§9.5.7Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπʼ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ·
フティア人と呼ばれるのは、アキレウスの配下の人々、プロテシラオスの配下の人々、そしてフィロクテテスの配下の人々である。
ὁ δὲ ποιητὴς τούτου μάρτυς.
そして詩人はこのことの証人である。
εἰπὼν γὰρ ἐν τῷ καταλόγῳ τῶν ὑπʼ Ἀχιλλεῖ
οἵ τʼ εἶχον Φθίην,
ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθʼ ἡσυχίαν ὄντας, τοὺς δʼ ὑπὸ Φιλοκτήτῃ μαχομένους ἔχοντας Μέδον καὶ τοὺς ὑπὸ Πρωτεσιλάῳ, Ποδάρκους περὶ ὧν κοινῶς μὲν οὕτω φησίν
ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί·
というのも、アキレウス配下の人々の船団表において「フティアを領有していた者たち」と言ったのに対して、船団のそばでの戦いにおいては、彼らをアキレウスとともに船にとどまり平穏にしているように描いている一方、メドンを率いて戦っているフィロクテテス配下の人々や、ポダルケス配下のプロテシラオス配下の人々について、彼らについて共通してこのように言っているからである。 「そこにはボイオティア人と、裾の長い衣を着たイアオネス人、ロクリス人とフティア人と、輝かしいエペイオス人がいた。
ἰδίως δέ
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
」そして個別的には次のように言っている。 「フティア人の前には、メドンと、戦いに踏みとどまるポダルケスがいた。
οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι τῶν ἐμάχοντο.
彼らは心高きフティア人たちの先頭に立って、鎧を身につけ、船から身を守りつつ戦った。
τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλῳ Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες·
」おそらくエウリュピュロスに伴う人々も、これらに隣接しているため、フティア人と呼ばれていたのだろう。
νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπʼ Εὐρυπύλῳ τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτῃ πᾶσαν, τὴν δʼ ὑπὸ τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης·
しかし現在は、エウリュピュロス配下にあったオルメニオン周辺の地域とフィロクテテス配下のすべての地域をマグネシアの一部とみなし、フティアに属する地域を、ドロピアおよびピンドス山からマグネシアの海にまで至るとしている。
μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάῳ πόλεως Ἀντρῶνος, ἣ νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις·
そして、現在は複数形で呼ばれる、プロテシラオス配下の都市アントロンに至るまで、トラキス地方およびオイテ地方から始めた場合の、ペレウスとアキレウスの支配下にあった土地の幅が画定される。
δʼ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κ.
そしてこの幅自体は、ほぼマリアコス湾の長さである。
§9.5.8περὶ Ἅλου δὲ καὶ Ἀλόπης διαποροῦσι μὴ οὐ τούτους λέγει τοὺς τόπους οἳ νῦν ἐν τῷ Φθιωτικῷ τέλει φέρονται, ἀλλὰ τοὺς ἐν Λοκροῖς, μέχρι δεῦρο ἐπικρατοῦντος τοῦ Ἀχιλλέως, ὥσπερ καὶ μέχρι Τραχῖνος καὶ τῆς Οἰταίας.
ハロスとアロペについては、彼が現在フティオティスの管轄に分類されているこれらの場所を言っているのではなく、ロクリス地方にある場所を言っているのではないかと疑われている。 アキレウスの支配がここまで及んでいたとすれば、ちょうどトラキスやオイテ地方にまで及んでいたのと同様である。
ἔστι γὰρ καὶ Ἅλος καὶ Ἁλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν, καθάπερ καὶ Ἀλόπη.
実際、ロクリスの沿岸にはハロスもハリオウスもあり、アロペもあるからである。
οἱ δὲ τὸν Ἁλιοῦντα ἀντὶ Ἀλόπης τιθέασι καὶ γράφουσιν οὕτως
οἵ θʼ Ἅλον οἵ θʼ Ἁλιοῦνθʼ οἵ τε Τρηχῖνʼ ἐνέμοντο.
ある人々はアロペの代わりにハリオウスを置き、このように書き換えている。 「ハロスやハリオウス、トレキスを領有していた者たち。
ὁ δὲ Φθιωτικὸς Ἅλος ὑπὸ τῷ πέρατι κεῖται τῆς Ὄθρυος ὄρους πρὸς ἄρκτον κειμένου τῇ Φθιώτιδι, ὁμόρου δὲ τῷ Τυφρηστῷ καὶ τοῖς Δόλοψιν, κἀνθένδε παρατείνοντος εἰς τὰ πλησίον τοῦ Μαλιακοῦ κόλπου.
」一方、フティオティスのハロスは、フティオティスの北に位置し、テュプレストス山やドロピア人の土地と隣接し、そこからマリアコス湾の近くの地域にまで伸びているオトリュス山の麓に位置している。
ἀπέχει δὲ Ἰτώνου περὶ ἑξήκοντα σταδίους ὁ Ἅλος ἢ ἡ Ἅλος· λέγεται γὰρ ἀμφοτέρως.
ハロスは、イトノスから約60スタディオン離れている。
ᾤκισε δὲ ὁ Ἀθάμας τὴν Ἅλον, ἀφανισθεῖσαν συνῴ χρόνοις ὕστερον.
アスアマスがハロスを創建したが、破壊された後、後世になって再建された。
ὑπέρκειται δὲ τοῦ Κροκίου πεδίου· ῥεῖ δὲ ποταμὸς Ἄμφρυσος πρὸς τῷ.
それはクロキオン平原の上方に位置し、アンプリュソス川がその城壁のそばを流れている。
ὑπὸ δὲ τῷ Κροκίῳ Θῆβαι εἰσὶν αἱ Φθιώτιδες, καὶ ἡ Ἅλος δὲ Φθιῶτις καλεῖται καὶ Ἀχαϊκή, συνάπτουσα τοῖς Μαλιεῦσιν, ὥσπερ καὶ οἱ τῆς Ὄθρυος πρόποδες.
クロキオン平原の下方にはフティオティスのテーバイがあり、ハロスもまたフティオティスの、あるいはアカイアのハロスと呼ばれ、オトリュス山の麓と同様に、マリエウス人の土地に接している。
καθάπερ δὲ ἡ Φυλάκη ἡ ὑπὸ Πρωτεσιλάῳ τῆς Φθιώτιδός ἐστι τῆς προσχώρου τοῖς Μαλιεῦσιν, οὕτω καὶ ἡ Ἅλος·
プロテシラオス配下のピュラケが、マリエウス人に隣接するフティオティス地方の一部であるのと同様に、ハロスもそうである。
διέχει δὲ Θηβῶν περὶ ἑκατὸν σταδίους, ἐν μέσῳ δʼ ἐστὶ Φαρσάλου καὶ Φθιωτῶν·
それはテーバイから約100スタディオン離れており、ファルサロスとフティア人たちの土地の中間に位置している。
Φίλιππος μέντοι Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν.
しかし、フィリッポスがこれをフティア人から取り上げてファルサロス人に割り当てた。
οὕτω δὲ συμβαίνει τοὺς ὅρους καὶ τὰς συντάξεις τῶν τε ἐθνῶν καὶ τῶν τόπων ἀλλάττεσθαι ἀεί, καθάπερ εἴπομεν.
このようにして、民族や地域の境界や編成は、以前私たちが言ったように、常に変化するものである。
οὕτω καὶ Σοφοκλῆς τὴν Τραχῖνα Φθιῶτιν εἴρηκεν, Ἀρτεμίδωρος δὲ τὴν Ἅλον ἐν τῇ παραλίᾳ τίθησι, ἔξω μὲν τοῦ Μαλιακοῦ κόλπου κειμένην, Φθιῶτιν δέ.
そのように、ソポクレスもトラキスを「フティオティスのトラキス」と呼び、アルテミドロスはハロスを沿岸部に位置づけ、マリアコス湾の外側にあるがフティオティスに属するものとしている。
προϊὼν γὰρ ἐνθένδε ὡς ἐπὶ τὸν Πηνειὸν μετὰ τὸν Ἀντρῶνα τίθησι Πτελεόν, εἶτα τὸν Ἅλον ἀπὸ τοῦ Πτελεοῦ διέχοντα ἑκατὸν καὶ δέκα σταδίους.
というのも、彼はそこからペネイオス川の方へ進んでいく際、アントロンの後にプテレオンを置き、次いでプテレオンから110スタディオン離れたところにハロスを置いているからである。
περὶ δὲ τῆς Τραχῖνος εἴρηται ὁποία τις· καὶ ὁ ποιητὴς κατονομάζει.
トラキスについては、それがどのようなものであるか既に述べられており、詩人もそれを名指している。