Humanitext Reader

アイリオス・アリステイデス · 王へ §63-64

王の不変の高潔さと自制心

4 / 5 箇所 · ギリシア語

要旨

王が即位の前後で変わらず高潔であるべきことをパウサニアスの変節と対比して論じ、さらに王の並外れた自制心をアガメムノンやアキレウスの欲望による失敗と対比して称賛する。

§63τοῖς δεομένοις παρασκευάσεται, οἰόμενος δεῖν τὸν ὡς ἀληθῶς βασιλέα τῷ τῶν ὅλων ἀπεικάσθαι βασιλεῖ κατά τε τὴν φιλανθρωπίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν ἀρχομένων, καὶ μὴ πρὸ μὲν τῆς βασιλείας χρηστόν τι καὶ μέτριον ἦθος ἐμφαίνειν ἑαυτοῦ, βασιλέα δὲ ἀποδειχθέντα χαλεπὸν καὶ βίαιον εἶναι περὶ τοὺς ἀρχομένους·
求めるすべての人に対して、(自らの好意と人道精神を)共通のものとして用意するだろう。 彼は、真の王は、その人道精神とすべての被支配者に対する配慮において、万物の王に似せられるべきだと考え、また王位に就く前には自らの親切で控えめな品性を示しておきながら、王に指名された後は被支配者に対して過酷で暴力的な者となるべきではないと考えているからである。
οὐ γὰρ βασιλείας σχῆμα εἶναι τὸ τοιοῦτον ἐπιεικοῦς, ἀλλὰ σκαιότητος καὶ ἀπαιδευσίας ἔλεγχον φανερώτατον·
なぜなら、そのようなことは寛大な王の姿ではなく、不器用さと教養のなさの極めて明白な証拠だからである。
οἷος ἦν καὶ ὁ τῶν Λακεδαιμονίων στρατηγὸς ὁ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους ἡγησάμενος, Παυσανίαν λέγω τὸν Κλεομβρότου, ὃς οἴκοι μένων ἠδύνατο σωφρονεῖν, πλεύσας δὲ εἰς Ἑλλήσποντον ἐπελέληστο μὲν τῶν οἴκοι, ἐπελέληστο δὲ αὑτοῦ, παντὶ δὲ μᾶλλον ἐῴκει ἢ ἀνδρὶ Σπαρτιάτῃ, χαλεπὸς μὲν ὢν καὶ βίαιος περὶ τοὺς συμμάχους, ἀκόλαστος δὲ καὶ ὑβριστὴς περὶ τὴν δίαιταν, τυραννικὸς δὲ περὶ τὸν τρόπον.
それはちょうど、バルバロイに対してギリシア人を率いたスパルタ人の将軍――クレオンブロトスの子パウサニアスのことであるが――がそうであった。 彼は故郷に留まっている間は自制することができたが、ヘレスポントスへと出航すると、故郷のことを忘れ、自分自身のことも忘れ、スパルタ人というよりは他のあらゆるものに似ていた。 同盟者に対しては過酷で暴力的であり、生活態度においては不節制で傲慢であり、その性格においては僭主のようであった。
ὁ δʼ ἐπέδειξεν ὅτι καὶ ἰδιώτην ὄντα καὶ βασιλέα οἷόν τέ ἐστι τὸν αὐτὸν εἶναι διὰ τέλους, τοιοῦτον μὲν πρὸ τῆς βασιλείας παρασχὼν ἑαυτὸν ὥστε δικαίως ἀξιωθῆναι ταύτης, ἐν δὲ τῇ βασιλείᾳ τῷ αὐτῷ νοῒ καὶ τρόπῳ χρώμενος, οὐκ ἐκστὰς ἑαυτοῦ οὐδὲ ζηλώσας τὴν ἀκολασίαν, ἀλλὰ τὸν σώφρονα βίον ἑλόμενος, τὴν μὲν ὕβριν καὶ παρανομίαν μισήσας, παράδειγμα δὲ σωφροσύνης ἑαυτὸν παρασχὼν, ὥστε τοὺς τέως ἀσελγεῖς καὶ ὑβριστὰς μεταθέσθαι τὸν τρόπον ὁρῶντας αὐτοῦ τὴν σωφροσύνην, καὶ τῆς τε πρὸς τὰ χρήματα ἐπιθυμίας παύσασθαι καὶ πρὸς τὸ σωφρονέστερον διατεθῆναι.
しかし、彼(我らが王)は、一人の私人であるときも王であるときも、最後まで同じ人物であり続けることが可能であることを示した。 すなわち、王位に就く前には、その地位に就くにふさわしいと正当に評価されるような人物として振る舞い、王位に就いてからも同じ精神と品性を保ち、我を失うことも不節制を羨むこともなく、むしろ節度ある生活を選び、傲慢と無法を憎んで、自分自身を節度の模範として示した。 その結果、それまで放縦で傲慢だった人々も、彼の節度を見てその態度を改め、金銭への欲望を止め、より節度ある方向へと心を向けたのである。
καὶ μὴν καὶ ὅσαι ἡδοναὶ ἄρχουσιν ἀνθρώπων οὐδεμιᾶς ἴσμεν ἡττημένον τὸν βασιλέα.
さらに、人間を支配するいかなる快楽に対しても、王が屈したことを私たちは知らない。
τοσοῦτον γὰρ ἀπέσχεν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ὥστε εἴ τίς ἐστιν ἐγκράτεια κατʼ ἀνθρώπους ὑμνουμένη, ταύτην περὶ τούτου μόνου λεγομένην πιστὴν εἶναι δοκεῖν.
なぜなら、彼は最初からそれらの快楽を非常に遠ざけていたので、もし人間の間で称賛される自制というものがあるならば、それはこの人についてのみ言われるときにこそ信頼に値するように思われるほどだからである。
τίς μὲν γὰρ οὕτω τὰ γαστρὸς ἐγκρατὴς, τίς δὲ ἀφροδισίων, τίς δὲ τῶν ἄλλων ἡδονῶν;
実際、誰がこれほど食欲において、誰が性愛において、誰がその他の快楽において自制的であろうか。
οὐ γὰρ, ὥσπερ ἔφην ἀρτίως, ἐξ ἡμισείας ἔσχε τὴν ἀρετὴν, οὐδὲ ὥσπερ ἄλλοι τινὲς
なぜなら、私が今しがた言ったように、彼は不完全な徳を持っていたわけではなく、また他のある王たちのように、勇気や人道精神においては優れていると見なされながら、快楽や欲望に対しては極めて放縦であることが明らかになったわけではなかったからである。
§64βασιλεῖς πρός τε ἀνδρείαν καὶ φιλανθρωπίαν ἐπιεικῶς ἔχειν δόξαντες ἀκολαστότατοι περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ὄντες ἐφάνησαν, οἷον Ὅμηρος ἐγκωμιάζων τὸν τῶν Ἀχαιῶν στρατηγὸν Ἀγαμέμνονα, ἀμφότερον, φησὶ, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής.
たとえば、ホメロスはアカイア人の将軍アガメムノンを称賛して、「良き王にして、強き戦士、その両者である」と言っている。
φαίνεται δʼ οὗτος παρʼ αὐτῷ ἡττημένος μὲν Χρυσηίδος, ἐρῶν δὲ Βρισηίδος τῆς Ἀχιλλέως, διὰ δὲ ταύτην τὴν ἐπιθυμίαν πολλῶν καὶ μεγάλων κακῶν αἴτιος τοῖς Ἀχαιοῖς γενόμενος.
しかし彼は、ホメロスの作品の中で、クリュセイスに屈し、アキレウスのブリセイスを愛し、この欲望のせいでアカイア人たちに多くの大きな災いをもたらした者として現れている。
ὁ τοίνυν Ἀχιλλεὺς ὁ τῆς Θέτιδος καὶ τοῦ Πηλέως οὕτως ἀκόλαστος ἦν περὶ τὰς ἡδονὰς καὶ μικροπρεπὴς ὥστε ἀπελθούσης τῆς Βρισηίδος παρʼ αὐτοῦ καὶ χρόνον τινὰ ποιησάσης παρʼ Ἀγαμέμνονι παραχρῆμα μὲν οὕτως διετέθη ὥστʼ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον, καλῶν τὴν μητέρα ὥσπερ παιδάριον πεπονθὸς τοῦτο ὑπὸ ὁμοίου ἑτέρου·
また、テティスとペレウスの子であるあのアキレウスも、快楽に対して極めて放縦で器が小さかった。 ブリセイスが彼のもとから去り、しばらくアガメムノンのもとで過ごしたとき、彼はたちまちのうちに、葡萄酒色の海を見つめながら涙を流し、まるで同じ年頃の別の子供にこのような仕打ちを受けた小さな子供のように母親を呼ぶほどであった。
ἐλθούσης δὲ τὴν πρόφασιν τῶν δακρύων διηγούμενος καὶ κελεύων αὐτὴν δεηθῆναι τοῦ Διὸς ὅπως ἂν Τρωσὶ σύμμαχος γενόμενος κακὰ μέγιστα ἐργάσηται τοὺς Ἕλληνας, μετὰ ταῦτα δὲ ὁρῶν πολλοὺς πίπτοντας τῶν Ἀχαιῶν ἑκάστοτε ὑπό τε τῶν Τρώων καὶ ὑφʼ Ἕκτορος, καί τινων ἑταίρων αὐτοῦ καὶ φίλων ἀποθνησκόντων, οὐκ ἐπιστρεφόμενος οὐδὲ ἐλεῶν.
そして、母親が来ると、涙の理由を語り、ゼウスに懇願して彼がトロイア人の味方となりギリシア人に最大の災いをもたらすようにしてくれ、と彼女に求めた。 その後、アカイア人の多くの者がトロイア人やヘクトルによって次々と討ち死にさせられ、自らの戦友や友人たちの何人かが死んでいくのを見ても、顧みることも同情することもなかった。
ἐκεῖνοι μὲν οὖν πολλὰ ἐνδεῶς ἔσχον πρὸς ἀρετὴν, ὁ δὲ ἀμφότερα βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής.
このように、彼らは多くの点で徳に欠けていたが、彼(我らが王)は「良き王にして、強き戦士、その両者」なのである。
ὁ γὰρ τοσοῦτον ὑπεριδὼν τῶν ἡδονῶν ὥστε μηδεμιᾶς ἡττηθῆναι αὐτῶν, πῶς οὐχ οὗτός ἐστιν ὁ τῷ ὄντι ἀνδρεῖος καὶ σώφρων καὶ καρτερός;
なぜなら、快楽をこれほど見下し、そのどれにも屈しなかった者こそ、まさに勇敢で、節度があり、不屈の者ではないだろうか。
τείχη μὲν γὰρ ἀνάλωτα πολλάκις εἶναι δοκοῦντα καὶ φαῦλοι ὄντες εἷλον ἤδη τινὲς, ὑπὸ δὲ τῶν ἡδονῶν πολλοὺς καὶ τῶν πάνυ ἀγαθῶν ἀνδρῶν κρατουμένους ὁρῶ.
なぜなら、難攻不落と思われることの多い城壁を、取るに足らない凡庸な者たちであっても攻略したことはあるが、快楽によって極めて優れた多くの人々が征服されるのを、私は目にするからである。
βίου δὲ εὐκολίαν καὶ διαίτης εὐτέλειαν τίς οὕτως ἀνδρεῖος ὥστε ῥᾳδίως οὕτως δύνασθαι ἂν ὑπενεγκεῖν;
生活の簡素さや食事の質素さを、これほど容易に耐え抜くことができるほど勇敢な者がいるだろうか。
καὶ μὴν τὰ μὲν πρὸς πολεμίους ἀνδρείοις πολλοῖς ὑπῆρξε γενέσθαι, ὑπὸ δὲ τῶν σφετέρων στρατιωτῶν αὐτοὺς ἄρχεσθαι ἢ κρατεῖν· ὁ δὲ οὕτως ῥᾳδίως ἐκράτησε καὶ κατεστήσατο ὥστε πολλῶν μὲν καὶ ἀπείρων
さらに、敵に対する勇敢さについては、多くの者がそれを備えることができたし、自らの兵士たちによって支配されるか、あるいは彼らを支配することができた。 しかし、彼はこれほど容易に支配し、秩序をもたらしたため、多くの、そして無限の……

語釈・文法注

  1. §63τοῖς δεομένοις παρασκευάσεται — 直前の文の末尾にある `κοινὴν ἅπασι`(すべての人にとって共通の)と結びつき、「求めるすべての人に対して、共通のものとして用意するだろう」となる。
  2. §63ἀπεικάσθαι — 動詞 `ἀπεικάζω`(模倣する、似せる)の完了受動不定詞であり、非人称動詞 `δεῖν`(〜すべきである)の補文として機能している。主語は対格 `τὸν ὡς ἀληθῶς βασιλέα`(真の王)。
  3. §64ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής — ホメロス『イリアス』(第3巻179行)からの直接引用。アガメムノンを称える定型句であり、ここでは王の勇気と徳をアガメムノンら古代の英雄と比較するために導入されている。
  4. §64ὥστʼ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον — `ὥστε` が導く結果節で、アキレウスがブリセイスを奪われた際の子供じみた嘆きを強調している。`ἔκλαεν`(泣いていた、未完了過去)は `ἔκλαιεν` のイオニア方言形。`ἐπὶ οἴνοπα πόντον`(葡萄酒色の海を見つめて)は『イリアス』1巻350行のパロディ的引用。

この箇所を引用する

アイリオス・アリステイデス, 王へ §63-64. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg009.humanitext-grc2:63-64

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。