§1.10.1Λυσιμάχῳ δὲ ἐπὶ μὲν Ἀριδαίου βασιλεύοντος καὶ ὕστερον Κασσάνδρου καὶ τῶν παίδων φιλία διέμεινε πρὸς Μακεδόνας·
リュシマコスにとって、アリダイオスが王であったとき、また後にはカッサンドロスとその子らのときにも、マケドニア人との友好関係は維持されていた。
περιελθούσης δὲ ἐς Δημήτριον τὸν Ἀντιγόνου τῆς ἀρχῆς, ἐνταῦθα ἤδη Λυσίμαχος πολεμήσεσθαι ἤλπιζεν ὑπὸ Δημητρίου καὶ αὐτὸς ἄρχειν ἠξίου πολέμου, πατρῷον ἐπιστάμενος ὂν Δημητρίῳ προσπεριβάλλεσθαί τι ἐθέλειν καὶ ἅμα ὁρῶν αὐτὸν παρελθόντα ἐς Μακεδονίαν μετάπεμπτον ὑπὸ Ἀλεξάνδρου τοῦ Κασσάνδρου, ὡς δὲ ἀφίκετο, αὐτόν τε Ἀλέξανδρον φονεύσαντα καὶ ἔχοντα ἀντʼ ἐκείνου τὴν Μακεδόνων ἀρχήν.
しかし、支配権がアンティゴノスの子デメトリオスに移ると、そのとき初めてリュシマコスは、デメトリオスから戦争を仕掛けられるだろうと予想し、自ら先に戦端を開くのがふさわしいと考えた。 デメトリオスにとって何かをさらに手に入れようと望むことが父譲りの性質であることを知っていたからであり、また同時に、カッサンドロスの子アレクサンドロスに招かれてマケドニアに入った彼が、到着するやいなや、そのアレクサンドロス自身を殺害して彼の代わりにマケドニア人の支配権を握ったのを目にしていたからである。
§1.10.2τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸς Ἀμφιπόλει παρʼ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν Θρᾴκης, ἀμύναντος δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων·
これらの理由により、彼はアンフィポリスの近くでデメトリオスと交戦したが、トラキアから追放される寸前まで行った。 しかしピュロスが彼を救援したため、トラキアを維持し、のちにネスティオイ人とマケドニア人を支配した。
τὸ δὲ πολὺ Μακεδονίας αὐτὸς Πύρρος κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸς Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείως.
しかしマケドニアの大部分はピュロス自身が占領しており、彼はエペイロスから軍勢を率いてやって来て、その当時はリュシマコスに対して友好的な態度をとっていた。
Δημητρίου δὲ διαβάντος ἐς τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντος, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία·
デメトリオスがアジアへと渡り、セレウコスと戦争を行っている間は、デメトリオスの勢力が持ちこたえていた限り、ピュロスとリュシマコスの同盟は維持されていた。
γενομένου δὲ ἐπὶ Σελεύκῳ Δημητρίου Λυσιμάχῳ καὶ Πύρρῳ διελύθη ἡ φιλία, καὶ καταστάντων ἐς πόλεμον Λυσίμαχος Ἀντιγόνῳ τε τῷ Δημητρίου καὶ αὐτῷ Πύρρῳ πολεμήσας ἐκράτησε παρὰ πολὺ καὶ Μακεδονίαν ἔσχεν, ἀναχωρῆσαι Πύρρον βιασάμενος ἐς τὴν Ἤπειρον.
しかしデメトリオスがセレウコスの捕虜になると、リュシマコスとピュロスの友好関係は解消され、彼らが戦争に突入すると、リュシマコスはデメトリオスの子アンティゴノスおよびピュロス自身と戦って圧倒的な勝利を収め、ピュロスをエペイロスへと退却させてマケドニアを手に入れた。
§1.10.3εἰώθασι δὲ ἀνθρώποις φύεσθαι διʼ ἔρωτα πολλαὶ συμφοραί.
人間には、愛のために多くの災いが生じがちである。
Λυσίμαχος γὰρ ἡλικίᾳ τε ἤδη προήκων καὶ ἐς τοὺς παῖδας αὐτός τε νομιζόμενος εὐδαίμων καὶ Ἀγαθοκλεῖ παίδων ὄντων ἐκ Λυσάνδρας Ἀρσινόην ἔγημεν ἀδελφὴν Λυσάνδρας.
というのも、リュシマコスはすでに高齢に達しており、子供たちに関しても自ら幸福であるとみなされており、またアガトクレスにもリュサンドラとの間に子供がいたにもかかわらず、リュサンドラの姉妹であるアルシノエを妻に迎えたからである。
ταύτην τὴν Ἀρσινόην φοβουμένην ἐπὶ τοῖς παισί, μὴ Λυσιμάχου τελευτήσαντος ἐπʼ Ἀγαθοκλεῖ γένωνται, τούτων ἕνεκα Ἀγαθοκλεῖ ἐπιβουλεῦσαι λέγεται.
このアルシノエは、自分の子供たちの身を案じ、リュシマコスが亡くなったのちに彼らがアガトクレスの支配下に入ることを恐れ、これらの理由からアガトクレスに対して陰謀を企てたと言われている。
ἤδη δὲ ἔγραψαν καὶ ὡς Ἀγαθοκλέους ἀφίκοιτο ἐς ἔρωτα ἡ Ἀρσινόη, ἀποτυγχάνουσα δὲ †ἐπὶ τῷ βουλεῦσαι λέγουσιν Ἀγαθοκλεῖ θάνατον.
また、アルシノエがアガトクレスに恋を抱くようになり、拒絶されたためにアガトクレスの死を謀ったのだと、すでに書いている者たちもいる。
λέγουσι δὲ καὶ ὡς Λυσίμαχος αἴσθοιτο ὕστερον τὰ τολμηθέντα ὑπὸ τῆς γυναικός, εἶναι δὲ οὐδὲν ἔτι οἱ πλέον ἠρημωμένῳ φίλων ἐς τὸ ἔσχατον.
さらに、リュシマコスはのちに妻の犯した大胆な所業に気づいたが、友を失い極限まで孤立していた彼には、もはやなす術がなかったのだとも言われている。
§1.10.4ὡς γὰρ δὴ τότε ὁ Λυσίμαχος ἀνελεῖν τὸν Ἀγαθοκλέα Ἀρσινόῃ παρῆκε, Λυσάνδρα παρὰ Σέλευκον ἐκδιδράσκει τούς τε παῖδας ἅμα ἀγομένη καὶ τοὺς ἀδελφοὺς τοὺς αὑτῆς, †οἷ περιελθὸν τοῦτο ἐς Πτολεμαῖον καταφεύγουσι.
そのときリュシマコスがアルシノエにアガトクレスを殺害することを許したので、リュサンドラは自分の子供たちと自らの兄弟たちを連れて、セレウコスのもとへと逃亡した。 †この事態がプトレマイオスに及んだため、彼らは逃れたのである。
τούτοις ἐκδιδράσκουσι παρὰ Σέλευκον καὶ Ἀλέξανδρος ἠκολούθησεν, υἱὸς μὲν Λυσιμάχου, γεγονὼς δὲ ἐξ Ὀδρυσιάδος γυναικός.
† セレウコスのもとへ逃亡する彼らに、オドリュサイ人の女性から生まれたリュシマコスの息子アレクサンドロスも付き従った。
οὗτοί τε οὖν ἐς Βαβυλῶνα ἀναβεβηκότες ἱκέτευον Σέλευκον ἐς πόλεμον πρὸς Λυσίμαχον καταστῆναι·
彼らはバビロンに上り、セレウコスに対してリュシマコスと戦うよう懇願した。
καὶ Φιλέταιρος ἅμα, ᾧ τὰ χρήματα ἐπετέτραπτο Λυσιμάχου, τῇ τε Ἀγαθοκλέους τελευτῇ χαλεπῶς φέρων καὶ τὰ παρὰ τῆς Ἀρσινόης ὕποπτα ἡγούμενος καταλαμβάνει Πέργαμον τὴν ὑπὲρ Καΐκου, πέμψας δὲ κήρυκα τά τε χρήματα καὶ αὑτὸν ἐδίδου Σελεύκῳ.
同時に、リュシマコスの財宝を任されていたフィレタイロスも、アガトクレスの死を重く受け止め、アルシノエ側の動きを警戒して、カイコス川の上流にあるペルガモンを占拠し、使者を送って財宝と自分自身をセレウコスに差し出した。
§1.10.5Λυσίμαχος δὲ ταῦτα πάντα πυνθανόμενος ἔφθη διαβὰς ἐς τὴν Ἀσίαν καὶ ἄρξας αὐτὸς πολέμου συμβαλών τε Σελεύκῳ παρὰ πολύ τε ἐκρατήθη καὶ αὐτὸς ἀπέθανεν.
リュシマコスはこれらすべてを知ると、機先を制してアジアに渡り、自ら先に戦端を開いたが、セレウコスと戦って完敗し、彼自身も命を落とした。
Ἀλέξανδρος δέ, ὃς ἐκ τῆς γυναικὸς Ὀδρυσίδος ἐγεγόνει οἱ, πολλὰ Λυσάνδραν παραιτησάμενος ἀναιρεῖταί τε καὶ ὕστερον τούτων ἐς Χερρόνησον κομίσας ἔθαψεν, ἔνθα ἔτι καὶ νῦν ἐστίν οἱ φανερὸς ὁ τάφος Καρδίας τε μεταξὺ κώμης καὶ Πακτύης.
オドリュサイ人の女性から彼に生まれたアレクサンドロスは、リュサンドラに何度も懇願して遺体を引き取り、その後ヘルソネソスに運んで埋葬した。 そこには今でも、カルディアの村とパクテュエの間にある彼の墓がはっきりと見えている。