχύρῳ λίμνη τέ ἐστιν Ἀχερουσία καλουμένη καὶ ποταμὸς Ἀχέρων, ῥεῖ δὲ καὶ Κωκυτὸς ὕδωρ ἀτερπέστατον.
在特斯普罗蒂亚境内,确实还有其他值得一看的地方,比如多多纳的宙斯神殿和该神的神圣橡树;在基丘罗斯附近有一个被称为阿克鲁西亚的湖泊和阿克戎河,科居托斯河也流淌于此,那是极不愉快的河水。
Ὅμηρός τέ μοι δοκεῖ ταῦτα ἑωρακὼς ἔς τε τὴν ἄλλην ποίησιν ἀποτολμῆσαι τῶν ἐν Ἅιδου καὶ δὴ καὶ τὰ ὀνόματα τοῖς ποταμοῖς ἀπὸ τῶν ἐν Θεσπρωτίδι θέσθαι.
在我看来,荷马看到了这些事物,于是在他的其他诗作中大胆描绘了冥界的情景,并且确实根据特斯普罗蒂亚的河流为冥河命名。
τότε δὲ ἐχομένου Θησέως στρατεύουσιν ἐς Ἄφιδναν οἱ Τυνδάρεω παῖδες καὶ τήν τε Ἄφιδναν αἱροῦσι καὶ Μενεσθέα ἐπὶ βασιλείᾳ κατήγαγον·
当时,由于忒修斯被囚,廷达瑞俄斯的儿子们向阿菲德纳进军,攻克了阿菲德纳,并迎回梅内斯修斯继承王位。
§1.17.6Μενεσθεὺς δὲ τῶν μὲν παίδων τῶν Θησέως παρʼ Ἐλεφήνορα ὑπεξελθόντων ἐς Εὔβοιαν εἶχεν οὐδένα λόγον, Θησέα δέ, εἴ ποτε παρὰ Θεσπρωτῶν ἀνακομισθήσεται, δυσανταγώνιστον ἡγούμενος διὰ θεραπείας τὰ τοῦ δήμου καθίστατο, ὡς Θησέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι.
梅内斯修斯对逃往犹波亚投奔埃莱斐诺尔的忒修斯的孩子们不予理会,但考虑到忒修斯如果有一天从特斯普罗蒂亚人那里返回,将是一个难以对付的对手,于是他通过讨好民众来巩固统治,以至于忒修斯后来获救后仍被驱逐。
στέλλεται δὴ Θησεὺς παρὰ Δευκαλίωνα ἐς Κρήτην, ἐξενεχθέντα δὲ αὐτὸν ὑπὸ πνευμάτων ἐς Σκῦρον τὴν νῆσον λαμπρῶς περιεῖπον οἱ Σκύριοι κατὰ γένους δόξαν καὶ ἀξίωμα ὧν ἦν αὐτὸς εἰργασμένος· καί οἱ θάνατον Λυκομήδης διὰ ταῦτα ἐβούλευσεν.
于是忒修斯动身前往克里特投奔丢卡利翁,但因风暴被吹到斯基罗斯岛,斯基罗斯人因其显赫的家世声望和他本人的功绩尊严而盛情款待他;为此,吕科墨得斯密谋杀害他。
ὁ μὲν δὴ Θησέως σηκὸς Ἀθηναίοις ἐγένετο ὕστερον ἢ Μῆδοι Μαραθῶνι ἔσχον, Κίμωνος τοῦ Μιλτιάδου Σκυρίους ποιήσαντος ἀναστάτους—δίκην δὴ τοῦ Θησέως θανάτου—καὶ τὰ ὀστᾶ κομίσαντος ἐς Ἀθήνας·
忒修斯的圣所是在波斯人登陆马拉松之后由雅典人建立的,当时米尔提亚德之子客蒙将斯基罗斯岛夷为平地——作为对忒修斯之死的惩罚——并将他的遗骨带回雅典。

词汇与语法注释

  1. 1.17.1ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ — 分词短语 `ὄντι ὠφελίμῳ` 与关系代词 `ᾧ`(先行词为 `Ἐλέου`)一致。属格 `θεῶν` 与具有最高级意味的修饰语 `μάλιστα ... ὠφελίμῳ` 构成部分属格关系,意为“作为诸神中最有益者”。
  2. 1.17.3τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον — 使用 `τὰ μέν ... τὰ δέ` 表示“一方面……,另一方面……”的对比结构。在前半句 `τὰ μέν που διὰ τὸν χρόνον` 中,省略了表示“不清楚”的谓语成分(需从前文的 `οὐ σαφής ἐστι` 中补出)。
  3. 1.17.3ἐπεὶ οὐ δύνασθαι τὴν σφραγῖδα... ἀνασῶσαί οἱ — 在间接引语中,引导原因从句的连词 `ἐπεί` 后使用了不定式 `δύνασθαι`。与格人称代词 `οἱ` 作为间接反身代词,指代不定式动作的主体(忒修斯)。
  4. 1.17.6ὡς Θησεέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι — 连接词 `ὡς` 后接“对格+不定式”结构(对格主语为 `Θησέα`,被动不定式为 `ἀπωσθῆναι`),用于表示前句所述行为的结果(“结果忒修斯后来虽获救却仍被驱逐”)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.17.1-1.17.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.17.1-1.17.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。