← アイリオス・アリステイデス

アキレウスへの使節の演説

§433-434

クリュセースとの対比と軍見捨ての批判

話者はアキレウスに対し、怒りに囚われて軍を見捨てることを厳しく批判し、クリュセースの態度との対比や帰国した際の名誉失墜を説いて戦線復帰を促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§433

σωτηρίαν1 αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων. οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον2 οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλʼ ὁ μὲν ἐξ ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου3 μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ4 κακίας, ἧς οὐδέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν; εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;

救済を、彼らのためにあえて手助けしようとするだろうか。神々に誓って、他のことは措くとして、あなたはいったいどこからあの少女を得たのか。あなたが私たちに恩恵を施していたその働きからではないか。現にそのようにして、あなたは他の多くの場所の中でリュルネッソスをも攻略したのだ。したがって、軍勢が少女の付属物であるのが当然なのではなく、少女こそが軍勢やその他の事柄の付属物であるのが当然なのだ。しかし、何よりも最も奇妙なのは、クリュセースは娘を取り戻したとき、それ以上彼らを敵として呪うよう祈ることをせず、怒りを収めたというのに――彼は野蛮人であり、生まれながらの敵であり、彼女自身の救済(安全)を巡っても共に危険にさらされていた者であるにもかかわらず――、あなたは、その女性自身を取り戻すだけでなく、その上にこれほど多くのものを受け取り、女性たちに加えて財産、都市、土地、姻戚関係をも得るというのに(これらは驚嘆すべきものであって、私はそれを言うのをやめはしないが、あなたとしても不満を言うことはできないものである)、永遠に激怒したままでいるつもりなのか、ということだ。そして、あのクリュセースは神に我々の疫病を止めてくれるよう共に祈ってくれたというのに、あなたは戦争の困難を止めようとは思わないのか。しかし、彼はアカイア人に対して両方の面から力を示して見せた。呪いをかけて多くの者を滅ぼしたことと、祈りを捧げて全員を救ったことの両方から。それなのにあなたは、一方の面だけで祭司を模倣しようとするつもりなのか、それも人々を滅ぼすことにおいて?しかし、全員を救うことによって自分の力量を示す方が、一方を行ってあとは逃亡するよりも、はるかに優れていた。そして、自分自身のものを取り戻すために軍勢を裏切ることを、あなたは恐ろしいことと考えただろうに、自分自身のものを取り戻すとともに軍勢を救うことは、受け入れないというのか。だが、ヘクトルは火と鉄をもってすべてを襲い、彼にとってはトロイアを救うことすら小さなことにすぎないというのに、あなたは幕舎に留まり、竪琴に合わせて歌を歌っているつもりなのか。他人の事績を歌いながら留まるつもりなのか。しかし、優れた事績を成し遂げて、他人に自分自身の事績を歌わせる方が、はるかに優れている。あるいは、ゼウスにかけて、あなたが抱いているその怒りを、まるで神であるかのように讃えて歌うのか。私は、あなたがこのようにすべての時間に対して時期外れに歌を歌うことで、アカイア人たちの哀悼歌を歌うことになるのではないかと恐れている。そのくせ、あなたは自分が命を惜しむ者だと言い、自分について嘘をついている。神々に誓って、アキレウスは生きることを愛しており、死んだ者が生き返ることは不可能だからという理由で、矢の届かない外にいるのだ、という言葉を信じるほど愚かな子供が、いったい誰がいようか。もし私たちがポーキス人エペイオスの言葉を聞いていたなら、これら以外のどんな言葉を聞くことがあっただろうか。いや、私は何を言っているのか。あのエペイオスでさえ、誰かに譲るくらいなら、拳闘で死ぬ方を選ぶだろうに。したがって、このような言葉はテルシーテース、あるいは彼に類する者に向けられるべきだ。しかし、我が友よ、あなたは冗談を言うのをやめ、あなたには全く似合わない邪悪さを自分のものにしようとするな。なぜなら、あなたは私たちを説得することもできないし、私が思うに、自分自身をも説得することはできないからだ。それとも、船を引き下ろし、船出して去ってしまうつもりか。その場合、以前と今とで、これほど違った風に海を航行することを、母方の親族であるネーレーイスたちに対して恥ずかしいとは思わないのか。かつては軍勢のために名声の土台と力を集めていたのに、今は全員を害しているのだから。あなたのこのような行為は、どちらの親族にふさわしいものか。海の親族か、それともかつてここに来て、指揮官と共に敵を滅ぼすまでは決して船出しなかった陸の親族か。また、神々に誓って、あなたが明日執り行うと言うその犠牲に、あなたはどんな名前をつけるつもりなのか。感謝の犠牲か、それとも何と呼ぶつもりなのか。そして、ギリシア人たちの災厄を前にして犠牲を捧げ、献酒をし、祝歌を歌い、彼らからすべてを受け取っていると主張し、かつてあなたの指揮下にあった死者たちで満ちた平原を、何日目になるかもわからないほど見下ろしながら、このような邪悪さの証人に神々自身を仕立て上げることを、恥ずかしいとは思わないのか。あなたの船出の様子はどのようになるだろうか。あるいは、それを見たり聞いたりした人々は、どのような噂を口にするだろうか。「アキレウスが帰国するのか?」と。どんな戦利品を持ち帰り、どんな初物を捧げ、故郷の私的あるいは公的なもののうち、何を冠で飾るつもりなのか。今、スキュロス島に船を寄せるのは素晴らしいことだ。そして、自分の子供に何と言うつもりなのか。妻に対して、何と言えば自分がより優れた者に見えると思うのか。いや、私がスキュロスや妻について語る必要がどこにあろうか。

構文注4 件
  1. 433σωτηρίαν

    前文の末尾にある νῦν δʼ οὐδʼ εἰς αὐτὴν τὴν(しかし今は、まさに彼らの…にさえ)から繋がっており、名詞 σωτηρίαν(救済、安全)は不定詞 ἐπαρκέσαι の直接目的語である。全体として「彼らの救済を確保することさえ、あえてしようとはしない」という否定の文脈をなす。

  2. 433δέον

    非人称動詞 δεῖ の分詞の中性単数対格形であり、対格絶対(accusative absolute)として機能している。「〜すべきであるのに」「当然であるのに」の意味を表す。

  3. 433ἀωρὶ τοῦ παντὸς χρόνου

    副詞 ἀωρί(時期外れに、不適切に)が時間を示す属格 τοῦ παντὸς χρόνου(すべての時間)を伴う、度を越した時期外れさを強調する慣用的な表現。「すべての時間においておよそ不相応な時期に」という意味になる。

  4. 434ἀντιποιοῦ

    動詞 ἀντιποιέω の中動態命令法現在2人称単数形。属格(ここでは κακίας)を伴って「(何かを)自分のものと主張する」「(自分にない性質を)装う」という意味になる。「あなたに全く似合わない邪悪さを自分のものにするな」の意。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:433-434