Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.11.1-1.11.7

ピュロスの家系とエペイロス王位の継承

12 / 465 箇所 · ギリシア語

要旨

ピュロスの家系、エペイロス王家における対立とピュロスの王位就任、そして彼がギリシア人として初めてローマ人と戦うに至る背景を語る。

§1.11.1τὰ μὲν οὖν Λυσιμάχου τοιαῦτα ἐγένετο·
このようにして、リュシマコスの出来事は推移した。
Ἀθηναίοις δὲ εἰκών ἐστι καὶ Πύρρου.
ところで、アテナイ人にはピュロスの像もある。
οὗτος ὁ Πύρρος Ἀλεξάνδρῳ προσῆκεν οὐδέν, εἰ μὴ ὅσα κατὰ γένος·
このピュロスは、家系によるつながりを除けば、アレクサンドロスには何ら関わりがなかった。
Αἰακίδου γὰρ τοῦ Ἀρύββου Πύρρος ἦν, Ὀλυμπιάδος δὲ Ἀλέξανδρος τῆς Νεοπτολέμου, Νεοπτολέμῳ δὲ καὶ Ἀρύββᾳ πατὴρ ἦν Ἀλκέτας ὁ Θαρύπου.
というのも、ピュロスはアリュッバスの子アイアキデスの息子であり、アレクサンドロスはネオプトレモスの娘オリンピアスの子であり、ネオプトレモスとアリュッバスにとっては、タルポスの子アルケタスが父親であったからである。
ἀπὸ δὲ Θαρύπου ἐς Πύρρον τὸν Ἀχιλλέως πέντε ἀνδρῶν καὶ δέκα εἰσὶ γενεαί·
タルポスからアキレウスの子ピュロスまでは十五代の系譜がある。
πρῶτος γὰρ δὴ οὗτος ἁλούσης Ἰλίου τὴν μὲν ἐς Θεσσαλίαν ὑπερεῖδεν ἀναχώρησιν, ἐς δὲ τὴν Ἤπειρον κατάρας ἐνταῦθα ἐκ τῶν Ἑλένου χρησμῶν ᾤκησε.
すなわち、このピュロスが、イリオスの陥落時にテッサリアへの帰還を軽んじ、エペイロスへと船を着けて、ヘレノスの神託に従ってそこに住み着いた最初の人だからである。
καί οἱ παῖς ἐκ μὲν Ἑρμιόνης ἐγένετο οὐδείς, ἐξ Ἀνδρομάχης δὲ Μολοσσὸς καὶ Πίελος καὶ νεώτατος ὁ Πέργαμος.
そして彼には、ヘルミオネとの間には子供は生まれなかったが、アンドロマケとの間にはモロッソス、ピエロス、そして末子のペルガモスが生まれた。
ἐγένετο δὲ καὶ Ἑλένῳ Κεστρῖνος·
またヘレノスにもケストリノスが生まれた。
τούτῳ γὰρ Ἀνδρομάχη συνῴκησεν ἀποθανόντος ἐν Δελφοῖς Πύρρου.
というのも、ピュロスがデルポイで死んだのちに、アンドロマケがこのヘレノスと結婚したからである。
§1.11.2Ἑλένου δὲ ὡς ἐτελεύτα Μολοσσῷ τῷ Πύρρου παραδόντος τὴν ἀρχὴν Κεστρῖνος μὲν σὺν τοῖς ἐθέλουσιν Ἠπειρωτῶν τὴν ὑπὲρ Θύαμιν ποταμὸν χώραν ἔσχε, Πέργαμος δὲ διαβὰς ἐς τὴν Ἀσίαν Ἄρειον δυναστεύοντα ἐν τῇ Τευθρανίᾳ κτείνει μονομαχήσαντά οἱ περὶ τῆς ἀρχῆς καὶ τῇ πόλει τὸ ὄνομα ἔδωκε τὸ νῦν ἀφʼ αὑτοῦ·
ヘレノスが亡くなるときにピュロスの子モロッソスに支配権を譲ると、ケストリノスはエペイロス人のうち志願する者たちとともにテュアミス川の向こう側の土地を占有した。 一方、ペルガモスはアジアへ渡り、テウトラニアの支配者であったアレイオスと支配権をめぐって決闘してこれを殺し、その都市に自分にちなんだ現在の名前を与えた。
καὶ Ἀνδρομάχης—ἠκολούθει γάρ οἱ—καὶ νῦν ἐστιν ἡρῷον ἐν τῇ πόλει.
そしてアンドロマケの祠(彼女は彼に付き従っていたからである)が、今でもその都市にある。
Πίελος δὲ αὐτοῦ κατέμεινεν ἐν Ἠπείρῳ, καὶ ἐς πρόγονον τοῦτον ἀνέβαινε Πύρρος τε ὁ Αἰακίδου καὶ οἱ πατέρες, ἀλλʼ οὐκ ἐς Μολοσσόν.
ピエロスは現地エペイロスにとどまり、アイアキデスの子ピュロスとその先祖たちは、モロッソスではなく、このピエロスへと系譜を遡らせるのである。
§1.11.3ἦν δὲ ἄχρι μὲν Ἀλκέτου τοῦ Θαρύπου ἐφʼ ἑνὶ βασιλεῖ καὶ τὰ Ἠπειρωτῶν·
タルポスの子アルケタスの代までは、エペイロスの国も一人の王のもとにあった。
οἱ δὲ Ἀλκέτου παῖδες, ὥς σφισι στασιάσασι μετέδοξεν ἐπʼ ἴσης ἄρχειν, αὐτοί τε πιστῶς ἔχοντες διέμειναν ἐς ἀλλήλους καὶ ὕστερον Ἀλεξάνδρου τοῦ Νεοπτολέμου τελευτήσαντος ἐν Λευκανοῖς, Ὀλυμπιάδος δὲ διὰ τὸν Ἀντιπάτρου φόβον ἐπανελθούσης ἐς Ἤπειρον, Αἰακίδης ὁ Ἀρύββου τά τε ἄλλα διετέλει κατήκοος ὢν Ὀλυμπιάδι καὶ συνεστράτευσε πολεμήσων Ἀριδαίῳ καὶ Μακεδόσιν, οὐκ ἐθελόντων ἕπεσθαι τῶν Ἠπειρωτῶν.
しかしアルケタスの子らは、互いに争ったのちに、対等に共同統治することに決定し、お互いに対して忠実にあり続けた。 そしてのちに、ネオプトレモスの子アレクサンドロスがルカニア人の地で死に、オリンピアスがアンティパトロスへの恐れからエペイロスへと戻ってくると、アリュッバスの子アイアキデスは、万事においてオリンピアスに従順であり続け、アリダイオスおよびマケドニア人と戦うために彼女とともに出兵した。 ただし、エペイロス人たちは従うことを望んでいなかったが。
§1.11.4Ὀλυμπιάδος δὲ ὡς ἐπεκράτησεν ἀνόσια μὲν ἐργασαμένης καὶ ἐς τὸν Ἀριδαίου θάνατον, πολλῷ δὲ ἔτι ἀνοσιώτερα ἐς ἄνδρας Μακεδόνας, καὶ διὰ ταῦτα οὐκ ἀνάξια ὕστερον ὑπὸ Κασσάνδρου παθεῖν νομισθείσης, Αἰακίδην κατʼ ἀρχὰς μὲν οὐδʼ αὐτοὶ διὰ τὸ Ὀλυμπιάδος ἔχθος ἐδέχοντο Ἠπειρῶται, εὑρομένου δὲ ἀνὰ χρόνον παρὰ τούτων συγγνώμην δεύτερα ἠναντιοῦτο Κάσσανδρος μὴ κατελθεῖν ἐς Ἤπειρον.
しかしオリンピアスが勝利を収めると、アリダイオスの死に関しても不敬な行為を働き、マケドニアの成人男性たちに対してはさらに遥かに不敬な仕打ちを行い、それゆえのちにカッサンドロスから処罰されて当然の報いを受けたとみなされるようになると、最初はエペイロス人自身もオリンピアスへの憎しみからアイアキデスを受け入れなかった。 しかし、彼がやがて彼らから許しを得ると、今度はカッサンドロスが彼がエペイロスに帰還することに反対した。
γενομένης δὲ Φιλίππου τε ἀδελφοῦ Κασσάνδρου καὶ Αἰακίδου μάχης πρὸς Οἰνιάδαις, Αἰακίδην μὲν τρωθέντα κατέλαβε μετʼ οὐ πολὺ τὸ χρεών·
そしてカッサンドロスの兄弟フィリッポスとアイアキデスとの戦闘がオイニアダイの近くで行われ、傷を負ったアイアキデスにはそれから間もなく死が訪れた。
§1.11.5Ἠπειρῶται δὲ Ἀλκέταν ἐπὶ βασιλείᾳ κατεδέξαντο, Ἀρύββου μὲν παῖδα καὶ ἀδελφὸν Αἰακίδου πρεσβύτερον, ἀκρατῆ δὲ ἄλλως θυμοῦ καὶ διʼ αὐτὸ ἐξελασθέντα ὑπὸ τοῦ πατρός.
エペイロス人は、アリュッバスの息子でアイアキデスの兄であるアルケタスを王として迎え入れた。 しかし彼はもともと怒りを抑制できず、そのために父親によって追放されていた人物であった。
καὶ τότε ἥκων ἐξεμαίνετο εὐθὺς ἐς τοὺς Ἠπειρώτας, ἐς ὃ νύκτωρ αὐτόν τε καὶ τοὺς παῖδας ἐπαναστάντες ἔκτειναν.
そしてこの時も、帰還するやいなや彼はすぐにエペイロス人に対して狂暴な振る舞いをしたため、ついに夜間、彼らが反乱を起こして彼と彼の子供たちを殺害した。
ἀποκτείναντες δὲ τοῦτον Πύρρον τὸν Αἰακίδου κατάγουσιν·
彼を殺害したのち、彼らはアイアキデスの子ピュロスを連れ戻した。
ἥκοντι δὲ εὐθὺς ἐπεστράτευε Κάσσανδρος, νέῳ τε ἡλικίᾳ ὄντι καὶ τὴν ἀρχὴν οὐ κατεσκευασμένῳ βεβαίως.
しかし彼が帰還するとすぐにカッサンドロスが遠征してきた。 ピュロスはまだ若く、支配体制が安定していなかったからである。
Πύρρος δὲ ἐπιόντων Μακεδόνων ἐς Αἴγυπτον παρὰ Πτολεμαῖον ἀναβαίνει τὸν Λάγου·
マケドニア人が進軍してくると、ピュロスはエジプトのラゴスの子プトレマイオスのもとへと逃れた。
καί οἱ Πτολεμαῖος γυναῖκά τʼ ἔδωκεν ἀδελφὴν ὁμομητρίαν τῶν αὑτοῦ παίδων καὶ στόλῳ κατήγαγεν Αἰγυπτίων.
プトレマイオスは彼に自身の子供たちの同母異父の姉妹を妻として与え、エジプトの艦隊を伴って彼を帰国させた。
§1.11.6Πύρρος δὲ βασιλεύσας πρώτοις ἐπέθετο Ἑλλήνων Κορκυραίοις, κειμένην τε ὁρῶν τὴν νῆσον πρὸ τῆς αὑτοῦ χώρας καὶ ἄλλοις ὁρμητήριον ἐφʼ αὑτὸν οὐκ ἐθέλων εἶναι.
王位に就くと、ピュロスはギリシア人の中で最初にコルキュラ人を攻撃した。 その島が自分の領土の目の前に位置しているのを見て、そこが他者にとって自分を攻撃する基地になることを望まなかったからである。
μετὰ δὲ ἁλοῦσαν Κόρκυραν ὅσα μὲν Λυσιμάχῳ πολεμήσας ἔπαθε καὶ ὡς Δημήτριον ἐκβαλὼν Μακεδονίας ἦρξεν ἐς ὃ αὖθις ἐξέπεσεν ὑπὸ Λυσιμάχου, τάδε μὲν τοῦ Πύρρου μέγιστα ἐς ἐκεῖνον τὸν καιρὸν δεδήλωκεν ἤδη μοι τὰ ἐς Λυσίμαχον ἔχοντα·
コルキュラが陥落したのち、彼がリュシマコスと戦って被った災難や、どのようにしてデメトリオスを追い払ってマケドニアを支配し、その後再びリュシマコスによって追放されるに至ったか、これらの当時のピュロスの最大の大事業は、リュシマコスに関する記述において、すでに私によって明らかにされている。
§1.11.7Ῥωμαίοις δὲ οὐδένα Πύρρου πρότερον πολεμήσαντα ἴσμεν Ἕλληνα.
しかしギリシア人の中で、ピュロスより前にローマ人と戦った者はいないと我々は知っている。
Διομήδει μὲν γὰρ καὶ Ἀργείων τοῖς σὺν αὐτῷ οὐδεμίαν ἔτι γενέσθαι πρὸς Αἰνείαν λέγεται μάχην·
というのも、ディオメデスと彼に付き従ったアルゴス人たちにとって、アイネイアスとの戦いはその後一切行われなかったと言われているからである。
Ἀθηναίοις δὲ ἄλλα τε πολλὰ ἐλπίσασι καὶ Ἰταλίαν πᾶσαν καταστρέψασθαι τὸ ἐν Συρακούσαις πταῖσμα ἐμποδὼν ἐγένετο μὴ καὶ Ῥωμαίων λαβεῖν πεῖραν·
また、多くのこと、特にイタリア全土を征服することを望んでいたアテナイ人にとっては、シラクサでの敗北が、ローマ人の実力を試すことの妨げとなった。
Ἀλέξανδρος δὲ ὁ Νεοπτολέμου, γένους τε ὢν Πύρρῳ τοῦ αὐτοῦ καὶ ἡλικίᾳ πρεσβύτερος, ἀποθανὼν ἐν Λευκανοῖς ἔφθη πρὶν ἐς χεῖρας ἐλθεῖν Ῥωμαίοις.
また、ピュロスと同じ一族に属し、年齢も年長であったネオプトレモスの子アレクサンドロスは、ルカニア人の地で死亡したため、ローマ人と直接交戦するよりも先に亡くなった。

語釈・文法注

  1. 1.11.1ὑπερεῖδεν — 「見過ごす、軽んじる、避ける」を意味する動詞 ὑπεροράω のアオリスト。ここではアキレウスの子ピュロスがトロイア陥落後、故郷テッサリアへの安全な海路を「見送って(軽んじて)」、ヘレノスの神託に従いエペイロスへ向かったことを表す。
  2. 1.11.3ὥς σφισι στασιάσασι μετέδοξεν — μετέδοξεν は非人称的に「(考え直して)〜に決定された」の意で、与格代名詞 σφισι(彼らに)および与格分詞 στασιάσασι(争った)を伴う。「彼らが互いに争ったのちに、方針を変えて共同統治することを決定したとき」と解釈する。
  3. 1.11.4μὴ κατελθεῖν — ἠναντιοῦτο(反対した)のような「妨げ・禁止」の動詞の後に続く不定詞。ギリシア語の統語法により、このような動詞の後に続く不定詞には重複する否定の小辞 μὴ が添えられる。これは否定を強めるもので、日本語訳では二重否定にせず単に「帰還することに反対した」とする。
  4. 1.11.7ἔφθη πρὶν ἐς χεῖρας ἐλθεῖν — 「〜に先んじる」を意味する動詞 φθάνω のアオリスト ἔφθη が、接続詞 πρίν(〜より前に)+不定詞を伴う構造。アレクサンドロスが「ローマ人と戦うよりも先に亡くなった(戦う前に死ぬのが先であった)」ことを表す慣用的な表現。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.11.1-1.11.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.11.1-1.11.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。