§1.10.1Λυσιμάχῳ δὲ ἐπὶ μὲν Ἀριδαίου βασιλεύοντος καὶ ὕστερον Κασσάνδρου καὶ τῶν παίδων φιλία διέμεινε πρὸς Μακεδόνας·
리시마코스에게는 아리다이오스가 통치하던 때와 그 후 카산드로스 및 그의 아들들의 시대에 마케도니아인들과의 우호 관계가 유지되었다.
περιελθούσης δὲ ἐς Δημήτριον τὸν Ἀντιγόνου τῆς ἀρχῆς, ἐνταῦθα ἤδη Λυσίμαχος πολεμήσεσθαι ἤλπιζεν ὑπὸ Δημητρίου καὶ αὐτὸς ἄρχειν ἠξίου πολέμου, πατρῷον ἐπιστάμενος ὂν Δημητρίῳ προσπεριβάλλεσθαί τι ἐθέλειν καὶ ἅμα ὁρῶν αὐτὸν παρελθόντα ἐς Μακεδονίαν μετάπεμπτον ὑπὸ Ἀλεξάνδρου τοῦ Κασσάνδρου, ὡς δὲ ἀφίκετο, αὐτόν τε Ἀλέξανδρον φονεύσαντα καὶ ἔχοντα ἀντʼ ἐκείνου τὴν Μακεδόνων ἀρχήν.
그러나 지배권이 안티고노스의 아들 데메트리오스에게 넘어가자, 그제야 리시마코스는 데메트리오스로부터 전쟁 공격을 받게 될 것이라 예상하고 스스로 먼저 전쟁을 시작해야 한다고 여겼으니, 데메트리오스에게 무언가를 더 손에 넣고자 바라는 것이 아비로부터 물려받은 내력임을 알고 있었기 때문이며, 동시에 그가 카산드로스의 아들 알렉산드로스의 부름을 받아 마케도니아로 들어갔다가, 도착하자마자 그 알렉산드로스 자신을 살해하고 그 대신 마케도니아인들의 지배권을 차지한 것을 목격했기 때문이다.
§1.10.2τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸς Ἀμφιπόλει παρʼ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν Θρᾴκης, ἀμύναντος δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων·
이 때문에 그는 암피폴리스 근처에서 데메트리오스와 맞붙어 하마터면 트라키아에서 쫓겨날 뻔했으나, 피로스가 그를 도왔기에 트라키아를 지켰고 나중에는 네스토이인들과 마케도니아인들까지 지배했다.
τὸ δὲ πολὺ Μακεδονίας αὐτὸς Πύρρος κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸς Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείως.
그러나 마케도니아의 대부분은 피로스 자신이 차지하고 있었는데, 그는 에페이로스로부터 군대를 이끌고 왔으며 당시에는 리시마코스와 우호적인 관계를 유지하고 있었다.
Δημητρίου δὲ διαβάντος ἐς τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντος, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία· γενομένου δὲ ἐπὶ Σελεύκῳ Δημητρίου Λυσιμάχῳ καὶ Πύρρῳ διελύθη ἡ φιλία, καὶ καταστάντων ἐς πόλεμον Λυσίμαχος Ἀντιγόνῳ τε τῷ Δημητρίου καὶ αὐτῷ Πύρρῳ πολεμήσας ἐκράτησε παρὰ πολὺ καὶ Μακεδονίαν ἔσχεν, ἀναχωρῆσαι Πύρρον βιασάμενος ἐς τὴν Ἤπειρον.
데메트리오스가 아시아로 건너가 셀레우코스와 전쟁을 치르는 동안에는 데메트리오스의 세력이 버티고 있는 한 피로스와 리시마코스의 동맹이 계속 되었으나, 데메트리오스가 셀레우코스의 수중에 들어가자 리시마코스와 피로스의 우호 관계는 깨졌고, 이들이 전쟁에 돌입하자 리시마코스는 데메트리오스의 아들 안티고노스 및 피로스 자신과 싸워 압도적인 승리를 거두고 피로스를 에페이로스로 물러나게 함으로써 마케도니아를 차지했다.
§1.10.3εἰώθασι δὲ ἀνθρώποις φύεσθαι διʼ ἔρωτα πολλαὶ συμφοραί.
인간에게는 사랑 때문에 많은 재앙이 생기곤 한다.
Λυσίμαχος γὰρ ἡλικίᾳ τε ἤδη προήκων καὶ ἐς τοὺς παῖδας αὐτός τε νομιζόμενος εὐδαίμων καὶ Ἀγαθοκλεῖ παίδων ὄντων ἐκ Λυσάνδρας Ἀρσινόην ἔγημεν ἀδελφὴν Λυσάνδρας.
왜냐하면 리시마코스는 이미 나이가 많았고, 자식들에 있어서도 스스로 행복하다고 여겨졌으며, 아가토클레스 역시 리산드라와의 사이에 자식들이 있었음에도 리산드라의 자매인 아르시노에를 아내로 맞이했기 때문이다.
ταύτην τὴν Ἀρσινόην φοβουμένην ἐπὶ τοῖς παισί, μὴ Λυσιμάχου τελευτήσαντος ἐπʼ Ἀγαθοκλεῖ γένωνται, τούτων ἕνεκα Ἀγαθοκλεῖ ἐπιβουλεῦσαι λέγεται.
이 아르시노에는 자신의 아이들을 걱정하여, 리시마코스가 죽은 뒤 그들이 아가토클레스의 지배하에 놓이게 될까 두려워했고, 이 때문에 아가토클레스를 음해하려 음모를 꾸몄다고 전해진다.
ἤδη δὲ ἔγραψαν καὶ ὡς Ἀγαθοκλέους ἀφίκοιτο ἐς ἔρωτα ἡ Ἀρσινόη, ἀποτυγχάνουσα δὲ †ἐπὶ τῷ βουλεῦσαι λέγουσιν Ἀγαθοκλεῖ θάνατον.
이미 어떤 이들은 아르시노에가 아가토클레스를 사랑하게 되었으나, 거절당하자 아가토클레스를 죽일 음모를 꾸몄다고 기록하기도 했다.
λέγουσι δὲ καὶ ὡς Λυσίμαχος αἴσθοιτο ὕστερον τὰ τολμηθέντα ὑπὸ τῆς γυναικός, εἶναι δὲ οὐδὲν ἔτι οἱ πλέον ἠρημωμένῳ φίλων ἐς τὸ ἔσχατον.
또한 리시마코스가 나중에 아내가 저지른 이 대담한 짓을 알아챘으나, 친구들을 잃고 극도로 고립된 그에게는 더 이상 어찌할 도리가 없었다고도 전해진다.
§1.10.4ὡς γὰρ δὴ τότε ὁ Λυσίμαχος ἀνελεῖν τὸν Ἀγαθοκλέα Ἀρσινόῃ παρῆκε, Λυσάνδρα παρὰ Σέλευκον ἐκδιδράσκει τούς τε παῖδας ἅμα ἀγομένη καὶ τοὺς ἀδελφοὺς τοὺς αὑτῆς, †οἷ περιελθὸν τοῦτο ἐς Πτολεμαῖον καταφεύγουσι. τούτοις ἐκδιδράσκουσι παρὰ Σέλευκον καὶ Ἀλέξανδρος ἠκολούθησεν, υἱὸς μὲν Λυσιμάχου, γεγονὼς δὲ ἐξ Ὀδρυσιάδος γυναικός.
당시 리시마코스가 아르시노에에게 아가토클레스를 죽이도록 허락하자, 리산드라는 자신의 아이들과 형제들을 데리고 셀레우코스에게로 도망쳤으니, †이 일이 프톨레마이오스에게 번지자 그들이 피신한 것이었다.† 셀레우코스에게 도망치는 이들을 따라, 오드리사이인 여성에게서 태어난 리시마코스의 아들 알렉산드로스도 동행했다.
οὗτοί τε οὖν ἐς Βαβυλῶνα ἀναβεβηκότες ἱκέτευον Σέλευκον ἐς πόλεμον πρὸς Λυσίμαχον καταστῆναι·
그리하여 이들은 바빌론으로 올라가 셀레우코스에게 리시마코스와의 전쟁에 돌입해 줄 것을 간청했다.
καὶ Φιλέταιρος ἅμα, ᾧ τὰ χρήματα ἐπετέτραπτο Λυσιμάχου, τῇ τε Ἀγαθοκλέους τελευτῇ χαλεπῶς φέρων καὶ τὰ παρὰ τῆς Ἀρσινόης ὕποπτα ἡγούμενος καταλαμβάνει Πέργαμον τὴν ὑπὲρ Καΐκου, πέμψας δὲ κήρυκα τά τε χρήματα καὶ αὑτὸν ἐδίδου Σελεύκῳ.
동시에 리시마코스의 자금을 위탁받았던 필레타이로스 역시 아가토클레스의 죽음을 비통해하고 아르시노에의 움직임을 미심쩍게 여겨, 카이코스 강 상류의 페르가몬을 점령하고 전령을 보내 그 자금과 자기 자신을 셀레우코스에게 바쳤다.
§1.10.5Λυσίμαχος δὲ ταῦτα πάντα πυνθανόμενος ἔφθη διαβὰς ἐς τὴν Ἀσίαν καὶ ἄρξας αὐτὸς πολέμου συμβαλών τε Σελεύκῳ παρὰ πολύ τε ἐκρατήθη καὶ αὐτὸς ἀπέθανεν.
리시마코스는 이 모든 일을 전해 듣고 기선을 제압하여 아시아로 건너가 스스로 먼저 전쟁을 시작했으나, 셀레우코스와 맞붙어 대패하고 그 자신도 전사했다.
Ἀλέξανδρος δέ, ὃς ἐκ τῆς γυναικὸς Ὀδρυσίδος ἐγεγόνει οἱ, πολλὰ Λυσάνδραν παραιτησάμενος ἀναιρεῖταί τε καὶ ὕστερον τούτων ἐς Χερρόνησον κομίσας ἔθαψεν, ἔνθα ἔτι καὶ νῦν ἐστίν οἱ φανερὸς ὁ τάφος Καρδίας τε μεταξὺ κώμης καὶ Πακτύης.
오드리사이인 여성에게서 태어난 아들 알렉산드로스는 리산드라에게 거듭 간청하여 시신을 수습했고, 그 후 헤르소네소스 반도로 운반하여 안장했으니, 그곳에는 지금도 카르디아 마을과 팍튀에 사이에 그의 무덤이 뚜렷하게 남아 있다.