§388καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν.
および好機への適応力の証しを。 そしてシラクサ人もセリヌス人も、あるいはあちらの他の誰も、我々に対して誇ることはできないだろうし、我々を追い払ったと言うこともできないだろう。
πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα.
なぜなら、すべての人が知るであろうからだ。 我々と彼らに関する限り、彼らは微塵も立ち向かうことができなかったこと、しかしラケダイモン人やコリントス人、そして以前からの敵が襲来したことで、我々がこのように現状に対して自ら決断を下したのだということを。
ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται.
したがって、安全性だけでなく、優れた名声もこの決断に付け加わるのである。
οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην.
彼らは我々が逃亡していると思われるのを恐れているが、私はその言葉が真実とならぬよう祈る一方で、逆の恐れを抱いている。 すなわち、我々が過剰にこだわり、その結果逃げることすらできなくなり、サイコロ遊びで熱くなる者たちと同じ目に遭うのではないかという恐れである。 彼らは失った分を目をつむって、それ以上の損失を免れることができたのに、怒りに任せた争いが彼らに決定的な破滅をもたらすのである。
δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε.
しかし私には逆であるように思われる。 支援を送ることやシラクサを攻略すること、あるいは兵士たちを再び連れ帰ることの中に成否があるのではなく、すでに呼び戻すことにおいてあちらの事態が台無しにされているのだ(今しがた皆さんがお聞きになったように)というのではない。
ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι.
むしろ、私たちが好機のあるうちに彼らを呼び戻し、全員が同じ場所に集まるなら、神々が慈悲深くあられる限り、あちらの事態についての希望が残されると私は主張する。 それは、かつて好機に派遣した人々において起こったのと同様であり、その後に、より大規模に攻撃を仕掛けることができるようになるだろう。
ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν.
しかし、もし私たちが不可能なことに執着するなら、私たちのうちの誰かは、単に目的の達成を逸するだけで、それ以上の被害を被らないで済むなら、その損失すら得だと思うようになるだろう、と私は主張する。
ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν·
さらに、アテナイの皆さん、どのような将軍が、あなた方に退却が報告された際に、あなた方がそれを否決し、派遣された目的を果たす前には少数の兵であっても戻ってはならないと議決したのを見る時に、自らの判断で軍勢全体をこちらに退却させる勇気を持てるでしょうか。
καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων;
そして、今でさえニキアスがあなた方の反応を恐れているというのに、あなた方が第二の希望を失わせたとき、彼は一体どのような目に遭うと思うでしょうか。
οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι.
したがって、勝利する者として送るか、あるいはもう一方は口にしたくもない。
ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖν §389μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ.
しかし、私が言っている提案においては、すべてが好機とともにあなた方の手中にあり、もし可能ならシラクサを獲得することも、もし万が一それが叶わなくとも、彼ら自身が安全でいることも可能になる。
καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ ὑπαρχῆς ἐπʼ ἐκεῖνα·
というのも、もし全軍を用いてこちらの状況を安定させることが容易であるなら、一からあちらへ再遠征するのも容易だからである。
εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν;
しかし、もしそれがより困難な事業であるなら、こちらの状況に十分に立ち向かうことができないでいながら、なぜ私たちは自ら海外での混乱をわざわざ作り出しているのだろうか。
ὑπερβολὴν δὲ ποιήσομαι·
さらに一歩踏み込んで言おう。
εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγʼ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι.
仮にシラクサでの戦況が互角で五分五分であると仮定しても(もしそうであるなら、私は我々がはるかに優勢であると言いたいところだが)、次のことだけは我々全員が確かに知っている。 すなわち、もしうまくいったとしてもシラクサを獲得することの利益は、これほどの軍勢を失うことの害悪ほど大きくはないということだ。
ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι;
それゆえ、恐れが希望よりも大きいとき、どうして警戒するに値しないことがあろうか。
θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρʼ ἐπιπλεύσωσιν, αὐτοὺς δʼ ἐπʼ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν.
私は、シラクサ人がこちらに攻めてくるのを恐れながらも、まるで安全が保障されているかのように、彼らの方から敵に向かって航行せよと命じる人々を不思議に思う。
ἐγὼ δʼ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστʼ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρʼ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δʼ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς.
しかし、私はシラクサ人たちがそれほど狂気にとらわれているとは思わない。 思いがけず幸運にも自らの困難から逃れることができたのに、わざわざ別の紛争を引き起こすはずがない。 ましてや、本国からこれほどの軍勢を軽率に動かすことがいかに不利益であるかを、我々自身の例から学んでいるのだから。 だが、むしろ彼らをここで迎え撃つことができるよう、あらゆる神々に祈りたいものだ。
ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθʼ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δʼ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν·
というのも、一方では、彼らが自国の防衛のためにあちらで動員するのと同等の船団を、彼らがこちらに対抗して繰り出してくることはないからであり、他方では、彼らは遠征や大規模な軍事行動の掟を知ることになると思うからだ。
ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως.
その掟に、かつてこちらに遠征したペルシア王も捕らわれ、何万もの陸海軍を率いてシラクサに渡ったカルタゴ人たちもまた捕らわれたのである。
οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλʼ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι.
なぜなら、自国を守ることと、遠く離れた人々を制圧することは、同じようにはできないのであり、その大それた試みには応報がつきまとうからである。
ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται.
このことをラケダイモン人たちも知っているからこそ、遠方への遠征を何よりも警戒しているのだ。
καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν πλεονεξίας συλλέγοντες.
それだからこそ、彼らは少しずつ利益を積み重ねることで、ギリシア人の中で最大の力を持っているのである。
εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν
しかし、もしすべての事柄から退いて、一つの…