§327καταστάσεώς γʼ ἕνεκα τῆς πολιτείας διερευνᾶν, καίτοι κἀνταῦθά τις ἂν ἔχοι ὑπολαβεῖν αὐτῷ, τί δʼ ἐστὶ τοιοῦτον;
至于为了城邦的建构而进行探究——然而,即使在这一点上,也可能有人会反驳他:“这又算得了什么呢?
εἰ μὲν γὰρ ὅλως ἔμελλες χρήσεσθαι τῷ ποιητῇ, χρῆν ἐξαλείφειν ἅ γε μὴ προσίεσο· εἰ δὲ ἁπλῶς ἐκπέμπεις αὐτὸν καὶ οὐδέσιν οὐδὲ ὧν ἐπαινεῖς ἐᾷς ὁμιλεῖν τὴν σαυτοῦ πόλιν, πράγματα σαυτῷ παρέχεις, τὰ μὲν ἐξαίρων, τὰ δὲ ἐγκαταλείπων.
”因为如果你根本打算任用这位诗人,你就应当删去那些你不接受的部分;但如果你只是简单地将他驱逐,并且不准许你的城邦与你所赞赏的任何事物交往,那么你是在给自己找麻烦,一边删去一些,一边又留下一些。
δῶμεν οὖν, εἰ βούλεται, ἡδύσματος ἕνεκα τῶν λόγων αὐτῷ καὶ διατριβῆς ταῦτʼ εἰρῆσθαι.
那么,如果他愿意,我们就权当这些话是他为了给论证增添佐料和消遣而说的吧。
ἢ δεῖ τοῖς πεπολιτευμένοις ἅπασιν αὖθις ἐπʼ αὐτὸν ἐπανόδου;
还是说,对于所有参与过政治的人,都有必要再次回到他那里?
ἆρʼ οὐ φιλοτιμία λαμπρά;
这难道不是一种显赫的名誉心吗?
ἤδη γὰρ ἀποκαλύψας ἐγὼ λέγω.
因为现在我要公开而言了。
ἐκ τῆς Πολιτείας
ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γιγνώσκειν ὁποῖα ἐπιτηδεύματα βελτίους ἀνθρώπους ἢ χείρους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαιμόνιοι καὶ διʼ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί;
摘自《国家篇》: “亲爱的荷马,如果你在关于美德的问题上,并不是距离真理第三重的、被我们定义为模仿者的幻象制造者,而是第二重的,并且能够知道什么样的行业在私人和公共生活中使人变得更好或更坏,那么请告诉我们,哪一个城邦因为你而得到了更好的治理,就像拉栖代梦人因为莱库古,以及许多其他大小城邦因为许多其他人一样?
σὲ δὲ τίς αἰτιᾶται πόλις νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι;
又有哪一个城邦归功于你,说你成为了立法者并造福了他们?
Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία καὶ ἡμεῖς Σόλωνα, σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν;
因为意大利和西西里归功于哈隆达斯,我们归功于梭伦;但关于你,谁能说出任何一个城邦呢?
οὐκ οἶμαί γε, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδʼ ὑπʼ αὐτῶν Ὁμηριδῶν.
”“我想没有,”格劳孔说,“无论如何,甚至连荷马的后裔自己也未曾这样说。
ἀλλὰ δὴ πόλεμος ἐπὶ Ὁμήρου ὑπʼ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται;
”“那么,在荷马的时代,可曾有哪场战争是在他的统帅或倡议下打得漂亮的而被人们铭记?
οὐδείς.
”“没有。
ἀλλʼ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας, ἤ τινες ἄλλαι πράξεις λέγονται, ὥσπερ αὖ Θάλεω πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου;
”“那么,像密利都的泰勒斯和斯基泰的阿纳哈尔西斯那样,关于他,是否有很多属于聪明人的发明和技术上的巧妙设计,或者其他类似的作为被传诵呢?
οὐδαμῶς τοιοῦτον οὐδέν.
”“绝没有这类事。
ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας ζῶν αὐτὸς λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε ὑπερβαλλόντως ἐπὶ τούτῳ ἠγαπήθη καὶ οἱ ὕστερον ἔτι νῦν τρόπον τὸν αὐτὸν §328ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις;
”“那么,如果不是在公共场合,难道荷马自己在活着的时候,曾在私人领域成为某些人的教育导师,而这些人因为与他的交往而爱戴他,并向后世传授了一种‘荷马式’的生活方式,习惯上毕达哥拉斯本人因此受到无比的爱戴,而他的后继者直到今天,仍以同样的方式命名他们的生活道路,并在其他人中显得与众不同那样吗?
οὐδʼ αὖ, ἔφη, τοιοῦτον· οὐδὲν λέγεται.
”“也没有,”他说,“没有任何此类传说。
ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος, ἔτι πρὸς παιδιὰν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ.
因为,苏格拉底啊,如果关于荷马的传说都是真的,那么荷马的同伴克雷奥菲洛斯在教育方面恐怕会显得更加滑稽可笑。
λέγεται γὰρ οὖν, ἦν δʼ ἐγώ.
”“确实是这样传说的,”我说。
ἀλλʼ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρʼ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπʼ αὐτῶν;
“但是,格劳孔啊,你认为如果荷马真的能够教育人并使人变得更好,因为他在这些事上拥有认识的能力而不仅仅是模仿,难道他不会赢得许多同伴,并受到他们的尊重和爱戴吗?
ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφʼ αὑτῶν παριστάναι, ἰδίᾳ ξυγγιγνόμενοι, ὡς οὔτε πόλιν οὔτε οἰκίαν τὴν ἑαυτῶν διοικεῖν οἷοί τʼ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς οἰκίας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται ὥστε μόνον οὐκ ἐπὶ τῆς κεφαλῆς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δʼ ἄρα οἱ ἐπʼ ἐκείνου, εἴπερ οἷός τʼ ἦν πρὸς ἀρετὴν ὀνίναι ἀνθρώπους, καὶ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας ἂν εἴων, καὶ οὐ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπη ἦσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;
阿布德拉的普罗泰戈拉和科斯的普罗迪科斯以及许多其他人,通过私人交往,能够使同时代的人确信,除非他们亲自主持他们的家政,否则他们既无法治理城邦也无法管理好自己的家,而正是因为这种智慧,他们受到了极其热烈的爱戴,以至于他们的同伴们差一点要把他们抬在头上走;如果荷马真的能使人在美德上获益,那么他那个时代的人,还有赫西俄德那个时代的人,难道会听任他们到处巡回吟诵,而不会比抓紧黄金更紧地拉住他们,强迫他们留在自己家里,或者如果说服不了,就自己跟随他们走到任何地方,直到充分接受了教育吗?
παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν.
”“苏格拉底啊,”他说,“我觉得你说的完全是真话。
οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν ἀληθείας οὐχ ἅπτεσθαι;
”“那么,我们就设定,从荷马开始,所有诗歌的模仿者都是美德以及他们所创作的其他事物的幻象模仿者,而未能触及真理,是吗?
ταῦτα, ὦ πρὸς τῶν θεῶν, τίνας τὰς ἀνάγκας ἢ τίνα τὴν εὐπρέπειαν ἔχει;
” 看在神的分上,这些话有什么必要,又有什么得体可言?
τίς ἀνέξεται Χαρώνδαν πρὸ Ὁμήρου ταττόμενον καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ ἄλλους παμπόλλους;
谁能忍受哈隆达斯被排在荷马之前,还有普罗泰戈拉、普罗迪科斯以及其他许许多多的人?
ὁ δὲ αὐτὸς οὗτος Πρόδικος ἐν τοῖς αὐτοῦ πολὺ κατάκειται μάλα γελοίως καὶ ὁ Πρωταγόρας εἰς τὸν Ἱππίαν παραβλέπει καὶ ὁ Ἱππίας ληρεῖ.
然而这个普罗迪科斯本人在他自己的著作里躺得极为滑稽,普罗泰戈拉则斜眼看着希庇亚斯,而希庇亚斯在胡说八道。
τί ταῦτα συντελεῖ, φαίη τις ἂν, τοῖς θαυμαστοῖς αὐτοῦ δόγμασιν;
有人可能会说,这些对他的奇妙学说有什么贡献?
ἀλλʼ
但是……