§1.17.1Ἀθηναίοις δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλα ἐστὶν οὐκ ἐς ἅπαντας ἐπίσημα καὶ Ἐλέου βωμός, ᾧ μάλιστα θεῶν ἐς ἀνθρώπινον βίον καὶ μεταβολὰς πραγμάτων ὄντι ὠφελίμῳ μόνοι τιμὰς Ἑλλήνων νέμουσιν Ἀθηναῖοι.
For the Athenians there are also other things in the market-place that are not well-known to everyone, and also an Altar of Mercy (Eleos), to which alone of all the Greeks the Athenians pay honors, regarding it as the most helpful of the gods for human life and the changes of affairs.
τούτοις δὲ οὐ τὰ ἐς φιλανθρωπίαν μόνον καθέστηκεν, ἀλλὰ καὶ θεοὺς εὐσεβοῦσιν ἄλλων πλέον, καὶ γὰρ Αἰδοῦς σφισι βωμός ἐστι καὶ Φήμης καὶ Ὁρμῆς·
For them, not only are the institutions concerning philanthropy established, but they also worship the gods more than others; for indeed they have an altar of Modesty (Aidos), of Fame (Pheme), and of Impulse (Horme).
δῆλά τε ἐναργῶς, ὅσοις πλέον τι ἑτέρων εὐσεβείας μέτεστιν, ἴσον σφίσι παρὸν τύχης χρηστῆς.
And it is clearly evident that those who have a greater share of piety than others have an equal portion of good fortune.
§1.17.2ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθοι τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι καὶ εἰκὼν Πτολεμαίου χαλκῆ· καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.
In the gymnasium not far from the market-place, called the Gymnasium of Ptolemy after the one who built it, there are stone Hermae worth seeing and a bronze statue of Ptolemy; here also lie the Libyan Juba and Chrysippus of Soli.
πρὸς δὲ τῷ γυμνασίῳ Θησέως ἐστὶν ἱερόν· γραφαὶ δέ εἰσι πρὸς Ἀμαζόνας Ἀθηναῖοι μαχόμενοι.
Near the gymnasium is a sanctuary of Theseus; and there are paintings of the Athenians fighting against the Amazons.
πεποίηται δέ σφισιν ὁ πόλεμος οὗτος καὶ τῇ Ἀθηνᾷ ἐπὶ τῇ ἀσπίδι καὶ τοῦ Ὀλυμπίου Διὸς ἐπὶ τῷ βάθρῳ.
This war has also been depicted for them on the shield of Athena and on the pedestal of Olympian Zeus.
γέγραπται δὲ ἐν τῷ τοῦ Θησέως ἱερῷ καὶ ἡ Κενταύρων καὶ Λαπιθῶν μάχη· Θησεὺς μὲν οὖν ἀπεκτονώς ἐστιν ἤδη Κένταυρον, τοῖς δὲ ἄλλοις ἐξ ἴσου καθέστηκεν ἔτι ἡ μάχη.
In the sanctuary of Theseus is also painted the battle of the Centaurs and the Lapiths; Theseus has already killed a Centaur, but for the others the battle is still equal.
§1.17.3τοῦ δὲ τρίτου τῶν τοίχων ἡ γραφὴ μὴ πυθομένοις ἃ λέγουσιν οὐ σαφής ἐστι, τὰ μέν που διὰ τὸν χρόνον, τὰ δὲ Μίκων οὐ τὸν πάντα ἔγραψε λόγον.
The painting on the third of the walls is not clear to those who do not know what they say, partly perhaps because of time, and partly because Micon did not paint the whole story.
Μίνως ἡνίκα Θησέα καὶ τὸν ἄλλον στόλον τῶν παίδων ἦγεν ἐς Κρήτην, ἐρασθεὶς Περιβοίας, ὥς οἱ Θησεὺς μάλιστα ἠναντιοῦτο, καὶ ἄλλα ὑπὸ ὀργῆς ἀπέρριψεν ἐς αὐτὸν καὶ παῖδα οὐκ ἔφη Ποσειδῶνος εἶναι, ἐπεὶ οὐ δύνασθαι τὴν σφραγῖδα, ἣν αὐτὸς φέρων ἔτυχεν, ἀφέντι ἐς θάλασσαν ἀνασῶσαί οἱ.
When Minos was leading Theseus and the rest of the company of youths to Crete, having fallen in love with Periboea, as Theseus opposed him most of all, he flung other angry words at him and denied that he was a son of Poseidon, saying that he would not be able to recover the ring, which he himself happened to be wearing, if he threw it into the sea.
Μίνως μὲν λέγεται ταῦτα εἰπὼν ἀφεῖναι τὴν σφραγῖδα· Θησέα δὲ σφραγῖδά τε ἐκείνην ἔχοντα καὶ στέφανον χρυσοῦν, Ἀμφιτρίτης δῶρον, ἀνελθεῖν λέγουσιν ἐκ τῆς θαλάσσης.
Minos is said to have thrown the ring after saying these things; but they say that Theseus came up from the sea holding that ring and a golden crown, the gift of Amphitrite.
§1.17.4ἐς δὲ τὴν τελευτὴν τὴν Θησέως πολλὰ ἤδη καὶ οὐχ ὁμολογοῦντα εἴρηται· δεδέσθαι τε γὰρ αὐτὸν λέγουσιν ἐς τόδε ἕως ὑφʼ Ἡρακλέους ἀναχθείη, πιθανώτατα δὲ ὧν ἤκουσα· Θησεὺς ἐς Θεσπρωτοὺς ἐμβαλών, τοῦ βασιλέως τῶν Θεσπρωτῶν γυναῖκα ἁρπάσων, τὸ πολὺ τῆς στρατιᾶς οὕτως ἀπόλλυσι, καὶ αὐτός τε καὶ Πειρίθους— Πειρίθους γὰρ καὶ τὸν γάμον σπεύδων ἐστράτευεν— ἥλωσαν, καὶ σφᾶς ὁ Θεσπρωτὸς δήσας εἶχεν ἐν Κιχύρῳ.
Regarding the death of Theseus, many and conflicting things have already been said; for they say that he was bound there until he was brought back by Heracles, but the most plausible of what I have heard is this: Theseus, having invaded the country of the Thesprotians in order to carry off the wife of the king of the Thesprotians, lost the greater part of his army in this way, and both he himself and Pirithous—for Pirithous was also campaigning because he was eager for the marriage—were captured, and the Thesprotian kept them bound in Cichyrus.
§1.17.5γῆς δὲ τῆς Θεσπρωτίδος ἔστι μέν που καὶ ἄλλα θέας ἄξια, ἱερόν τε Διὸς ἐν Δωδώνῃ καὶ ἱερὰ τοῦ θεοῦ φηγός· πρὸς δὲ τῇ Κιχύρῳ λίμνη τέ ἐστιν Ἀχερουσία καλουμένη καὶ ποταμὸς Ἀχέρων, ῥεῖ δὲ καὶ Κωκυτὸς ὕδωρ ἀτερπέστατον.
In the land of Thesprotia there are indeed other things worth seeing, a sanctuary of Zeus at Dodona and the sacred oak of the god; near Cichyrus there is a lake called Acherusia and the river Acheron, and Cocytus also flows there, a most unpleasant water.
Ὅμηρός τέ μοι δοκεῖ ταῦτα ἑωρακὼς ἔς τε τὴν ἄλλην ποίησιν ἀποτολμῆσαι τῶν ἐν Ἅιδου καὶ δὴ καὶ τὰ ὀνόματα τοῖς ποταμοῖς ἀπὸ τῶν ἐν Θεσπρωτίδι θέσθαι.
It seems to me that Homer, having seen these things, made bold representations of the affairs in Hades in his other poetry and indeed gave the names to the rivers from those in Thesprotia.
τότε δὲ ἐχομένου Θησέως στρατεύουσιν ἐς Ἄφιδναν οἱ Τυνδάρεω παῖδες καὶ τήν τε Ἄφιδναν αἱροῦσι καὶ Μενεσθέα ἐπὶ βασιλείᾳ κατήγαγον·
At that time, while Theseus was held prisoner, the sons of Tyndareus marched against Aphidna, captured Aphidna, and brought Menestheus back to the kingship.
§1.17.6Μενεσθεὺς δὲ τῶν μὲν παίδων τῶν Θησέως παρʼ Ἐλεφήνορα ὑπεξελθόντων ἐς Εὔβοιαν εἶχεν οὐδένα λόγον, Θησέα δέ, εἴ ποτε παρὰ Θεσπρωτῶν ἀνακομισθήσεται, δυσανταγώνιστον ἡγούμενος διὰ θεραπείας τὰ τοῦ δήμου καθίστατο, ὡς Θησέα ἀνασωθέντα ὕστερον ἀπωσθῆναι.
Menestheus took no account of the children of Theseus who had escaped to Elephenor in Euboea, but considering Theseus, if ever he should return from the Thesprotians, hard to contend with, he established the affairs of the people by cultivation, so that Theseus, when he was saved later, was shut out.
στέλλεται δὴ Θησεὺς παρὰ Δευκαλίωνα ἐς Κρήτην, ἐξενεχθέντα δὲ αὐτὸν ὑπὸ πνευμάτων ἐς Σκῦρον τὴν νῆσον λαμπρῶς περιεῖπον οἱ Σκύριοι κατὰ γένους δόξαν καὶ ἀξίωμα ὧν ἦν αὐτὸς εἰργασμένος· καί οἱ θάνατον Λυκομήδης διὰ ταῦτα ἐβούλευσεν.
So Theseus set out to Crete to Deucalion, but having been carried by winds to the island of Scyros, the Scyrians treated him splendidly in accordance with the reputation of his race and the dignity of what he himself had achieved; and for this reason Lycomedes plotted death for him.
ὁ μὲν δὴ Θησέως σηκὸς Ἀθηναίοις ἐγένετο ὕστερον ἢ Μῆδοι Μαραθῶνι ἔσχον, Κίμωνος τοῦ Μιλτιάδου Σκυρίους ποιήσαντος ἀναστάτους—δίκην δὴ τοῦ Θησέως θανάτου—καὶ τὰ ὀστᾶ κομίσαντος ἐς Ἀθήνας·
Now the sanctuary of Theseus was built for the Athenians after the Medes landed at Marathon, when Cimon, the son of Miltiades, laid Scyros waste—indeed as a punishment for the death of Theseus—and brought his bones to Athens.