Humanitext Reader

阿里斯·台德斯 · 反对西西里远征 §388-389

撤退的名誉与保留兵力的合理性

第 7 段,共 8 段 · 希腊语

内容简介

演说者强调撤退并非耻辱,而是能带来名誉的明智决定,并警告不要因盲目坚持而自取灭亡。他阐明了回国整顿兵力的合理性,并引用历史先例警告海外远征所伴随的危险与神罚。

§388καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν.
以及我们对时机的适应能力。 无论是叙拉古人、塞利努斯人,还是那里的其他任何人,都无法对我们夸耀,也无法说他们驱逐了我们。
πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα.
因为所有人都会明白,就我们和他们而言,他们甚至无法稍浅地抵挡我们,但由于拉刻代蒙人、科林斯人以及我们昔日的敌人袭来,我们才针对现状为自己作出了这样的抉择。
ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται.
因此,这不仅带来了安全,也为这一决定增添了良好的声誉。
οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην.
这些人害怕我们看起来是在逃跑,但我一方面祈祷他们的话不要成为现实,另一方面却怀着相反的恐惧,害怕我们因过分执着,结果连逃跑都无法做到,反而落得与那些在骰子游戏中争执不下的人相同的下场——他们本可以对已损失的部分放手,从而免受更大的损失,但他们充满愤怒的争执却给他们带来了毁灭性的灾难。
δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε.
但在我看来,情况恰恰相反,并不是像你们刚才听到的那样,通过派遣增援、占领西西里或带回士兵,那里的局势就会因我们现在的召回而败坏。
ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι.
而是我认为,只要时机尚在,如果我们把他们召回,使我们所有人集结在同一地方,在神明保佑的前提下,那里的局势就依然保有希望,正如以前我们在合适时机派遣军队时所发生的那样,此后我们便能进行更大规模的进攻。
ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν.
但如果我们向着不可能的事情硬拼,我认为我们中的某些人甚至会把损失看作恩赐,只要我们仅仅是未能达成目标,而不至于遭受更进一步的灾难。
ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν·
此外,雅典人啊,当退却的消息呈报给你们时,如果你们予以否决,并决议即使是少数部队在完成派遣任务前也不得返回,那么还有哪位将军有胆量自行决定将全体军队撤回此地呢?
καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων;
在如今尼基阿斯尚且畏惧你们反应的情况下,一旦你们让他们失去了第二重希望,他究竟会认为自己将面临怎样的遭遇?
οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖν
因此,要么派他们去取胜,要么另一种结果我不想提及。
§389μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ.
但在我所说的计划中,一切都随着时机掌握在你们手中,如果可能的话可以夺取西西里,而万一那一目标无法实现,至少他们自身是安全的。
καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ ὑπαρχῆς ἐπʼ ἐκεῖνα· εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν;
因为如果凭借我们的全部力量易于稳定此处的局势,那么重新开始远征那里也是容易的;但如果这是一项更艰巨的任务,那么在我们尚且无法充分应对此处局势的情况下,为什么还要为自己招惹海外的混乱呢?
ὑπερβολὴν δὲ ποιήσομαι· εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγʼ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι.
我还要进一步假设:即使我们假设西西里的局势是势均力敌、胜负各半的——如果真是这样,我个人会说我们占了极大的优势——但我们所有人无疑都清楚这一点:如果成功,夺取西西里的利益,远比不上损失如此庞大军队所带来的灾难。
ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι;
那么,当恐惧大于希望时,难道不值得戒备吗?
θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρʼ ἐπιπλεύσωσιν, αὐτοὺς δʼ ἐπʼ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν.
我感到奇怪的是,有些人一方面害怕叙拉古人航行到这里,另一方面却命令我们去进攻他们,仿佛安全得到了保障一样。
ἐγὼ δʼ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστʼ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρʼ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δʼ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς.
但我认为叙拉古人并没有疯狂到这种地步:在出人意料地摆脱了自身困境之后,还要为自己挑起其他祸端,尤其是他们已经从我们自己的例子中认识到,轻易从本国调动如此庞庞大的军队是无益的。 相反,我向所有神明祈祷,能在这里迎击他们。
ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθʼ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δʼ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν· ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως.
因为一方面,我们在此迎战的敌舰数量,不会像他们在那里为了自身安全所动员的那么多;另一方面,我认为他们将会认识到远征和大规模军事行动的铁律——这一铁律曾降临在入侵此地的波斯国王身上,也曾降临在率领数万陆海军渡海前往西西里的迦太基人身上。
οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλʼ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι.
因为保护本国领土与征服远方之人是无法同等做到的,大肆的冒险必将招致神罚。
ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται.
拉刻代蒙人也明白这一点,因此他们最防范的就是远距离的远征。
καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν πλεονεξίας συλλέγοντες.
正因如此,他们通过一点点积累微小的利益,在希腊人中拥有了不容小觑的力量。
εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν
但如果必须放弃一切,而将单一的……

词汇与语法注释

  1. 388οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν — 动词 ἔχω 结合不定式 λέγειν 表示能力(“将能够说”)。ὡς 在此引导间接疑问(“如何驱逐”)或陈述从句(“已经驱逐”),整句旨在断言敌方绝无可能宣称是我方被迫撤退。
  2. 388ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν — 常见惯用语 τὸ εἰς ἐμὲ ἧκον(就我而言)的变体。这里由 ὅσον 引导,介词宾语 εἰς ἡμᾶς κἀκείνους 将范围限定为“就我们和他们而言”。
  3. 388ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος — 无人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 用作宾格绝对格(无人称绝对格),表示让步(“尽管原本可以……”)。与 ἀθώοις εἶναι 连用的属格 τοῦ πλείονος 是表示分离的属格,表示“免受(更大的损失)”。
  4. 388οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν... ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι... ἀλλʼ... — 复杂的对比结构,否定词 οὐκ 不仅否定第一个介词短语,而且否定横跨 ἐν μέν... 和 ἐν δὲ... 的整个“宾格加不定式”结构(διεφθάρθαι)。这与由 ἀλλʼ 引入的肯定修正形成鲜明对比(“事情并非在……中被败坏,而是在……”)。

引用这一段

阿里斯·台德斯, 反对西西里远征 §388-389. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:388-389

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。