§435ἀλλὰ τί φήσουσιν οἱ Τρῶες;
だが、トロイア人たちは何と言うだろうか。
ἆρʼ οὐ φεύγειν σε φοβούμενον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς;
あなたが恐れて逃亡するのだと、あなたが留まるなら救い(安全)は全くないと見て、言うのではないか。
ἄξιόν γε, οὐ γάρ;
実に素晴らしいことだ、そうではないか。
τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης.
プリアモスとネストルの老境を合わせたものが、このような不名誉を被るとは。
ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ;
しかし、あなたはこれらのことをせず、ヘクトルがあなたの幕舎や船に到達し、全員を次々に殺していくまで留まり、その時になって彼らに自分が何者であるかを示すつもりなのか。
εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν καιρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας τῇ περιουσίᾳ χρήσασθαι, ἀλλʼ ὅταν μηδεὶς λίπηται;
もしあなたにそれほどの余力があるなら、その時が来るのを放置し、全員の救済のためにその余力を用いず、誰も残らなくなってから用いるというのは、どうして恥ずべきことでないだろうか。
εἰ δʼ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκʼ ἔξεστιν;
それとも、もしそれが既に困難なことになっているなら、可能なうちに助けるべきではないか。
ἐγὼ δʼ ἀπιστῶ οὐδʼ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω.
そして私は、あなた一人がすべての野蛮人に対抗するのに十分であり、さらにそれ以上に強力であるということを、全く疑わない。
ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλʼ ἔτι καὶ κατʼ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατʼ ἀνάγκας ἀμύνεσθαι, νῦν δʼ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις·
しかしながら、時の違いは決定的に重要であると私は考える。 それは、あなたにとって観客や目撃者が健在であるうちに、この優れた力を示す方がより良いという点においてだけでなく、またさらに、その時には、あなたは自分自身を助け、必要に迫られて防衛しているように見えるだろうが、今は、あなたを呼びにきた者たちのために出陣し、彼らを助けているように見えるという点においてもである。
ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν χάριν.
したがって、あなたは感謝されるという点において、少なからぬ利益を得るだろう。
ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθʼ ὅσον βούλει μέρος.
総じて、自分が望むだけの部分においてのみ戦争の管理者になることは不可能である。
ἀλλὰ πολλὰ γένοιτʼ ἂν ὧν βούλει μεθʼ ὧν οὐκ ἂν δέξαιο.
むしろ、あなたが望む多くのことが、あなたが望まない事柄を伴って起こるかもしれない。
πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων.
あなたにとって極めて大切な人の誰かも、倒れるかもしれない。
καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν, καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθʼ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾁδεσθαι σοῦ ζῶντος ὦ Ζεῦ;
他の者たちは措くとして、まさにここにいる私たち、あなたが最も親しい者たちと呼び、その姿を見て立ち上がり、そのために混和器を置き、より強い酒を注ぐよう命じた私たちについて言えば、明日この時間には、私たちをも他の者たちと一緒に入り混じって横たわっており、あなたが今、共に献酒をしている者たち、彼らの血で大地が流れ、ヘクトルの陣営において勝利の混和器が置かれ、ゼウスよ、あなたが生きている間に祝歌が歌われるのを、何が妨げようか。
τί δʼ, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυσὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτην §436ἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς;
そして、もし幕舎が奪われ、船が燃やされると同時に、彼らがこのこよなく愛された女性を虐殺するか、あるいは再び捕虜として自分たちのもとへ連れて行くなら、どうなるか。
ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων;
それとも、今や彼女がすべての事柄の要点なのだろうか。
ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ.
私はあなたに喜んで尋ねたい。 もしあの時、アガメムノンが彼女を連れ去って殺してしまったなら、あるいは彼女があなたのところに留まっている間に殺してしまったなら、今、彼はどうすべきだっただろうか。 あるいは、どれほど多くの殺人贖罪金を支払うことで、あなたの好意を得るべきだったか。 もし、今彼が生きた彼女を返し、さらにあなたが最も望むであろうことを誓っているというのに、それでもあなたが怒りをやめず、民族ごと、都市ごと、そして個々の人物から復讐を果たさなければ、自分にとって人生は生きるに値しないとみなすほどの、それほど大きな怒りに至るというのであれば。
ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.
彼女のせいで軍勢がことごとく滅び去るとき、その少女自身を憎むことにならないよう注意せよ。
βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος λόγον εἰπεῖν, ὅν ποτʼ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν ἀπʼ Αἰτωλίας.
また、あなたの師であるケイロンの言葉をも、あなたに語りたい。 彼はかつてペリオン山で、アイトリアから来た者の誰かに対してそのように語ったのだ。
θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλλιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον·
というのも、適度な怒りほど人にとって美しいものはなく、過度な怒りほど醜いものはない、と彼は言ったからだ。
ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι.
その怒りは、敵に仕返しをして立ち去るが、それを抱く者を常に、そして絶え間なく滅ぼすのである。
σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς.
あなたは、これ以上何事をも行わず、またあなた自身も被らないようにせよ。
ἐνθυμοῦ δὲ ὅτι πᾶσι πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν·
自然はすべての物事に対して限界を設けたのであり、人間の事柄の中で永遠のものは何一つない、ということを心に留めよ。 戦争も、平和も、感謝も、怒りも、他の何ものもそうではないのだ。
ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν;
それとも、王に対してあなたに存在していた友情の解消は見出されたというのに、怒りの解消は再び現れないのだろうか。
καὶ μὴν πολὺ βέλτιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ʼκείνων ἐρχομένων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις·
さらに、友情こそは不滅であるべきだと考える方が、それらが運命の支配下に入るときに、敵意の解消をもたらすことを望まないよりも、はるかに優れている。
δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύσεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι, ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον.
というのも、これら二つの女神、すなわちネメシスとディケーが、人間のあらゆる事柄を巡り歩いており、本性を超えて考えることを許さず、もし誰かが彼女たちを全く顧みないならば、偉大な者たちから容易に小さな者たちへと変えてしまうからだ。
καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν·
そして、このことの例はあなたのすぐ近くにある。
ὃς σοῦ τότʼ ἐφρόνησε μεῖζον, τίνος
当時、あなたよりも高慢に考えたあの者が、どのような[境遇にあるか]……