- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:386-387
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
シケリア遠征からの撤退を不名誉とみなす議論に反論し、アテナイの過去の事例やスパルタの臨機応変な軍事行動を示しつつ、状況に応じた撤退の正当性を主張する。
μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν; εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων;1 ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται; ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι· ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους,2 ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία ταῦτα καὶ γέλως. ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρ τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας.3 καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης. καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι. οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι. σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο. νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς. τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι. οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν.4 χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται. εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους. εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι; τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας
あるいは、彼らはこのこと(帰港すること自体)は恥じないが、あのこと、すなわち目的を達せずに戻るなら恥じるのだろうか。なぜなら、もし不名誉がそこにあるとするなら、成功することが不可能なことの一つである限り、彼らが留まるとして、それがどうして解消されるだろうか。アテナイの皆さん、私にはむしろ、このようにすることで不名誉はさらに大きくなると思われるからだ。というのも、もし彼らが何かを成し遂げるつもりで留まり続け、その結果、今被っている以上の被害を被るなら、まさに私が言った通りのことにならないだろうか。しかし、何も成し遂げられないこと、これだけを不名誉として恥じるべきであるとするなら、今回の呼びかけ自体に不名誉があるのではない。なぜなら、それがあちらの事態を台無しにしたわけではなく、あの時の派遣こそが、不可能なことを望んだ私たちを暴き出したからである。したがって、あのような遠征を説得した者たちを非難すべきであり、これらを勧めている者たちを非難すべきではない。なぜなら、最初から本国に留まることができたのに、彼ら自身の言葉を借りれば、彼らのせいで私たちは逃げることを余儀なくされているからだ。しかしアテナイの皆さん、私はこのような退却を断じて逃亡だとは言わない。決して。なぜなら、もし攻めてくる敵に私たちが敢えて立ち向かおうとしなかったなら、誰かが臆病だと言うのも当然だろうが、私たちが余力をもって攻め入り、うまくいくなら途中で去らず、逆境に直面したなら退却するというのは、同じ思慮深さに属することだからだ。というのも、より多くを求める戦争というものは、得ることができるなら敢えて挑み、そうでないなら、第二の策として、元々の持ち物を悪化させないという趣旨を持つものだからだ。それはちょうど、私たちが優れた商人を見る時と同じだと思う。彼らは、自分の資産を増やすことができないからといって、元本まで自ら進んで損なうことはせず、余剰が得られるなら手を出すが、何かが妨げるなら執着しない。アテナイの皆さん、彼らの言う論理に従うなら、ニキアスは対抗壁から今でも撤退すべきではなかったことになるし、兵士たちがどれほど多くの戦いを戦ってきたにせよ、一度戦端を開いた以上は、もはや退却すべきではなかったことになるようだ。これは愚かであり、物笑いの種である。不可能なことに執着し続けないことが、慣例から外れたことでもなく、人間の本性に反することでもないということは、いくつかの、しかし極めて明白な例を思い出してほしい。というのも、かつて私たちがオレステスのためにテッサリアに遠征したものの、事態がうまく進まなかったために、彼を伴って再びこちらに引き返したことを私は知っているからだ。また、アカルナニアのオイニアダイに渡ったものの、攻略できなかったために退却したことも知っている。しかも、ニキアスではなくペリクレスが将軍であった時にだ。また、ボイオティアを、彼らが今シラクサについて言っているようにほんの少し占領したのではなく、全土を占領したものの、私たちが敗北を喫したとき、戦闘で捕らえられた者たちの救出をより価値あるものと判断して、再びそこを手放したことも知っている。さらにまた、アカイアやその他の土地を、平和のためにペロポネソス人に返還したことを皆さんは覚えている。それなのに、平和をもたらすために戦争による利益を自ら進んで手放したというのに、戦争自体の出来事や緊急の必要性において、危険を二倍にすることを望まないのは当然のことではないか。しかし、彼らは二倍以上にし、私たちの自信を奪うに十分な危険を加えている。このことも考えてみてほしい。ラケダイモン人たちは、毎年アッティカに侵入し、できる限りの損害を与えながらも、不名誉と思わずに退却していたではないか。そして、ゼウスにかけて、彼らは余力がある限りは侵入していたが、自分たちの土地に危険が迫るのを恐れると、それをやめたのだ。そして今、彼らは事態に余力があるため、再びデケレイアに駐屯している。好機と、可能であることの影響はこれほど大きいのだ。なぜなら、人間は誰もあらかじめ宣言した通りにすべてを成し遂げることはできないし、戦争が私たちの欲望に従うわけでもなく、運命が大半を決定するのであり、運命が与えてくれる分を受け入れつつ、わきまえるべきであり、また見過ごすべきだからだ。これらとは別に、彼らのこの主張は、彼らのより賢明なあの主張とも矛盾している。その主張によれば、もし今出発した者たちが何も成し遂げないとしても、後で両方の艦隊が引き返すことができると約束しているのだ。なぜなら、もし事態においていかなる退却も不名誉であるなら、両方の艦隊にそれが降りかかるその時、さらに不名誉になるだろうからだ。しかし、もし必要性が強力であるなら、実際の問題を放っておいて、言葉で皆さんを脅す必要がどこにあろうか。アテナイの皆さん、今撤退する方が、それだけはるかに勝っている。なぜなら、私たちは陸でも海でも戦いに勝利し、シラクサ自体をもう少しで手に入れられるところまで行った上で、運命が反転したために引き返すのであり、すべての人々に両方の証しを残すことになるのだから、すなわち戦闘における勇気と
- 386ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων
接続詞 ἕως ἂν は通常接続法を伴うが、ここではコピュラ動詞(ᾖなど)が省略されている。「成功することが不可能なことの一つである限り」という継続的な条件・時間を表す。
- 386οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους
主動詞 ὁρῶμεν(私たちは見る)に支配された対格+分詞構文(χρηματιστὰς ... βλαπτομένους)。τοῖς ἀρχαίοις は原因・手段の与格で、商売のコンテクストにおいて「元手、元々の資産(本金)」を指す。
- 387τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας
対格・男性・複数の分詞 κρίναντας は、文脈上省略されているアテナイ人(ἡμᾶς)を修飾し、理由(「〜と判断したため」)を表す。πλείονος は価値の属格で、ἀξίαν を修飾して「より価値がある」の意。
- 387ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν
関係代名詞 ἧς(先行詞は τύχη)は μεταλαμβάνω(分け前を受け取る)の支配により属格をとる。非人称動詞 χρή に対し、対格分詞 μεταλαμβάνοντας が意味上の主語として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
