§386μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν;
あるいは、彼らはこのこと(帰港すること自体)は恥じないが、あのこと、すなわち目的を達せずに戻るなら恥じるのだろうか。
εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων;
なぜなら、もし不名誉がそこにあるとするなら、成功することが不可能なことの一つである限り、彼らが留まるとして、それがどうして解消されるだろうか。
ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι.
アテナイの皆さん、私にはむしろ、このようにすることで不名誉はさらに大きくなると思われるからだ。
εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται;
というのも、もし彼らが何かを成し遂げるつもりで留まり続け、その結果、今被っている以上の被害を被るなら、まさに私が言った通りのことにならないだろうか。
ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν·
しかし、何も成し遂げられないこと、これだけを不名誉として恥じるべきであるとするなら、今回の呼びかけ自体に不名誉があるのではない。
οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν.
なぜなら、それがあちらの事態を台無しにしたわけではなく、あの時の派遣こそが、不可能なことを望んだ私たちを暴き出したからである。
ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι.
したがって、あのような遠征を説得した者たちを非難すべきであり、これらを勧めている者たちを非難すべきではない。
διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν.
なぜなら、最初から本国に留まることができたのに、彼ら自身の言葉を借りれば、彼らのせいで私たちは逃げることを余余儀なくされているからだ。
ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι·
しかしアテナイの皆さん、私はこのような退却を断じて逃亡だとは言わない。
οὐδαμῶς.
決して。
εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης.
なぜなら、もし攻めてくる敵に私たちが敢えて立ち向かおうとしなかったなら、誰かが臆病だと言うのも当然だろうが、私たちが余力をもって攻め入り、うまくいくなら途中で去らず、逆境に直面したなら退却するというのは、同じ思慮深さに属することだからだ。
οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι·
というのも、より多くを求める戦争というものは、得ることができるなら敢えて挑み、そうでないなら、第二の策として、元々の持ち物を悪化させないという趣旨を持つものだからだ。
ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ.
それはちょうど、私たちが優れた商人を見る時と同じだと思う。 彼らは、自分の資産を増やすことができないからといって、元本まで自ら進んで損なうことはせず、余剰が得られるなら手を出すが、何かが妨げるなら執着しない。
ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν.
アテナイの皆さん、彼らの言う論理に従うなら、ニキアスは対抗壁から今でも撤退すべきではなかったことになるし、兵士たちがどれほど多くの戦いを戦ってきたにせよ、一度戦端を開いた以上は、もはや退却すべきではなかったことになるようだ。
μωρία ταῦτα καὶ γέλως.
これは愚かであり、物笑いの種である。
ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε.
不可能なことに執着し続けないことが、慣例から外れたことでもなく、人間の本性に反することでもないということは、いくつかの、しかし極めて明白な例を思い出してほしい。
οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρ §387τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας·
というのも、かつて私たちがオレステスのためにテッサリアに遠征したものの、事態がうまく進まなかったために、彼を伴って再びこちらに引き返したことを私は知っているからだ。
οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος·
また、アカルナニアのオイニアダイに渡ったものの、攻略できなかったために退却したことも知っている。 しかも、ニキアスではなくペリクレスが将軍であった時にだ。
οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας.
また、ボイオティアを、彼らが今シラクサについて言っているようにほんの少し占領したのではなく、全土を占領したものの、私たちが敗北を喫したとき、戦闘で捕らえられた者たちの救出をより価値あるものと判断して、再びそこを手放したことも知っている。
καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης.
さらにまた、アカイアやその他の土地を、平和のためにペロポネソス人に返還したことを皆さんは覚えている。
καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι.
それなのに、平和をもたらすために戦争による利益を自ら進んで手手放したというのに、戦争自体の出来事や緊急の必要性において、危険を二倍にすることを望まないのは当然のことではないか。
οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι.
しかし、彼らは二倍以上にし、私たちの自信を奪うに十分な危険を加えている。
σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες·
このことも考えてみてほしい。
καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν·
ラケダイモン人たちは、毎年アッティカに侵入し、できる限りの損害を与えながらも、不名誉と思わずに退却していたではないか。
ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο.
そして、ゼウスにかけて、彼らは余力がある限りは侵入していたが、自分たちの土地に危険が迫るのを恐れると、それをやめたのだ。
νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς.
そして今、彼らは事態に余力があるため、再びデケレイアに駐屯している。
τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι.
好機と、可能であることの影響はこれほど大きいのだ。
οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν.
なぜなら、人間は誰もあらかじめ宣言した通りにすべてを成し遂げることはできないし、戦争が私たちの欲望に従うわけでもなく、運命が大半を決定するのであり、運命が与えてくれる分を受け入れつつ、わきまえるべきであり、また見過ごすべきだからだ。
χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται.
これらとは別に、彼らのこの主張は、彼らのより賢明なあの主張とも矛盾している。
εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους.
その主張によれば、もし今出発した者たちが何も成し遂げないとしても、後で両方の艦隊が引き返すことができると約束しているのだ。 なぜなら、もし事態においていかなる退却も不名誉であるなら、両方の艦隊にそれが降りかかるその時、さらに不名誉になるだろうからだ。
εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι;
しかし、もし必要性が強力であるなら、実際の問題を放っておいて、言葉で皆さんを脅す必要がどこにあろうか。
τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας
アテナイの皆さん、今撤退する方が、それだけはるかに勝っている。 なぜなら、私たちは陸でも海でも戦いに勝利し、シラクサ自体をもう少しで手に入れられるところまで行った上で、運命が反転したために引き返すのであり、戦闘における勇気の両方の証しをすべての人々に残すことになるのだから。