Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.9.6-1.9.8

リュシマコスの諸戦役と墓荒らしの嫌疑

10 / 465 箇所 · ギリシア語

要旨

リュシマコスが周辺諸民族や他の後継者たちと繰り広げた戦いや、都市の再建、墓荒らしの嫌疑について、著者が歴史家ヒエロニュモスの叙述を批判しつつ解説する。

§1.9.6τότε δὲ ὁ Λυσίμαχος πρώτοις τῶν περιοίκων ἐπολέμησεν Ὀδρύσαις, δεύτερα δὲ ἐπὶ Δρομιχαίτην καὶ Γέτας ἐστράτευσεν·
当時、リュシマコスは周辺の住民のうちで最初にオドリュサイ人と戦い、二番目にはドロミカイテスおよびゲタイ人に対して遠征した。
οἷα δὲ ἀνδράσι συμβαλὼν οὐκ ἀπείροις πολέμων, ἀριθμῷ δὲ καὶ πολὺ ὑπερβεβληκόσιν, αὐτὸς μὲν ἐς τὸ ἔσχατον ἐλθὼν κινδύνου διέφυγεν, ὁ δέ οἱ παῖς Ἀγαθοκλῆς συστρατευόμενος τότε πρῶτον ὑπὸ τῶν Γετῶν ἑάλω.
戦争の経験が豊富で、数においてもはるかに上回っている人々を相手にしたため、彼自身は極限の危険に陥りながらも逃れたが、ともに従軍していた彼の息子アガトクレスは、そのとき初めてゲタイ人によって捕らえられた。
Λυσίμαχος δὲ καὶ ὕστερον προσπταίσας μάχαις καὶ τὴν ἅλωσιν τοῦ παιδὸς οὐκ ἐν παρέργῳ ποιούμενος συνέθετο πρὸς Δρομιχαίτην εἰρήνην, τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου παρεὶς τῷ Γέτῃ καὶ θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ πλέον·
リュシマコスはその後も戦闘で敗北を喫し、息子の捕縛を軽視しなかったので、ドロミカイテスと和約を結び、己の支配領域のうちイストロス川の向こう側をそのゲタイ人に譲り渡し、また娘を嫁がせたが、これは大部分において余儀なくされたことであった。
οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ αὐτὸν ἁλῶναι λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος.
しかしある人々は、アガトクレスではなくリュシマコス自身が捕らえられ、アガトクレスが彼のためにそのゲタイ人と交渉したことによって救出されたのだと言っている。
ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε τοῦ Λάγου καὶ Εὐρυδίκης οὖσαν.
彼が帰還すると、彼はアガトクレスに、ラゴスの子プトレマイオスとエウリュディケの娘であるリュサンドラを妻として娶らせた。
§1.9.7διέβη δὲ καὶ ναυσὶν ἐπὶ τὴν Ἀσίαν καὶ τὴν ἀρχὴν τὴν Ἀντιγόνου συγκαθεῖλε.
また彼は船でアジアへと渡り、アンティゴノスの支配権を共に滅ぼした。
συνῴκισε δὲ καὶ Ἐφεσίων ἄχρι θαλάσσης τὴν νῦν πόλιν, ἐπαγαγόμενος ἐς αὐτὴν Λεβεδίους τε οἰκήτορας καὶ Κολοφωνίους, τὰς δὲ ἐκείνων ἀνελὼν πόλεις, ὡς Φοίνικα ἰάμβων ποιητὴν Κολοφωνίων θρηνῆσαι τὴν ἅλωσιν.
また彼は海に至る現在のエペソス人の都市を共同移住させて造り、そこにレベドス人とコロポン人を住民として引き入れ、彼らの都市を破壊した。 そのため、コロポン人のイアンボス詩人ポイニクスはその陥落を哀悼した。
Ἑρμησιάναξ δὲ ὁ τὰ ἐλεγεῖα γράψας οὐκέτι ἐμοὶ δοκεῖν περιῆν·
エレゲイアを書いたヘルメシアナクスは、私の見解では、もはや生存していなかったと思われる。
πάντως γάρ που καὶ αὐτὸς ἂν ἐπὶ ἁλούσῃ Κολοφῶνι ὠδύρατο.
なぜなら、もし生きていれば、彼自身もコロポンの陥落をきっと嘆いただろうからである。
Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου·
また、リュシマコスはアイアキデスの子ピュロスとの戦争にも至った。
φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα, οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο, τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον καὶ ἐπὶ τὰς θήκας ἦλθε τῶν βασιλέων.
彼がエペイロスから去った(彼がよくさまよっていたように)隙を狙って、リュシマコスはエペイロスの他の地域を略奪し、王たちの墓にまで至った。
§1.9.8τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά, Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι.
しかし、これ以降のことは私には信じがたい。 カルディアのヒエロニュモスは、リュシマコスが死者の墓を暴いて骨を撒き散らしたと書いた。
ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως χαρίζεσθαι· τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν παντάπασίν ἐστι φανερὸς ἐπηρείᾳ συνθείς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν.
このヒエロニュモスは、他の点でもアンティゴノスを除く王たちに対して敵意をもって書き、アンティゴノスに対しては不当にへつらったという評判があるが、エペイロス人の墓に関する件については、マケドニア人が死者の墓を暴くなどということは、完全に悪意をもってでっち上げたことが明白である。
χωρὶς δὲ ἠπίστατο δή που καὶ Λυσίμαχος οὐ Πύρρου σφᾶς προγόνους μόνον ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας·
それに、リュシマコスもまた、これらがピュロスのみならずアレクサンドロスの先祖でもあることを当然知っていたはずである。
καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης τε ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός, ἥ τε ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ καὶ πολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι.
なぜならアレクサンドロスもまた、母方においてはエペイロス人であり、アイアキデス家の一員だったからである。 また、その後にピュロスがリュシマコスと結んだ同盟は、たとえ戦ったとしても、彼らの間に決して和解不可能な恨みは生じなかったことを示している。
τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμάχειαν ἀντʼ αὐτῆς ᾤκισεν ἐπὶ τῷ ἰσθμῷ τῆς Θρᾳκίας χερρονήσου.
ヒエロニュモスにはおそらくリュシマコスに対する他の不満もあったのだろうが、最大のものは、リュシマコスがカルディア人の都市を破壊し、その代わりにトラキア半島の地峡にリュシマケイアを建設したことであった。

語釈・文法注

  1. §1.9.6οἷα δὲ ἀνδράσι συμβαλὼν — 分詞 συμβαλὼν は主格単数で主節の主語(Λυσίμαχος)に一致し、οἷα は分詞を修飾して理由(「〜だったので」)を強調する。
  2. §1.9.6τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου — 部分属格 τῆς ἀρχῆς が παρεὶς の直接目的語である対格中性複数名詞化表現 τὰ πέραν Ἴστρου(イストロス川の向こう側の地域)に係る。
  3. §1.9.7ἐμοὶ δοκεῖν — 独立不定詞 ἐμοὶ δοκεῖν (「私の見解では」「私に思われるところでは」)の用法。 δοκεῖν は絶対的な不定詞として挿入的に機能している。
  4. §1.9.7ἂν ... ὠδύρατο — 小辞 ἄν と直説法過去(アオリスト) ὠδύρατο の組み合わせで、過去における反実仮想(「彼自身も嘆いたであろうに〔実際には生きていなかったので嘆かなかった〕」)を表す。
  5. §1.9.8ἐγκλήματα — 名詞 ἐγκλήματα の後ろの属格(ここでは前置詞句 ἐς Λυσίμαχον がそれに代わる)は、不満や非難の対象を表す客観的関係を示す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.9.6-1.9.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.9.6-1.9.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。