Humanitext Reader

ストラボン · 地理誌 §9.5.9-9.5.12

スペルケイオス川周辺の領土とピンドス山近辺の部族

305 / 577 箇所 · ギリシア語

要旨

アキレウス配下のスペルケイオス川周辺の領土や、フティオティス管区の主要な集落、ドロピア人やピンドス山周辺の民族の変遷と消滅の定義を論じている。

§9.5.9τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου ότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπʼ ἐκείνῳ ἦν·
また、詩人がスペルケイオス川を、その土地の川として度々言及し、その水源がかつてそう呼ばれていたドリュオプス人の山であるテュプレストス山にあり、テルモピュライの近く、そこ(テルモピュライ)とラミアの間に流れ込んでいるとしていることは、マリアコス湾の関門の内側にあるすべての地域と、外側にある地域が、彼(アキレウス)の支配下にあったことを示している。
ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον·
スペルケイオス川はラミアから約30スタディオン離れており、ラミアはマリアコス湾へと下るある平原の上方に位置している。
ὅτι δʼ ὁ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνῳ τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως.
スペルケイオス川がその土地の川であったことは、アキレウスがこの川のために髪を伸ばしていると詩人が語っていることや、彼の部隊長の一人であるメネスティオスが、スペルケイオス川とアキレウスの姉妹との子であると言われていることからも明らかである。
Μυρμιδόνας δʼ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πατρόκλῳ, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ.
また、アキレウスとパトロクロスの配下で、アイギナから逃亡するペレウスに付き従ったすべての人々が、ミュルミドン人と呼ばれた可能性が高い。
Ἀχαιοὶ δʼ ἐκαλοῦντο οἱ Φθιῶται πάντες.
そして、フティオティスの人々は皆、アカイア人と呼ばれていた。
§9.5.10διαριθμοῦνται δὲ τὰς ὑπὸ τῷ Φθιωτικῷ τέλει τῷ ὑπʼ Ἀχιλλεῖ κατοικίας Μαλιέων ἀρξάμενοι πλείους μέν, ἐν δʼ αὐταῖς Θήβας τὰς Φθιώτιδας Ἐχῖνον Λάμιαν, περὶ ἣν ὁ Λαμιακὸς συνέστη πόλεμος Μακεδόσι καὶ Ἀντιπάτρῳ πρὸς Ἀθηναίους·
アキレウスの配下にあったフティオティスの管轄下の集落を、マリエウス人から始めて列挙する人々は、多くの集落を数え上げているが、その中にはフティオティスのテーバイ、エキノス、そしてラミアがある。 このラミアの周辺で、マケドニア人およびアンティパトロスに対するアテナイ人のラミア戦争が勃発した。
ἐν ᾧ Λεωσθένης τε ἔπεσε τῶν Ἀθηναίων στρατηγός, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως ἑταῖρος.
その戦争で、アレクサンドロス王の学友であったアテナイ人の将軍レオステネスが戦死した。
ιον Ἐρινεὸν Κορώνειαν, ὁμώνυμον τῇ Βοιωτικῇ, Μελίταιαν Θαυμακοὺς Πρόερναν Φάρσαλον Ἐρέτριαν, ὁμώνυμον τῇ Εὐβοϊκῇ, Παραχελωίτας καὶ τούτους ὁμωνύμους τοῖς Αἰτωλικοῖς·
さらに、[欠損]、エリネオス、ボイオティアの同名都市と同じ名を持つコロネイア、メリタイア、タウマコイ、プロエルナ、ファルサロス、エウボイアの同名都市と同じ名を持つエレトリア、そしてアイトリアの同名の人々と同じ名を持つパラケロイタイがある。
καὶ γὰρ ἐνταῦθά ἐστιν Ἀχελῶος ποταμὸς πλησίον Λαμίας, παρʼ ὃν οἰκοῦσιν οἱ Παραχελωῖται.
というのも、ここにもラミアの近くにアケロオス川があり、その傍らにパラケロイタイが住んでいるからである。
παρέτεινε δʼ ἡ χώρα αὕτη πρὸς ἄρκτον μὲν τῇ τῶν Ἀσκληπλιστα προσεσπερίων καὶ τῇ Εὐρυπύλου καὶ Πρωτεσιλάου, ταῖς πρὸς ἕω κεκλιμέναις, πρὸς νότον δὲ τῇ Οἰταίᾳ εἰς τετταρεσκαίδεκα δήμους διῃρημένῃ, Ἡράκλειάν τε καὶ τὴν Δρυοπίδα, τετράπολιν γεγονυῖάν ποτε καθάπερ καὶ τὴν Δωρίδα, μητρόπολιν δὲ τῶν ἐν Πελοποννήσῳ Δρυόπων νομιζομένην.
この地域は、北は西のアスクレピオスの子らの土地や、東に傾いているエウリュピュロスおよびプロテシラオスの土地にまで伸びており、南は14の区に分かれているオイテ地方、すなわちヘラクレイアや、かつてドリスと同様に4都市同盟(テトラポリス)であり、ペロポネソスにいるドリュオプス人の母都市とみなされているドリュオピスにまで及んでいる。
τῆς δʼ Οἰταίας καὶ ὁ Ἀκύφας ἐστὶ καὶ Παρασωπιὰς καὶ Οἰνειάδαι καὶ Ἀντικύρα, ὁμώνυμος τῇ ἐν Λοκροῖς τοῖς ἑσπερίοις.
オイテ地方にはまた、アクパ、パラソピア、オイネイアダイ、そして西ロクリス地方の同名都市と同じ名を持つアンティキュラも属している。
λέγω δὲ τὰς διατάξεις ταύτας οὐκ ἀεὶ μεμενηκυίας τὰς αὐτάς, ἀλλὰ ποικίλως μεταβεβλημένας·
しかし、私がこれらの配置を述べるのは、それらが常に同じまま留まっていたからではなく、様々に変化したからである。
αἱ δʼ ἐπισημόταται μάλιστα ἄξιαι μνήμης εἰσί.
ただ、最も有名なものこそが、とりわけ言及に値する。
§9.5.11τοὺς δὲ Δόλοπας φράζει καὶ ὁ ποιητὴς ἱκανῶς ὅτι ἐπὶ ταῖς ἐσχατιαῖς εἰσι τῆς Φθίας, καὶ ὅτι ὑπὸ τῷ αὐτῷ ἡγεμόνι ἦσαν τῷ Πηλεῖ οὗτοί τε καὶ οἱ Φθιῶται·
ドロピア人については、彼らがフティアの端に位置していること、また彼らとフティア人が同じ支配者であるペレウスの配下にあったことを、詩人も十分に示している。
ἔναιον γάρ, φησίν, ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων, δόντος τοῦ Πηλέως.
実際、詩人は「私はフティアの端に住み、ドロピア人を支配していた」と、ペレウスがそれを与えたことについて語っている。
γειτνιᾷ δὲ τῇ Πίνδῳ καὶ τοῖς περὶ αὐτὴν χωρίοις Θετταλικοῖς οὖσι τοῖς πλείστοις.
そしてドロピア人の土地は、ピンドス山およびその周辺の地域に隣接しており、その大半はテッサリアに属している。
διὰ γὰρ τὴν ἐπιφάνειάν τε καὶ τὴν ἐπικράτειαν τῶν Θετταλῶν καὶ τῶν Μακεδόνων οἱ πλησιάζοντες αὐτοῖς μάλιστα τῶν Ἠπειρωτῶν, οἱ μὲν ἑκόντες οἱ δʼ ἄκοντες, μέρη καθίσταντο Θετταλῶν ἢ Μακεδόνων, καθάπερ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τάλαρες Θετταλῶν, Ὀρέσται δὲ καὶ Πελαγόνες καὶ Ἐλιμιῶται Μακεδόνων.
というのも、テッサリア人とマケドニア人の名声と支配力のために、彼らに最も近接していたエペイロス人の人々は、ある者は自発的に、ある者は不本意ながらも、テッサリア人やマケドニア人の一部となっていったからである。 例えばアタマネス人、アイティケス人、タラレス人はテッサリア人の一部となり、オレスタイ人、ペラゴネス人、エリミオタイ人はマケドニア人の一部となった。
§9.5.12ἡ δὲ Πίνδος ὄρος ἐστὶ μέγα, πρὸς ἄρκτον μὲν τὴν Μακεδόνων, πρὸς ἑσπέραν δὲ Περραιβοὺς μετανάστας ἀνθρώπους, πρὸς δὲ μεσημβρίαν Δόλοπας, αὕτη δʼ ἐστὶ τῆς Θετταλίας·
ピンドス山は大きな山であり、北にはマケドニア人の土地を、西には移住者であるペッライボイ人を、南にはドロピア人の土地を[有して]おり、この最後のものはテッサリアに属している。
ἐπʼ αὐτῇ δὲ τῇ Πίνδῳ ᾤκουν Τάλαρες Μολοττικὸν φῦλον, τῶν περὶ τὸν Τόμαρον ἀπόσπασμα, καὶ Αἴθικες, οὓς ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺς Κενταύρους ὁ ποιητής·
このピンドス山自体の上には、トマロス山の周辺にいた者たちの分派であるモロッソス人の一部族タラレス人や、アイティケス人が住んでいた。 後者については、詩人が「ペイリトオスによってケンタウロスたちが追い払われた先」として語っている。
ἐκλελοιπέναι δὲ νῦν ἱστοροῦνται.
彼らは現在、消滅したと伝えられている。
τὴν δʼ ἔκλειψιν διττῶς ἀκουστέον·
この消滅については二通りに理解されねばならない。
ἢ γὰρ ἀφανισθέντων τῶν ἀνθρώπων καὶ τῆς χώρας τελέως ἠρημωμένης, ἢ τοῦ ὀνόματος τοῦ ἐθνικοῦ μηκέτι ὄντος, μηδὲ τοῦ συστήματος διαμένοντος τοιούτου.
すなわち、人々が消え去りその土地が完全に荒廃したか、あるいはその民族の名がもはや存在せず、そのような政治体制が存続していないかのいずれかである。
ὅταν οὖν ἄσημον τελέως ᾖ τὸ λειπόμενον νυνὶ σύστημα, οὐκ ἄξιον μνήμης τίθεμεν οὔτʼ αὐτὸ οὔτε τοὔνομα τὸ μεταληφθέν, ὅταν δʼ ἔχῃ τοῦ μεμνῆσθαι δικαίαν πρόφασιν, λέγειν ἀναγκαῖον τὴν μεταβολήν.
したがって、現在残っている体制が完全に不明瞭である場合、私たちはそれ自体も、それに取って代わった名も言及に値しないものとするが、言及すべき正当な理由がある場合には、その変化を語ることが不可欠となる。

語釈・文法注

  1. §9.5.9τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις — 主動詞 `δηλοῖ`(示す)に対する分詞 `μεμνημένος`(言及して)の主語は、文脈上、先行する記述からホメロス(詩人)であると解釈される。
  2. §9.5.9τὸν Μενέσθιον ... Σπερχειοῦ λέγεσθαι παῖδα — 不定詞 `λέγεσθαι`(言われる)の意味上の主語は対格の `τὸν Μενέσθιον` であり、文全体の主部 `ὅτι δʼ ὁ Σπερχειὸς ἐπιχώριος [ἐστί]`(スペルケイオス川が地元の川であること)を証言する対格不定詞構文の一部を形成している。
  3. §9.5.10ταῖς πρὸς ἕω κεκλιμέναις — 女性複数の与格分詞 `κεκλιμέναις`(傾いている)は、その前に現れる属格 `τῇ Εὐρυπύλου καὶ Πρωτεσιλάου`(エウリュピュロスとプロテシラオスの領土)が指示する女性名詞(ここでは `χώρα`(地域・土地)など)を修飾しており、これらの領域が東に位置していることを説明している。
  4. §9.5.12οὓς ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺς Κενταύρους ὁ ποιητὴς — 関係代名詞 `οὕς`(彼らへと)は先行詞 `Αἴθικες`(アイティケス人)を指すが、ホメロスの原典(『イリアス』第2巻744行)においてペイリトオスがケンタウロスたちを「アイティケス人のもとへ追い払った」という方向を示す与格 `Αἰθίκεσσι` として現れるため、ここでは対格関係代名詞 `οὕς` が使役的・移動の帰結を表す不定詞 `ἐξελαθῆναι`(追い払われる)の方向先を意味する構文として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §9.5.9-9.5.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.9-9.5.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。