§386μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν;
还是说,他们并不为这件事感到可耻,而是为了那件事——即如果他们没能达成目的就回来,便感到可耻吗?
εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων;
因为如果可耻之处在于此,那么只要成功属于不可能的事之一,即使他们留下来,这又如何能消除呢?
ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι.
雅典人啊,在我看来相反,以这种方式,可耻之处只会变得更大。
εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται;
因为如果他们为了有所作为而留下来,结果却遭受比现在更惨重的损失,这岂不正如我所说的那样吗?
ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν.
然而,当我们说“一无所成”是唯一令人羞耻的事时,可耻的并不是现在的召回;因为召回本身并没有进一步败坏那里的局势,而是当时的派遣暴露了我们对不可能之事的渴望。
ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι.
因此,应该谴责那些说服我们进行那次远征的人,而不是那些建议现在撤退的人。
διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν.
因为由于他们,我们才被迫逃跑(如他们自己所说),而原本我们从一开始是可以留在本国的。
ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς.
但在我看来,雅典人啊,我绝不会把这样的行动称为逃跑;绝不。
εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης.
因为如果我们不敢抵挡他们的进攻,有人说这是懦弱倒也合情合理;但如果我们是带着富余的资源去进攻,顺利时不提前撤走,而在遇到阻碍时退却,这同样属于明智之举。
οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι·
因为为了获取更多而进行的战争有这样一个原则:如果可以夺取,就勇往直前;如果不行,退而求其次,至少不要让原有的基业受损。
ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ.
就像我想我们也能看到优秀的商人那样,如果他们不能增加自己的财富,他们绝不会甘愿让本金受损,而是在有盈余可能时去尝试,但在遇到阻碍时绝不盲目硬撑。
ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν.
根据这些人的逻辑,雅典人啊,尼基阿斯现在甚至都不应该从对抗壁撤退,而且,无论士兵们进行了多少场战斗,一旦交手,看来就再也不应该退却了。
μωρία ταῦτα καὶ γέλως.
这真是愚不可及,滑稽可笑。
ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε.
而如果我们不固执于无法完成的任务,我们所做的并没有任何超出常理、也没有任何违背人性之处,请大家同时回想几个显而易见的事例。
οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρ §387τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας.
因为我知道我们曾经为了奥雷斯特斯的事远征色萨利,当事情没有进展时,我们又带着他折回了这里;我也知道我们曾渡海前往阿卡纳尼亚人的奥伊尼亚代,由于无法攻占而撤退,当时担任将军的是伯里克利,而不是尼基阿斯;我还知道我们曾占领了波奥提亚,不像这些人现在对叙拉古所说的那样只占领了一小部分,而是攻占了全境,但在我们遭到重创后又放弃了它,因为我们判定救回在战斗中被俘的人具有更高的价值。
καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης.
而且,你们也记得为了和平而把阿哈伊亚和其他地方归还给伯罗奔尼撒人。
καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι.
然而,既然你们为了和平而自愿放弃战争带来的利益,那么在战争本身的实际情况和逼迫下,不愿增加双重危险岂不是理所当然的吗?
οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι.
而这些人却增加了超出双倍的危险,甚至足以剥夺我们的信心。
σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο.
还请考虑一下这件事:拉刻代蒙人每年入侵阿提卡,在尽其所能造成破坏之后撤退,他们并不以此为耻;确实,凭宙斯起誓,只要他们还有余力,他们就会入侵;但当他们为自己的土地感到担忧时,他们就停止了。
νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς.
而现在,因为局势对他们有利,他们又在德凯莱亚驻军防守了。
τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι.
时机与可行性的力量就是如此巨大。
οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν.
因为没有人能按照预言完成所有事情,战争也不听从我们的欲望,而是命运决定了大部分事情,对于命运所赐予的,我们必须分享其份额,既要懂得一些事情,也要忽略一些事情。
χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται.
除此以外,他们的这一说法与他们那个更“聪明”的论调相矛盾——那个论调许诺说,如果现在出发的人一无所成,届时两支舰队都还可以撤回。
εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους.
因为如果在此情此景下任何撤退都是可耻的,那么到那个时候,当两支远征队都遭遇这种情况时,岂不更加可耻?
εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι;
但如果迫切的必要性是强有力的,何必放着实际情况不管,而用这些词句来吓唬你们呢?
τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας
雅典人啊,现在的撤退要好得多,因为我们是在陆战和海战中都赢得了胜利,并且差一点就能占领叙拉古本身的情况下,在命运逆转后才撤回的,我们向所有人留下了这两方面的证明:既有我们在战斗中的勇气,又有……