§433σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις.
救済を、彼らのためにあえて手助けしようとするだろうか。
πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν;
神々に誓って、他のことは措くとして、あなたはいったいどこからあの少女を得たのか。
ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς.
私たちがあなたに施した恩恵からではないか。
οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.
現にそのようにして、あなたは他の多くの場所の中でリュルネッソスをも攻略したのだ。
οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων.
したがって、軍勢が少女の付属物であるのが当然なのではなく、少女こそが軍勢やその他の事柄の付属物であるのが当然なのだ。
ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ;
しかし、何よりも最も奇妙なのは、クリュセースは娘を取り戻したとき、それ以上彼らを敵として呪うよう祈ることをせず、怒りを収めたというのに――彼は野蛮人であり、生まれながらの敵であり、彼女の救済(安全)を巡って我々と共に危険にさらされていた者であるにもかかわらず――、あなたは、その女性自身を取り戻すだけでなく、その上にこれほど多くのものを受け取り、女性たちに加えて財産、都市、土地、姻戚関係をも得るというのに(これらは驚嘆すべきものであって、私はそれを言うのをやめはしないが、あなたとしても不満を言うことはできないものである)、永遠に激怒したままでいるつもりなのか、ということだ。
κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα;
そして、あのクリュセースは神に我々の疫病を止めてくれるよう共に祈ってくれたというのに、あなたは戦争の困難を止めようとは思わないのか。
ἀλλʼ ὁ μὲν ἐξ ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων;
しかし、彼はアカイア人に対して両方の面から力を示して見せた。 呪いをかけて多くの者を滅ぼしたことと、祈りを捧げて全員を救ったことの両方から。 それなのにあなたは、一方の面だけで祭司を模倣しようとするつもりなのか、それも人々を滅ぼすことにおいて?
ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν;
しかし、全員を救うことによって自分の力量を示す方が、一方を行ってあとは逃亡するよりも、はるかに優れていた。 そして、自分自身のものを取り戻すために軍勢を裏切ることを、あなたは恐ろしいことと考えただろうに、自分自身のものを取り戻すとともに軍勢を救うことは、受け入れないというのか。 だが、ヘクトルは火と鉄をもってすべてを襲い、彼にとってはトロイアを救うことすら小さなことにすぎないというのに、あなたは幕舎に留まり、竪琴に合わせて歌を歌っているつもりなのか。
πότερον τὰ ἑτέρων ᾁδων μενεῖς;
他人の事績を歌いながら留まるつもりなのか。
ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι.
しかし、優れた事績を成し遂げて、他人に自分自身の事績を歌わせる方が、はるかに優れている。
ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν;
あるいは、ゼウスにかけて、あなたが抱いているその怒りを、まるで神であるかのように讃えて歌うのか。
δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου §434μελῳδῶν.
私は、あなたがこのようにすべての時間に対して時期外れに歌を歌うことで、アカイア人たちの哀悼歌を歌うことになるのではないかと恐れている。
εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ.
そのくせ、あなたは自分が命を惜しむ者だと言い、自分について嘘をついている。
καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι;
神々に誓って、アキレウスは生きることを愛しており、死んだ者が生き返ることは不可能だからという理由で、矢の届かない外にいるのだ、という言葉を信じるほど愚かな子供が、いったい誰がいようか。
εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ τούτους ἠκούομεν τοὺς λόγους;
もし私たちがポーキス人エペイオスの言葉を聞いていたなら、これら以外のどんな言葉を聞くことがあっただろうか。
καίτοι τί λέγω;
いや、私は何を言っているのか。
ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι.
あのエペイオスでさえ、誰かに譲るくらいなら、拳闘で死ぬ方を選ぶだろうに。
ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος·
したがって、このような言葉はテルシーテース、あるいは彼に類する者に向けられるべきだ。
σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει·
しかし、我が友よ、あなたは自分を嘲るのをやめ、あなたには全く似合わない邪悪さを自分のものにしようとするな。
οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν.
なぜなら、あなたは私たちを説得することもできないし、私が思うに、自分自身をも説得することはできないからだ。
ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει;
それとも、船を引き下ろし、船出して去ってしまうつもりか。
εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ·
その場合、以前と今とで、これほど違った風に海を航行することを、母方の親族であるネーレーイスたちに対して恥ずかしいとは思わないのか。
τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος.
かつては軍勢のために名声の土台と力を集めていたのに、今は全員を害しているのだから。
πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ.
あなたのこのような行為は、どちらの親族にふさわしいものか。 海の親族か、それともかつてここに来て、指揮官と共に敵を滅ぼすまでは決して船出しなかった陸の親族か。
τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς;
また、神々に誓って、あなたが明日執り行うと言うその犠牲に、あなたはどんな名前をつけるつもりなのか。
πότερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν;
感謝の犠牲か、それとも何と呼ぶつもりなのか。
εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω.
そして、ギリシア人たちの災厄を前にして犠牲を捧げ、献酒をし、祝歌を歌い、彼らからすべてを受け取っていると主張し、かつてあなたの指揮下にあった死者たちで満ちた平原を、何日目になるかもわからないほど見下ろしながら、このような邪悪さの証人に神々自身を仕立て上げることを、恥ずかしいとは思わないのか。
τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα;
あなたの船出の様子はどのようになるだろうか。
ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων;
あるいは、それを見たり聞いたりした人々は、どのような噂を口にするだろうか。
Ἀχιλλεὺς ἐπαναπλεῖ;
「アキレウスが帰国するのか? 」と。
ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων;
どんな戦利品を持ち帰り、どんな初物を捧げ、故郷の私的あるいは公的なもののうち、何を冠で飾るつもりなのか。
καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν.
今、スキュロス島に船を寄せるのは素晴らしいことだ。
καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ;
そして、自分の子供に何と言うつもりなのか。
τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών;
妻に対して、何と言えば自分がより優れた者に見えると思うのか。
καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;
いや、私がスキュロスや妻について語る必要がどこにあろうか。