§9.4.1ἐφεξῆς δʼ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον.
次にロクリス地方があるので、これについて述べねばならない。
διῄρηται δὲ δίχα·
そして、それは二つに分割されている。
τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, γομεν σχίζεσθαί ποτε ἐφʼ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δʼ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος·
というのも、その一方はエウボイアに面したロクリス人(彼らはかつてダフヌスの両側で分断されていたと私たちが言った人々である)であり、彼らは一方はその母都市にちなんでオプンティオス人と呼ばれ、他方はあるクネミスという山にちなんでエピクネミディオス人と呼ばれていた。
τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δʼ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται.
そして残りの部分は西ロクリス人であり、彼らはオゾライ人とも呼ばれている。
χωρίζει δʼ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις.
そして、彼らをオプンティオス人やエピクネミディオス人から隔てているのは、中間に位置するパルナッソス山と、ドリス人のテトラポリスである。
ἀρκτέον δʼ ἀπὸ τῶν Ὀπουντίων.
オプンティオス人から始めることとしよう。
§9.4.2ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν ἡ Βοιωτιακὴ παραλία ἡ πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει.
さて、エウボイアに面するボイオティアの海岸線が尽きるハライに続いて、オプンティオス湾が位置している。
ὁ δʼ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳ
τούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις.
そしてオプスは母都市であり、それはテルモピュライ周辺の5つの碑柱のうち、共同墓地の傍らに立つ最初のものに刻まれたエピグラムが示している通りである。 「ギリシアのためにペルシア人に立ち向かって斃れたこれらの人々を、法正しきロクリス人の母都市オポエイスは慕う。
ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δʼ ἐπινείου καὶ ἑξήκοντα.
」そしてそれは海から約15スタディオン、その港からは60スタディオン離れている。
Κῦνος δʼ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα·
そしてキノスがその港であり、約40スタディオンの広さを持つオプンティオス湾を画する岬である。
μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον·
オプスとキノスの間には恵まれた平野がある。
κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν.
そしてそれはエウボイアのアイデプソス(ヘラクレスの温熱泉がある場所)の向かいに位置し、160スタディオンの海峡によって隔てられている。
ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι.
そしてキノスにはデウカリオンが住んだと言われており、そこにはピュラの墓が示されている。 デウカリオンの墓はアテナイにある。
διέχει δὲ τῆς Κνημῖδος ὁ Κῦνος ὅσον πεντήκοντα σταδίους.
そしてキノスはクネミスからおよそ50スタディオン離れている。
καὶ ἡ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς.
またアタランテ島もオプスの向かいに位置しており、アッティカの前面にある同名の島と同じ名前である。
λέγεσθαι δʼ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν.
また、エリス地方にもあるオプンティオス人たちがいると言われているが、彼らについては言及するに値しない。 ただ彼らがこちらのオプンティオス人との間に存在する親族関係を新たに主張しているということ以外には。
ὅτι δʼ ἐξ Ὀποῦντος ἦν ὁ Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, ὁ δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῇ πατρίδι·
そして、パトロクロスがオプス出身であったことをホメロスは述べており、また彼が過失致死を犯してペレウスのもとへ逃亡したこと、一方父メノイティオスは故郷に留まったことも述べている。
ἐκεῖσε γάρ φησιν ὁ Ἀχιλλεὺς ὑποσχέσθαι τῷ Μενοιτίῳ κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα.
なぜなら、アキレウスは遠征から帰還した際にパトロクロスをそこへ連れ帰るとメノイティオスに約束した、とアキレウスは言っているからである。
οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλʼ Αἴας ὁ Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου.
しかし、彼がオプンティオス人を支配していたわけではなく、ロクリス人のアイアスが支配していた。 彼は、人々が言うには、ナリュクスを故郷としていた。
Αἰάνην δʼ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφʼ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς.
そして、パトロクロスによって殺害された者はアイアネスと呼ばれており、彼にちなんでアイアネイオンという聖域や、アイアニスという泉が示されている。
§9.4.3ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι·
キノスの次に、アロペ、そして私たちが破壊されたと言ったダフヌスがある。
λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν.
そこには港があり、キノスから約90スタディオン、内陸のエラテイアへ徒歩で行くなら120スタディオン離れている。
ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου·
そしてこれらはすでにマリアコス湾に属している。
μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.
というのも、オプンティオス湾の後に、この湾が連続しているからである。
§9.4.4μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι·
そしてダフヌスの後、航行する者にとって約20スタディオンのところに、険阻な土地であるクネミデスがある。
καθʼ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ.
その向かいには、エウボイアから伸びるケナイオン岬が、西とマリアコス湾を望んで対峙しており、ほぼ20スタディオンの海峡によって隔てられている。
ταῦτα δʼ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν.
そしてこれらはすでにエピクネミディオス・ロクリス人の土地である。
ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι.
ここにはまた、リカスにちなんで名付けられた、リハデスと呼ばれる3つの島が前方に横たわっている。
καὶ ἄλλαι δʼ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν.
そして、述べられた沿岸航路には他にも島々があるが、それらは意図的に省略する。
μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν.
そして、クネミデスから20スタディオンのところに港があり、その上方、内陸へ同等の距離を進んだところにスロニオンが位置している。
εἶθʼ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δʼ ἐπονομάζουσιν αὐτόν·
それから、スロニオンの傍らを流れるボアグリオス川が海に注いでおり、人々はこれをマネスとも呼んでいる。
ἔστι δὲ χειμάρρους ὥστʼ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν πλάτος.
これは急流であり、足を濡らさずに渡れることもあれば、時には2プレトロンの幅に達することもある。
μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.
この後にスカルフェイアがあり、これは海から10スタディオン上方に位置し、スロニオンから30スタディオン離れており、他からはそれよりわずかに少ない距離に位置している。 その後にニカイアとテルモピュライがある。