Humanitext Reader

アイリオス・アリステイデス · 王へ §65-67

軍の規律確立と知恵による平和と帝国の繁栄

5 / 5 箇所 · ギリシア語

要旨

王が軍隊の規律を確立し、武力に頼るだけでなく計略と知恵を用いて平和と安全をもたらしたことを称え、帝国全体に満ちる繁栄と幸福を賛美する。

§65ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλʼ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλʼ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης.
彼らに与えられるものが多く、数知れないものであったにもかかわらず、また、もしそれほど多くのものを、そしてさらに彼らに与えられている以上のものを受け取れないならば、彼らは気難しく、恐るべきものとなる(性質である)にもかかわらず、彼は彼らの欲望を増大させるどころか、必要なものを規定し、兵士たちを訓練と肉体の鍛錬においてより優れた者とした。 彼らが受け取ることにこれ以上心を配るのを許さず、軍事の修練を彼らにとって習慣的なものとし、また彼らが快楽や贅沢の中で過ごすことも許さず、むしろそのような欲望を抱く機会が全くないようにしたのである。
τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον.
これを行うことによって、彼は一方で被支配者たちの貧困を防ぎ、他方で兵士たちの規律を配慮し、国家の収入をより確実なものとした。
τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας.
これら以上に、勇気と同時に優れた思慮の大きな証拠となるものはあり得ないだろう。
καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτʼ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο.
さらにまた、人はまさにこれを、優れた能力と知恵の証拠と正当に見なすことができるだろう。
τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν.
なぜなら、力ずくで強制して(規律を)愛するようにさせることは、恐怖によるものであって、知恵の卓越によるものではなく、彼らをそのようにさせたにすぎないからである。 しかし、金銭や受け取ることに貪欲になっている者たちを説得して自制させることは、彼がすべての人を超えて考え、語ることができなかったならば、容易には成し得なかっただろうと私は思う。
φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλʼ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι.
思慮については、彼は王政において他にも多くの業績を示してきたが、最も美しく最大の称賛に値するのは、王の戦争に対する優れた計略と知性である。 なぜなら、戦争において、優れており戦闘的であると見なされている者たちが、よく熟慮することによってではなく、戦うことによって勝たねばならないと考えているのを見て、彼は彼らを模倣することも羨むこともしなかったからである。 彼は、同等の者たちに対しては武器を用いるべきであるが(そのような者たちを勇気によって打ち負かすのは名誉なことだからである)、バルバロイに対してはよく熟慮することを用いるべきだと考えたからである。
ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα.
なぜなら、ギリシア人に対して何万人もの軍勢を率い、陸も海も十分に彼を容れることができなかったあの者が、一人の男の知恵に屈したことを、彼は知っていたと思うからである。
ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;
熟慮することによって打ち勝つことができるところに、どうして危険が必要であろうか。
§66ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι.
\n さらにまた、戦闘において勝利することは、劣った者たちにもしばしば可能であるが、思慮と知恵によって支配し得ることは、熟慮することを知っている者たちだけの特権である。
καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται.
また、いかなる時もいかなる理由であっても勇気を示そうと望む者たちは、成功すれば物事を成し遂げるが、敗北すれば自らと友人を最大の不幸に陥れる。 これに対して、なすべきことをわきまえ、熟慮する者たちは、成功すれば自らの望んだことを同様に成し遂げ、失敗しても何の害も被らない。
ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἴεται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους.
これらのことをわきまえているので、王もまた、人間のうちの愚かで命知らずな者たちを模倣すべきではないと考え、むしろ、よく熟慮することによってバルバロイに対して安全であろうとするのである。
καὶ μὴν οὐδʼ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλʼ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος.
さらに、敵たちも戦闘や武器において彼を非難することはできなかった。 むしろ、彼は知性とその他の教養においてだけでなく、勇気においても彼らを圧倒できることを彼らに示したのである。
ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφʼ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους·
実際、日差しの下で最も強大で好戦的なケルト人たちが、実に多くの、そしてあらゆる大胆な試みを行った末に、今や主君を平伏して拝んでおり、戦争をするよりも平穏を保ち、命じられたことを行う方がいかに優れているかを知るに至った。 そして彼らの部族には、今やその名前だけが残されている。
πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι·
また、ユーフラテスとティグリスの彼方、東方に住むすべての民は、かつて動揺したが、今や整えられ、自らより優れた者をわきまえるよう教え諭されている。
ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτʼ ἂν ταύτης κατάστασις;
大陸全体が平穏を保ち、陸と海がその守護者に冠を授けており、ギリシア人とバルバロイは今や同じ声を上げ、その帝国はまるで一艘の船か城壁のように修復され、補強され、自らの受けるべき善きものを確実に手に入れている。 これらのことが、いかなる勇気をも凌駕していないことがあろうか。 あるいは、これ以上に優れた、また有益な状況があり得るだろうか。
οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις,
あらゆる人に、望むところへの完全な安全が与えられているのではないか。
§67πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος;
\n いたるところのすべての港が活気に満ちており、山々は旅人にとって、都市がそこに住む人々にとって持つのと同じ安全を提供しているではないか。 優美さがすべての平野を満たし、あらゆる人々を通じて、すべての恐怖が取り除かれているではないか。
ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν;
実際、いかなる川の渡瀬が渡るのを妨げられているだろうか。
τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί;
いかなる海の海峡が閉ざされているだろうか。
νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι.
今や、諸々の祭典はいっそう輝かしく、祭りは神々にいっそう愛されている。
νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον.
今や、デメテルの火も、いっそう輝かしく、いっそう神聖である。
ὦ φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας.
おお、人間の幸福の光よ。
νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν.
今や、すべての人間が真の幸福を見出したかのように思われる。
ὦ πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους·
おお、知恵においては知者たちを、勇気においては勇者たちを、敬虔においてはそれによって傑出した者たちを、幸運においては最も幸運な者たちを、すべての王たちを超越した方よ。
ἀνθʼ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρʼ ἡμῶν οὔτʼ ἐν ἐπαίνοις οὔτʼ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ.
これらのことに対して、賛辞においても、他のいかなる栄誉においても、私たちからあなたへのふさわしい感謝はなされ得ない。
σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός.
そして、高貴な親から生まれた高貴な子よ、あなたが父の足跡に従わんことを。
τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.
これこそ、端的に言えば、最も多くのことを言ったことになるのだから。 」

語釈・文法注

  1. §65οὐχ ὅπως — 後ろの ἀλλʼ と呼応して、「〜するどころか、むしろ〜」という強い対比・否定を表す慣用的な表現。
  2. §65τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι — 主語としての冠詞付き不定詞句。対格分詞 βιασάμενον と καταναγκάσαντα は、不定詞 παρασκευάσαι(〜にさせること)の意味上の主語または手段を示す分詞として機能しており、「力ずくで強制して(規律を)愛するようにさせることは」という意味になる。
  3. §65τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα — 動詞 ᾔδει(彼は知っていた)の目的語となる対格分詞構文(間接記述)。対格分詞 ἡττηθέντα(屈服したこと)の意味上の主語は、先行する名詞化した分詞 τὸν ἀγαγόντα(率いた者)と、関係節 ὃν... ἐχώρει(陸も海も十分に入れられなかった者)によって修飾された人物(歴史上のクセルクセス)である。
  4. §67σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός — 希求法 εἴη と不定詞 βαίνειν を組み合わせた願望の表現であり、「あなたが父の足跡を歩みますように」という祈願を表す。

この箇所を引用する

アイリオス・アリステイデス, 王へ §65-67. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg009.humanitext-grc2:65-67

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。