§327καταστάσεώς γʼ ἕνεκα τῆς πολιτείας διερευνᾶν, καίτοι κἀνταῦθά τις ἂν ἔχοι ὑπολαβεῖν αὐτῷ, τί δʼ ἐστὶ τοιοῦτον;
国制の確立のために探究することに(関しては)。 とはいえ、ここでも誰かが彼に対して反論する余地があるだろう。 「それはどういうことか」と。
εἰ μὲν γὰρ ὅλως ἔμελλες χρήσεσθαι τῷ ποιητῇ, χρῆν ἐξαλείφειν ἅ γε μὴ προσίεσο·
もし全体としてあなたが詩人を用いるつもりであったなら、受け入れがたいものを取り除くべきであった。
εἰ δὲ ἁπλῶς ἐκπέμπεις αὐτὸν καὶ οὐδέσιν οὐδὲ ὧν ἐπαινεῖς ἐᾷς ὁμιλεῖν τὴν σαυτοῦ πόλιν, πράγματα σαυτῷ παρέχεις, τὰ μὲν ἐξαίρων, τὰ δὲ ἐγκαταλείπων.
しかし、もし単に彼を追放し、あなたが称賛するものの誰に対しても、あなたの都市が交わることを許さないなら、あるものは取り除き、あるものは残しておくなど、自分自身に面倒をもたらしているのだ。
δῶμεν οὖν, εἰ βούλεται, ἡδύσματος ἕνεκα τῶν λόγων αὐτῷ καὶ διατριβῆς ταῦτʼ εἰρῆσθαι.
では、もし彼が望むなら、これらは議論 of 味付けと退屈しのぎのために彼によって語られたのだと認めよう。
ἢ δεῖ τοῖς πεπολιτευμένοις ἅπασιν αὖθις ἐπʼ αὐτὸν ἐπανόδου;
あるいは、国政に関わったすべての人々に対して、再び彼(の批判)へと立ち戻る必要があるのだろうか。
ἆρʼ οὐ φιλοτιμία λαμπρά;
それこそ華々しい功名心ではないか。
ἤδη γὰρ ἀποκαλύψας ἐγὼ λέγω.
今や私は包み隠さずに言おう。
ἐκ τῆς Πολιτείας
ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ὁποῖα ἐπιτηδεύματα βελτίους ἀνθρώπους ἢ χείρους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαιμόνιοι καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί;
『国家』より―― 「おお、親愛なるホメロスよ、もしあなたが、徳に関して、真理から三番目の、私たちが模倣者と定義したような偶像の創作者ではなく、第二番目であり、どのような営みが私生活においても公生活においても人間をより良く、あるいはより悪くするのかを知ることができたのだとしたら、教えてほしい。 あなたのせいで、どの都市が、リュクルゴスのおかげでラケダイモン人たちが、あるいは他の多くの人々のおかげで多くの大小の都市が、より良く治められるようになったのか。
σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι;
あなたを、どの都市が、立法者となって自分たちを益したと主張しているのか。
Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία καὶ ἡμεῖς Σόλωνα, σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν;
イタリアとシケリアはハロンダスを、私たちはソロンを(そのように言うが)、あなたについては、誰が誰かを挙げることができるだろうか。
οὐκ οἶμαί γε, ἔφη ὁ Γλαύκων·
」「私はそうは思いません」とグラウコンは言った。
οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν.
「ともかく、ホメロスの末裔たちによってさえ、そのようなことは言われていません。
ἀλλὰ δὴ πόλεμος ἐπὶ Ὁμήρου ὑπʼ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται;
」「では、ホメロスの時代に、彼が指揮したか、あるいは優れた助言を与えたことによって、首尾よく戦われた戦争が記憶されているだろうか。
οὐδείς.
」「誰も(記憶していません)。
ἀλλʼ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας, ἤ τινες ἄλλαι πράξεις λέγονται, ὥσπερ αὖ Θάλεω πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου;
」「では、知恵ある男の仕事にふさわしい、技術に関する多くの発明や巧妙な手段、あるいは他の何らかの活動が、ミレトスのタレスやスキティアのアナカルシスについて言われているように、語られているだろうか。
οὐδαμῶς τοιοῦτον οὐδέν.
」「決してそのようなことはありません。
ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας ζῶν αὐτὸς λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε ὑπερβαλλόντως ἐπὶ τούτῳ ἠγαπήθη καὶ οἱ ὕστερον ἔτι νῦν τρόπον τὸν αὐτὸν §328ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις;
」「では、公的にはそうでないとしても、私的に、彼自身が生きていた時に、ある人々にとって教育の指導者となり、その人々が交わりにおいて彼を愛し、後世の人々にホメロス的な生活の道を伝えたと言われているだろうか。 ちょうどピタゴラス自身がこのことで並外れて愛され、後世の人々が今なお同じようにその生活を名付け、他の人々の中で目立っているように見えるのと同じように。
οὐδʼ αὖ, ἔφη, τοιοῦτον·
」「やはり、そのようなことはありません」と彼は言った。
οὐδὲν λέγεται.
「何も言われていません。
ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος, ἔτι πρὸς παιδιὰν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ.
なぜなら、ソクラテスよ、おそらくホメロスの仲間であったクレオピュロスは、ホメロスについて言われていることが本当なら、教育に関してはおそらくさらに滑稽な者として現れるでしょうから。
λέγεται γὰρ οὖν, ἦν δʼ ἐγώ.
」「現にそう言われているのだ」と私は言った。
ἀλλʼ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρʼ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπʼ αὐτῶν;
「しかし、グラウコンよ、もし本当にホメロスが人間を教育し、より良くすることができ、これらのことについて模倣するだけでなく、認識する能力を持っていたとしたら、彼は多くの仲間を得て、彼らから敬意を払われ、愛されたとは思わないか。
ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφʼ αὑτῶν παριστάναι, ἰδίᾳ ξυγγιγνόμενοι, ὡς οὔτε πόλιν οὔτε οἰκίαν τὴν ἑαυτῶν διοικεῖν οἷοί τʼ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς οἰκίας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται ὥστε μόνον οὐκ ἐπὶ τῆς κεφαλῆς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι.
アブデラのプロタゴラスやケオスのプロディコス、その他非常に多くの者たちは、同時代の人々に私的に交わる中で、自分たちが自分たちの家政を管理しない限り、都市も自分の家も管理できるようにはならないと確信させることができ、この知恵のために非常に強く愛されているので、彼らの同伴者たちは彼らを頭に載せて歩き回らんばかりである。
Ὅμηρον δʼ ἄρα οἱ ἐπʼ ἐκείνου, εἴπερ οἷός τʼ ἦν πρὸς ἀρετὴν ὀνίναι ἀνθρώπους, καὶ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας ἂν εἴων, καὶ οὐ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπη ἦσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;
もしホメロスが人間を徳へと益することができたなら、彼と同時代の人々やヘシオドスが、吟誦して回り歩くのを放っておいただろうか。 むしろ黄金よりも彼らにしがみつき、自分たちの家に留まるよう強制したのではないか。 あるいは、もし説得できなかったとしたら、彼ら自身が教育を十分に受けるまで、彼らがどこへ行くにも付き従ったのではないか。
παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν.
」「ソクラテスよ、あなたは全面的に真実を言っているように私には思われます」と彼は言った。
οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν ἀληθείας οὐχ ἅπτεσθαι;
「それでは、ホメロスに始まって、詩的な模倣者たちはすべて徳の偶像の模倣者であり、彼らがつくる他のものについても、真理には触れていないということにしようではないか。
ταῦτα, ὦ πρὸς τῶν θεῶν, τίνας τὰς ἀνάγκας ἢ τίνα τὴν εὐπρέπειαν ἔχει;
」これらは、神々に誓って、何の必然性、あるいは何の体面を持っているというのか。
τίς ἀνέξεται Χαρώνδαν πρὸ Ὁμήρου ταττόμενον καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ ἄλλους παμπόλλους;
誰が、ハロンダスをホメロスの前に配置し、またプロタゴラスやプロディコス、その他非常に多くの者たちをその前に置くことを容認するだろうか。
ὁ δὲ αὐτὸς οὗτος Πρόδικος ἐν τοῖς αὐτοῦ πολὺ κατάκειται μάλα γελοίως καὶ ὁ Πρωταγόρας εἰς τὸν Ἱππίαν παραβλέπει καὶ ὁ Ἱππίας ληρεῖ.
しかも、この同じプロディコス自身、彼の著作の中ではきわめて滑稽に扱われており、プロタゴラスはヒッピアスを横目で見、ヒッピアスはくだらないことを言っている。
τί ταῦτα συντελεῖ, φαίη τις ἂν, τοῖς θαυμαστοῖς αὐτοῦ δόγμασιν; ἀλλʼ
誰かが言うかもしれない、これらが彼の素晴らしい教義に何をもたらすというのか、と。 しかし……