Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.10.1-1.10.5

利西马科斯统治马其顿、家庭悲剧与败亡

第 11 段,共 465 段 · 希腊语

内容简介

利西马科斯在与德米特里乌斯交战后,通过与庇洛斯结盟占领了马其顿,但因妻子阿尔西诺伊的阴谋而处死了儿子阿加托克利斯,导致其陷入孤立,最终在与塞琉古的战争中战死。

§1.10.1Λυσιμάχῳ δὲ ἐπὶ μὲν Ἀριδαίου βασιλεύοντος καὶ ὕστερον Κασσάνδρου καὶ τῶν παίδων φιλία διέμεινε πρὸς Μακεδόνας·
对利西马科斯而言,在阿里达乌斯在位期间,以及后来卡桑德和他的儿子们在位期间,他与马其顿人的友好关系得以维持。
περιελθούσης δὲ ἐς Δημήτριον τὸν Ἀντιγόνου τῆς ἀρχῆς, ἐνταῦθα ἤδη Λυσίμαχος πολεμήσεσθαι ἤλπιζεν ὑπὸ Δημητρίου καὶ αὐτὸς ἄρχειν ἠξίου πολέμου, πατρῷον ἐπιστάμενος ὂν Δημητρίῳ προσπεριβάλλεσθαί τι ἐθέλειν καὶ ἅμα ὁρῶν αὐτὸν παρελθόντα ἐς Μακεδονίαν μετάπεμπτον ὑπὸ Ἀλεξάνδρου τοῦ Κασσάνδρου, ὡς δὲ ἀφίκετο, αὐτόν τε Ἀλέξανδρον φονεύσαντα καὶ ἔχοντα ἀντʼ ἐκείνου τὴν Μακεδόνων ἀρχήν.
但当统治权传到安提柯之子德米特里乌斯手中时,利西马科斯此时便预料到自己将遭到德米特里乌斯的战争攻击,并认为自己应当率先发动战争,因为他知道德米特里乌斯渴望进一步扩张领土是其父辈遗传的性格,同时他也看到德米特里乌斯在受卡桑德之子亚历山大召唤而进入马其顿后,一抵达便杀害了亚历山大本人,并取而代之掌握了马其顿人的统治权。
§1.10.2τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸς Ἀμφιπόλει παρʼ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν Θρᾴκης, ἀμύναντος δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων·
归于这些原因,他在安菲波利斯附近与德米特里乌斯交战,几乎被逐出色雷斯;但在庇洛斯的援助下,他保住了色雷斯,后来又统治了内斯提人与马其顿人。
τὸ δὲ πολὺ Μακεδονίας αὐτὸς Πύρρος κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸς Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείως.
然而,马其顿的大部分地区由庇洛斯本人占领,他率军来自伊庇鲁斯,并且在当时与利西马科斯保持着友好的关系。
Δημητρίου δὲ διαβάντος ἐς τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντος, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία· γενομένου δὲ ἐπὶ Σελεύκῳ Δημητρίου Λυσιμάχῳ καὶ Πύρρῳ διελύθη ἡ φιλία, καὶ καταστάντων ἐς πόλεμον Λυσίμαχος Ἀντιγόνῳ τε τῷ Δημητρίου καὶ αὐτῷ Πύρρῳ πολεμήσας ἐκράτησε παρὰ πολὺ καὶ Μακεδονίαν ἔσχεν, ἀναχωρῆσαι Πύρρον βιασάμενος ἐς τὴν Ἤπειρον.
在德米特里乌斯渡海前往亚洲并与塞琉古交战期间,只要德米特里乌斯的势力还在支持,庇洛斯与利西马科斯的同盟就一直维持着;但当德米特里乌斯落入塞琉古手中后,利西马科斯与庇洛斯之间的友好关系便告破裂,在双方爆发战争后,利西马科斯通过与德米特里乌斯之子安提柯以及庇洛斯本人交战,取得了压倒性的胜利并占领了马其顿,迫使庇洛斯退回伊庇鲁斯。
§1.10.3εἰώθασι δὲ ἀνθρώποις φύεσθαι διʼ ἔρωτα πολλαὶ συμφοραί.
人类常因情爱而滋生许多灾祸。
Λυσίμαχος γὰρ ἡλικίᾳ τε ἤδη προήκων καὶ ἐς τοὺς παῖδας αὐτός τε νομιζόμενος εὐδαίμων καὶ Ἀγαθοκλεῖ παίδων ὄντων ἐκ Λυσάνδρας Ἀρσινόην ἔγημεν ἀδελφὴν Λυσάνδρας.
因为利西马科斯当时已年事已高,在子女方面他本人也被认为是幸福的,且阿加托克利斯与吕珊德拉也育有子女,他却娶了吕珊德拉的姐妹阿尔西诺伊。
ταύτην τὴν Ἀρσινόην φοβουμένην ἐπὶ τοῖς παισί, μὴ Λυσιμάχου τελευτήσαντος ἐπʼ Ἀγαθοκλεῖ γένωνται, τούτων ἕνεκα Ἀγαθοκλεῖ ἐπιβουλεῦσαι λέγεται.
据说这位阿尔西诺伊为自己的孩子们感到担忧,害怕在利西马科斯去世后,他们会落入阿加托克利斯的掌控之中,因而由于这些原因,她对阿加托克利斯进行了密谋。
ἤδη δὲ ἔγραψαν καὶ ὡς Ἀγαθοκλέους ἀφίκοιτο ἐς ἔρωτα ἡ Ἀρσινόη, ἀποτυγχάνουσα δὲ †ἐπὶ τῷ βουλεῦσαι λέγουσιν Ἀγαθοκλεῖ θάνατον.
也有人已经写道,阿尔西诺伊爱上了阿加托克利斯,由于未能得逞,她便谋划了阿加托克利斯的死。
λέγουσι δὲ καὶ ὡς Λυσίμαχος αἴσθοιτο ὕστερον τὰ τολμηθέντα ὑπὸ τῆς γυναικός, εἶναι δὲ οὐδὲν ἔτι οἱ πλέον ἠρημωμένῳ φίλων ἐς τὸ ἔσχατον.
人们还说,利西马科斯后来察觉到了他妻子所犯下的胆大妄为之举,但他当时已极度丧失友人、陷入孤立,因此已无济于事。
§1.10.4ὡς γὰρ δὴ τότε ὁ Λυσίμαχος ἀνελεῖν τὸν Ἀγαθοκλέα Ἀρσινόῃ παρῆκε, Λυσάνδρα παρὰ Σέλευκον ἐκδιδράσκει τούς τε παῖδας ἅμα ἀγομένη καὶ τοὺς ἀδελφοὺς τοὺς αὑτῆς, †οἷ περιελθὸν τοῦτο ἐς Πτολεμαῖον καταφεύγουσι.
因为当时利西马科斯听任阿尔西诺伊处死了阿加托克利斯,吕珊德拉便带着自己的孩子和她自己的兄弟们,一同逃往塞琉古那里,†这些人由于此事波及到托勒密,便前去寻求庇护。
τούτοις ἐκδιδράσκουσι παρὰ Σέλευκον καὶ Ἀλέξανδρος ἠκολούθησεν, υἱὸς μὲν Λυσιμάχου, γεγονὼς δὲ ἐξ Ὀδρυσιάδος γυναικός.
† 随着这些人一同逃往塞琉古那里的,还有利西马科斯的儿子亚历山大,他是奥德里萨女人所生。
οὗτοί τε οὖν ἐς Βαβυλῶνα ἀναβεβηκότες ἱκέτευον Σέλευκον ἐς πόλεμον πρὸς Λυσίμαχον καταστῆναι· καὶ Φιλέταιρος ἅμα, ᾧ τὰ χρήματα ἐπετέτραπτο Λυσιμάχου, τῇ τε Ἀγαθοκλέους τελευτῇ χαλεπῶς φέρων καὶ τὰ παρὰ τῆς Ἀρσινόης ὕποπτα ἡγούμενος καταλαμβάνει Πέργαμον τὴν ὑπὲρ Καΐκου, πέμψας δὲ κήρυκα τά τε χρήματα καὶ αὑτὸν ἐδίδου Σελεύκῳ.
于是,这些人上到巴比伦,恳求塞琉古与利西马科斯开战;与此同时,被委派掌管利西马科斯财宝的菲莱泰罗斯,因阿加托克利斯的死而感到痛心,并对阿尔西诺伊的意图产生怀疑,于是占领了凯科斯河上方的培尔加蒙,并派使者将财宝和自己献给塞琉古。
§1.10.5Λυσίμαχος δὲ ταῦτα πάντα πυνθανόμενος ἔφθη διαβὰς ἐς τὴν Ἀσίαν καὶ ἄρξας αὐτὸς πολέμου συμβαλών τε Σελεύκῳ παρὰ πολύ τε ἐκρατήθη καὶ αὐτὸς ἀπέθανεν.
利西马科斯得知这一切后,抢先渡海前往亚洲并率先开战,但在与塞琉古交战时惨败,他自己也战死了。
Ἀλέξανδρος δέ, ὃς ἐκ τῆς γυναικὸς Ὀδρυσίδος ἐγεγόνει οἱ, πολλὰ Λυσάνδραν παραιτησάμενος ἀναιρεῖταί τε καὶ ὕστερον τούτων ἐς Χερρόνησον κομίσας ἔθαψεν, ἔνθα ἔτι καὶ νῦν ἐστίν οἱ φανερὸς ὁ τάφος Καρδίας τε μεταξὺ κώμης καὶ Πακτύης.
而奥德里萨女人为他所生的亚历山大,在多次恳求吕珊德拉之后,收回了遗体,此后将其运至色雷斯半岛并予以安葬,至今他的陵墓在卡尔迪亚村和帕克图埃之间依然清晰可见。

词汇与语法注释

  1. 1.10.1πατρῷον ἐπιστάμενος ὂν — 分词 ὄν(中性单数)被用作 ἐπιστάμενος(“知道”)的补足语,其逻辑主语是随后的不定式短语 προσπεριβάλλεσθαί τι ἐθέλειν(“渴望进一步获取某物”)。中性形容词 πατρῷον 则作其表语(“是其父辈遗传的特征”)。
  2. 1.10.2παρʼ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν — 这是惯用表达 παρ' ὀλίγον ἔρχομαι(“几乎做某事”、“濒临某状态”)后接不定式 ἐκπεσεῖν 的用法。整句意为“几乎到了被逐出色雷斯的地步”。
  3. 1.10.5ἔφθη διαβὰς — 动词 φθάνω 伴随分词(此处为 διαβάς 和 ἄρξας),构成表示“先于他人做某事”或“抢先做某事”的句式。这里两个分词都修饰 ἔφθη。

引用这一段

保萨尼亚斯, 希腊志 §1.10.1-1.10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.10.1-1.10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。