§9.4.1ἐφεξῆς δʼ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον.
Next is Locris, so we must speak of this.
διῄρηται δὲ δίχα· τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, γομεν σχίζεσθαί ποτε ἐφʼ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δʼ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος· τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δʼ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται.
It is divided into two parts: for one part of it is the Locrians facing Euboea (whom we said were once divided on both sides of Daphnus), of whom some were called Opuntians after their metropolis, and others Epicnemidians after a certain mountain Cnemis; and the remaining part is the Western Locrians, and these same are also called Ozolae.
χωρίζει δʼ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις.
Parnassus, situated between them, and the Tetrapolis of the Dorians divide them from the Opuntians and the Epicnemidians.
ἀρκτέον δʼ ἀπὸ τῶν Ὀπουντίων. §9.4.2ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν ἡ Βοιωτιακὴ παραλία ἡ πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει.
We must begin with the Opuntians. Next to Halae, then, where the Boeotian coast facing Euboea terminates, the Opuntian Gulf happens to lie.
ὁ δʼ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳ
τούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις. ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δʼ ἐπινείου καὶ ἑξήκοντα.
And Opus is the metropolis, as indeed the epigram shows, which is inscribed on the first of the five pillars around Thermopylae near the common grave: "These men, who died in defense of Greece against the Medes, are longed for by Opóeis, the metropolis of the law-abiding Locrians." And it is about fifteen stadia distant from the sea, and sixty from its harbor.
Κῦνος δʼ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα· μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον·
Cynus is the harbor, a cape terminating the Opuntian Gulf, which is about forty stadia in extent; and between Opus and Cynus is a fertile plain.
κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν.
It lies opposite Aedepsus in Euboea, where are the warm baths of Heracles, separated by a strait of one hundred and sixty stadia.
ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι.
In Cynus they say Deucalion dwelt, and the tomb of Pyrrha is shown there, but that of Deucalion is in Athens.
διέχει δὲ τῆς Κνημῖδος ὁ Κῦνος ὅσον πεντήκοντα σταδίους.
And Cynus is distant from Cnemis about fifty stadia.
καὶ ἡ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς.
The island of Atalante is also situated opposite Opus, homonymous with the one in front of Attica.
λέγεσθαι δʼ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν.
They say that some Opuntians are also spoken of in Elis, who are not worth mentioning, except that they renew their existing kinship with the Opuntians.
ὅτι δʼ ἐξ Ὀποῦντος ἦν ὁ Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, ὁ δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῇ πατρίδι· ἐκεῖσε γάρ φησιν ὁ Ἀχιλλεὺς ὑποσχέσθαι τῷ Μενοιτίῳ κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα.
And Homer says that Patroclus was from Opus, and that having committed involuntary homicide he fled to Peleus, while his father Menoetius remained in his homeland; for there Achilles says he promised Menoetius to bring Patroclus back when he returned from the expedition.
οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλʼ Αἴας ὁ Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου.
However, he did not rule over the Opuntians, but Ajax the Locrian did, whose homeland, they say, was Narycus.
Αἰάνην δʼ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφʼ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς. §9.4.3ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν.
And they name Aianes the one slain by Patroclus, after whom a sacred precinct Aianeion is shown and a certain spring Aianis. Next after Cynus is Alope and Daphnus, which we said had been razed; and there is a harbor there, distant from Cynus about ninety stadia, and from Elateia, for one traveling on foot into the interior, one hundred and twenty.
ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος. §9.4.4μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι· καθʼ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ.
And these already belong to the Maliac Gulf; for after the Opuntian this one is continuous. And after Daphnus is Cnemides, a strong place, about twenty stadia for one who sails; opposite which Cenaeum from Euboea lies, a cape looking toward the west and the Maliac Gulf, separated by a strait of nearly twenty stadia.
ταῦτα δʼ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν.
And these are already of the Epicnemidian Locrians.
ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι.
Here also lie the three islands called Lichades, having their name from Lichas.
καὶ ἄλλαι δʼ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν.
And there are also other islands in the said coastal voyage, which we intentionally omit.
μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν.
And after twenty stadia from Cnemis is a harbor, above which lies Thronium at an equal number of stadia in the interior.
εἶθʼ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δʼ ἐπονομάζουσιν αὐτόν· ἔστι δὲ χειμάρρους ὥστʼ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν πλάτος.
Then the river Boagrius empties, flowing past Thronium, and they also call it Manes; and it is a torrent, so that one can cross it with dry feet, but at other times it even has a width of two plethra.
μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.
And after this is Scarpheia, situated ten stadia above the sea, and distant thirty from Thronium, and slightly less from elsewhere; then is Nicaea and Thermopylae.